Τὸ δ’ ἀκόλουθόν τινες μὲν τῇ συνυπάρξει κρίνεσθαι οἴονται, ἀγνοοῦντες, ὅτι πολλὰ μὲν συνυπάρχει ἀλλήλοις, οὐ μὴν ἀκολουθία τις ὁρᾶται ἐν αὐτοῖς· ὥσπερ φαμὲν καὶ τὸ ἡμέραν εἶναι συνυπάρχειν, καὶ τὸ ἀναπνεῖν, οὐ μὴν ἀκολουθία ἐστὶν αὐτῷ. οὐ τῇ συνυπάρξει τοίνυν κριτέον τὴν ἀκολουθίαν, ἀλλ’ οὗ ἀνασκευαζομένου, ἐξ ἀνάγκης τι συνανασκευάζεται, καὶ τιθεμένου τίθεται, ἐκείνῳ ἐκεῖνο ἀκόλουθον ἡγητέον εἶναι. καὶ καθόλου δὲ κατὰ συνάρτησιν συνημμένα κρίνοντι ἐπικρίσει κριτέον, ἐφ’ ὧν ἂν δέοι ἐπίκρισιν ἀκόλουθον ποιήσασθαι. πρὸς μὲν οὖν ἐνίων λόγων ἐπίκρισιν ἀναγκαία ἐστὶν ἡ ἀκολουθία ἐπιζητουμένη. εἰ δὲ καὶ πρὸς τὴν τῶν ἰατρικῶν θεωρημάτων κρίσιν συμβάλοιτο, ἴσως ἄν τις ἐπιζητοῖ. οὐ γὰρ ἐπαρκεῖ ἐπιγνῶναι, εἰ ἰατρικόν ἐστι θεώρημα τὸ χρήσιμόν τε καὶ ἀληθὲς ὑπάρχον, ἀλλ’ οὐδὲν ἦττον ἔχεσθαι ἀεὶ τοῦ ἀκολούθου δεῖ. Ἐπεὶ οὖν πᾶς λόγος καὶ πᾶν θεώρημα τοῖς τρισὶ τούτοις κρίνεται· τρεῖς δ’ εἰσὶν ἐν ἰατρικῇ αἱρέσεις, ἥ τε τῶν Λογικῶν καὶ τῶν Ἐμπειρικῶν καὶ τῶν Μεθοδικῶν, φέρε, τοῖς κριτηρίοις τούτοις χρώμενοι ἐπισκεψώμεθα καὶ τὰς αἱρέσεις, ἵνα τῇ ὑγιεῖ προσθώμεθα. ἀναγκαῖον δὲ τὰ κοινὰ τῶν αἱρέσεων πρῶτον ἐκθέσθαι, καὶ τὰ ἴδια ἐκείνων ἑκάστης, εἶθ’ οὕτως ἑξῆς τὴν ἐπίκρισιν αὐτῶν ποιήσασθαι. ἔστι τοίνυν κοινὰ τῶν τριῶν αἱρέσεων ταῦτα. ὅτι χρήσιμα τὰ φαινόμενα θεωρήματα, ἀναλογισμὸς, τήρησις, ἱστορία, ὁμοίου μετάβασις. ὅτι ἄκριτος ἱστορία, οὐ παραδεκτέα τὰ ὄργανα, ὁ τρόπος τῆς προσαγωγῆς τῶν βοηθημάτων, ὅτι ἐξ ἄλλων ἄλλα καταλαμβάνεται. ὅτι, τῶν αὐτῶν περιστάντων, τὰ αὐτὰ ποιητέον. τὸ, διὰ προσθέσεων καὶ ἀφαιρέσεων τὴν ὑγείαν τηρεῖσθαι, καὶ τὰς νόσους θεραπεύεσθαι. τὸ, δεῖν ἐκκλίνειν τὴν τῶν βλαπτόντων χρῆσιν πρός τε ὑγείας τήρησιν καὶ νόσων ἀπαλλαγήν. τὸ, τὴν πεῖραν δυνατὴν καὶ χρήσιμον εἶναι πρὸς τὴν κατάληψιν τῆς προσαγομένης ὕλης. τρόφιμα γὰρ καὶ ἄτροφα καὶ καθαρτικὰ καὶ φθαρτικὰ πείρᾳ κατείληπται. Ἐπὶ τούτῳ τῷ κοινῷ οἱ μὲν Ἐμπειρικοὶ μεμενήκασιν, οὐ μόνον τὰς δυνάμεις, ἀλλὰ καὶ τὰ συμφέροντα πείρᾳ εὑρῆσθαι λέγοντες. οἱ δὲ Μεθοδικοὶ ἐπὶ κοινῷ τῷ προειρημένῳ λέγουσί τι διαφέρον παρὰ τοὺς Ἐμπειρικούς. φασὶ γὰρ, πλὴν τοῦ τὰς δυνάμεις τῶν προσφερομένων ἐκμαθεῖν, ἕτερον οὐδὲν χρήσιμον ἐκ τῆς πείρας περιγίνεσθαι. οὐδὲν γὰρ, τῶν συμφερόντων αὐτῶν ἐκ τηρήσεως δύναται λαμβάνεσθαι ἁπλῶς, τῶν συμφερόντων ἀπό τινων φαινομένων τετηρημένων. οἱ δὲ Λογικοὶ μέσοι τούτων κεχωρήκασιν. οὕτω γὰρ πάντα τὰ συμφέροντα ἐκ τηρήσεώς φασι λαμβάνεσθαι, ὡς λέγουσιν οἱ Ἐμπειρικοὶ, οὐ μὴν οὐδ’ ἐκ τῆς ἐνδείξεως εὑρίσκεσθαι, ὡς οἴονται οἱ Μεθοδικοὶ, ἀλλ’ ἃ μὲν ἐκ τηρήσεως εὑρίσκεσθαι, ὡς τὰ θανάσιμα καὶ ἰοβόλα, ἃ δ’ ἐξ ἐνδείξεως, ἐφ’ ὧν τὰ αἴτια εὑρίσκεται. ὁμογνωμονοῦσι τοίνυν οἱ Μεθοδικοὶ τοῖς Λογικοῖς, καθ’ ὅσον οἴονται ἐξ ἐνδείξεως τὸ συμφέρον λαμβάνεσθαι· ᾗ δὲ ἀπὸ διαφερόντων, διαφωνοῦσιν. οἱ μὲν γὰρ Μεθοδικοὶ ἀπὸ φαινομένων τινῶν ἐνδεικνύμενα οἴονται τὰ συμφέροντα λαμβάνεσθαι· οἱ δὲ Λογικοὶ, ἀπὸ φαινομένων μὲν οὐδαμῶς, ἀπὸ δὲ κεκρυμμένων. ἐπεὶ γὰρ ἀπὸ αἰτίων τὰς ἐνδείξεις ἀξιοῦσι γίνεσθαι, τὰ δ’ αἴτια, ᾗ αἴτιά ἐστιν, οὐ φαίνεται, δῆλον ὡς οὐκ ἀπὸ φαινομένων αὐτοῖς αἱ ἐνδείξεις γένοιντ’ ἂν, ὁδηγεῖν τέ φασι τὰ φαινόμενα πρὸς τὴν τῶν ἐπιδείκνυσθαι δυναμένων κατάληψιν. κατ’ αὐτὸ οὖν πάλιν συμφωνοῦσιν οἱ Ἐμπειρικοὶ τοῖς Λογικοῖς, ἀπὸ μηδενὸς φαινομένου τοῦ συμφέροντος ἔνδειξιν γίγνεσθαι λέγοντες. ἕτερον δὲ κοινὸν τοῦτο καὶ ὁμολογούμενον ἅπασιν ἰατροῖς, τὸ τὰ φαινόμενα εὔχρηστα εἶναι. οἱ μὲν Ἐμπειρικοὶ ἐπὶ τὸ τηρῆσαι τὰ ἐπὶ τοῖς φαινομένοις φασὶν εὔχρηστα ὑπάρχειν τὰ φαινόμενα, διὰ τὸ εἶναι τήρησιν ἐπί τισιν αὐτῶν, καὶ ὅτι ἐστὶν ἐξ αὐτῶν τὰ ἐνδείκνυσθαι δυνάμενα καταλαβεῖν. οἱ δὲ Μεθοδικοὶ ὡς ὄντα συμφέροντα τὰ φαινόμενα εὔχρηστα εἶναι φασιν. πάλιν ἐνταῦθα κοινὸν μὲν Ἐμπειρικοῖς καὶ Μεθοδικοῖς τὸ μὴ κεκρυμμένον ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, ἀφ’ οὗ τὴν ἔνδειξιν τῶν συμφερόντων γίγνεσθαι. τῶν δ’ Ἐμπειρικῶν πρὸς τοὺς Λογικοὺς κοινόν ἐστι τὸ ἐπὶ τοῖς φαινομένοις τὰ συμφέροντα τηρεῖν. τοῖς δὲ Λογικοῖς καὶ Μεθοδικοῖς κοινὸν τὸ ἐπὶ τοῖς φαινομένοις χρήσιμα καταλαμβάνεσθαι. οἱ μὲν οὖν Μεθοδικοὶ αὐτό φασι τὸ συμφέρον ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, οἱ δὲ Λογικοὶ τὰ ἐνδείκνυσθαι τὸ συμφέρον δυνάμενα ἐκ τῶν φαινομένων φασὶν εὑρίσκεσθαι, συμφέρον δὲ μηδέν. πρὸς δὲ τοὺς οἰομένους ἐκ τῶν προδήλων αἰτιῶν συμφέρον εὑρίσκεσθαί τι ὡς ἐπὶ τοῦ σκόλοπος, ῥητέον, ὅτι οὐχ ὡς ἀπὸ τῶν φαινομένων, ἀλλ’ ὡς ἀπὸ αἰτιῶν εὑρίσκεσθαι τὸ συμφέρον ἐπὶ τούτων. τὸ δ’ αἴτιον, ᾗ αἴτιόν ἐστιν, οὐ φαίνεται, ἀλλ’ ἐκ τῶν συμπτωμάτων καταλαμβάνεται. ἐὰν γοῦν τῇ ἐπιφανείᾳ προσκείμενον ψαμμίον ἢ σκολόπιον μὴ λυπῇ, μηδ’ εἰς αἴσθησιν ἡμᾶς ἄγῃ, οὐ καταλαμβάνομεν. οὐ γάρ ἐστιν αἴτιόν τινος ὅ τι δὴ ποιοῦν. ὅ τι μέν ἐστιν αἴτιον, φαίνεται ὡς αἴτιον. τὰ γὰρ πρός τί πως ἔχοντα, καθ’ ὃ πρός τί πως ἔχει, οὐ φαίνονται· αὐτὰ δὲ τὰ πρός τι φαίνεται, οἷον πατὴρ, δοῦλος, ἀδελφὸς, καὶ τὰ τοιαῦτα, αὐτὰ μὲν ἕκαστα φαίνεται, αἱ δὲ πρὸς ἕτερα σχέσεις αὐτῶν οὐ φαίνονται. Ἐπεὶ τοίνυν τά τε κριτήρια παραδεδώκαμεν τῶν λόγων, καὶ τὰ κοινὰ καὶ ἴδια τῶν αἱρέσεων ἐπεληλύθαμεν, ἑξῆς ἀναγκαῖον ἂν εἴη τὴν ἐπίκρισιν ἑκάστης τῶν αἱρέσεων ποιήσασθαι, ἔπειθ’ οὕτως τῇ ὑγιεῖ δόξῃ προσθέσθαι. οἱ μὲν οὖν Ἐμπειρικοὶ καὶ Μεθοδικοὶ ἀντιλέγοντες τοῖς Λογικοῖς ἄχρηστόν φασιν εἶναι τὴν τῶν κεκρυμμένων κατάληψιν· μηδὲν γὰρ ἀπὸ κεκρυμμένων χρήσιμον εὑρίσκεσθαι. πρὸς τοῦτο δὲ ἀπαντῶσιν οἱ Λογικοὶ ἰδίως πρὸς ἑκατέραν αἵρεσιν· καὶ πρῶτόν γε πρὸς τοὺς Ἐμπειρικούς φασιν, ὅτι οὐκ ἐπαρκεῖ τὰ φαινόμενα πρὸς τὸ τηρῆσαι ἐπ’ αὐτοῖς τὰ συμφέροντα· χρεία γὰρ καὶ τῶν κεκρυμμένων· ἀπὸ γὰρ τούτων αἱ τῶν συμφερόντων ἐνδείξεις γίνονται. τεκμήριον δὲ, (αὐτοὶ γὰρ ὑμεῖς οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις τηρεῖτε, ἀλλ’ ἐπί τισιν) ὡς ἂν πλέον τι ἐχόντων τῶν φαινομένων, ἐφ’ οἷς τηρεῖν χρὴ, ὃ οὐ φαίνεται. εἰ δὲ τοῦτο, εὔχρηστα ἂν εἴη τὰ κεκρυμμένα. τὰ οὖν φαινόμενα, ἤτοι ὡς φαινόμενα πρὸς εὕρεσιν τῶν συμφερόντων λαμβάνεται καὶ πάντα ἔσται χρήσιμα, ἢ οὔ. τὸ μὲν οὖν πάντα λέγειν χρήσιμα εἶναι, ἀπίθανον. εἰ δὲ μὴ πάντα ἐστὶ χρήσιμα, ἀνάγκη τοῦ φαίνεσθαι πλέον τι τὰ χρήσιμα ἔχειν, ὅπερ οὐκ αἰσθήσεώς ἐστι καταλαμβάνειν, ἀλλὰ λόγου. τῷ δὲ λόγῳ τὰ κεκρυμμένα καταλαμβάνεται, χρήσιμος ἄρα λόγος, καὶ τὰ κεκρυμμένα. εἰ γὰρ τὰ φαινόμενα, ᾗ φαινόμενά ἐστι, μὴ διαφέρει ἀλλήλων δηλονότι, ἢ ὁμοίως ἅπαντα πρὸς τήρησιν, ὃ καὶ ἐφ’ ἑαυτοῖς, χρησιμεύει, ὥστε καὶ ἐπὶ τοῖς ἐλαχίστοις, τοῖς τε παρεληλυθόσι καὶ τοῖς ἐνεστῶσιν εἴη ἂν, εἰ τοῦτο ἀδύνατον. πῶς γὰρ ἂν ἐπὶ τῇ στρωμνῇ, καὶ τῇ κλίνῃ, ἐφ’ ᾗ κατεκλίθη ὁ νοσῶν, καὶ τοῖς ὁμοίοις, τήρησίς τις; φανερὸν οὖν, ὡς οὐκ ἐπὶ τοῖς φαινομένοις, ὡς φαινόμενά ἐστιν, ἡ τήρησις γίγνεται. ὁμοίως γὰρ ἂν ἐπὶ πᾶσιν ἐγίνετο, ἀλλ’ ἐφ’ ἑτέρῳ τινὶ, ὃ οὐ φαίνεται. εἰ δὲ τοῦτο, χρήσιμα ἂν εἴη τὰ κεκρυμμένα. ἀλλὰ καὶ πόθεν, φασὶ, καταλαμβάνεται, ὅτι ἐπὶ μὲν τοῖσδέ τισι τοῖς φαινομένοις δυνατόν ἐστι τηρεῖν, ἐπὶ δὲ τοῖσδ’ οὐκ ἔτι; οὐ ῥᾴδιον γὰρ τοῦτο ἀπ’ αὐτῶν τῶν φαινομένων, καθ’ ὅσον φαίνεται, ἐστὶν εἰδέναι. πάντες γὰρ ἂν ἐγίνωσκον καὶ οἱ ἰδιῶται, ἐφ’ οἷς φαινομένοις χρὴ τὴν τήρησιν ποιεῖσθαι, καὶ οὐδὲν διέφερεν ὑμῶν ἡ ἐμπειρία τῆς τῶν ἰδιωτῶν ἀπειρίας. εἰ δὲ μὴ προσπίπτει πᾶσιν, ἐφ’ οἷς φαινομένοις δεῖ τὰς τηρήσεις ποιῆσαι, μόνοις δὲ τοῖς τεχνίταις καταληπτόν ἐστι τοῦτο, τὰ συμφέροντα ἐπὶ τοῖς φαινομένοις, οὐχ ὡς φαινόμενά ἐστι, τηρεῖται. ὅτι γὰρ τόδε μὲν τὸ φαινόμενον, ἐφ’ οὗ τηρεῖν ἐστι, τόδε οὐκ ἔτι φαίνεται, ἀλλὰ κέκρυπται. χρήσιμον δὲ πάνυ ἐστὶ τοῦτο εἰδέναι, διόπερ χρήσιμά ἐστι τὰ κεκρυμμένα. πρὸς δὲ τοῖς εἰρημένοις, ἐπειδήπερ οἱ Ἐμπειρικοὶ λέγουσιν ἐπὶ τοῖσδε τοῖς προγεγενημένοις καὶ τοῖσδε τοῖς ἐνεστῶσι δεῖν τὰς τηρήσεις ποιεῖσθαι. διὰ τοῦτο γάρ τοι καὶ πολυπραγμονοῦσι τὰ παρεληλυθότα. ἄπειρα δὲ ἐστι καὶ τὰ παρόντα, ἐπ’ ἀπείροις δὲ τηρεῖν οὐ δυνατὸν, δηλονότι ἀδύνατον ἂν εἴη ἡ τοιαύτη τήρησις. πρὸς δὲ τοὺς Μεθοδικοὺς τὰ φαινόμενα ἐνδεικτικὰ τῶν συμφερόντων εἶναι οἰομένους ταῦτα λέγουσιν οἱ Λογικοί. τὰ φαινόμενα ἐξ ἑαυτῶν ἐστι καταληπτὰ, καὶ τοῖς ἰδιώταις οὖν φανεῖται. ἐπειδὴ δὲ καὶ ἐνδείκνυνται αἱ κοινότητες, συμπροσπίπτει δὲ τοῖς ἐνδεικνυμένοις τὰ ἐξ αὐτῶν λαμβανόμενα, δηλονότι τοῖς ἰδιώταις ἐνδείξονται αἱ κοινότητες, καὶ οὐδὲν τῶν ἰδιωτῶν διοίσετε. ὅτι δ’ ἀπὸ τῶν παθῶν ἡ ἔνδειξις τῶν συμφερόντων οὐ γίγνεται, διὰ τούτων ἐστὶν ἐπιδεῖξαι. τοῦ αὐτοῦ πάθους, οἷον φλεγμονῆς περὶ διαφέροντας τόπους ὑπαρχούσης, οἷον περὶ ὀφθαλμοὺς, ἢ ἧπαρ, ἢ στόμαχον, οὐ τῆς αὐτῆς θεραπείας, ἀλλὰ διαφόρων δέονται. ὀφθαλμῷ μὲν γὰρ φλεγμαίνοντι ὄπιόν ἐστι κατ’ ἄλληλα, στομάχῳ δὲ καὶ ἥπατι ἄλλο τι. τὸ δ’ ἔλαιον τῷ ὀφθαλμῷ κακωτικὸν, τὰ δ’ ἄλλα μέρη φλεγμαίνοντα παρηγορεῖ. δῆλον οὖν, ὅτι οὐκ ἀπὸ τῶν παθῶν συμφέροντα λαμβάνεται. τὸ γὰρ αὐτὸ ἐπὶ πάντων παρελαμβάνετο ἂν βοήθημα, τοῦ αὐτοῦ πάθους ὄντος, εἴπερ τὸ πάθος ἐνδεικτικὸν ἐγίνετο τῶν συμφερόντων. ἔστι δὲ καὶ οὕτως ἀνασκευάσαι τὸ ἀρέσκον τῷ Μεθοδικῷ· τοῦ αὐτοῦ πάθους περὶ τὸν αὐτὸν ὄντος τόπον, περὶ τὴν διαφορὰν τῆς αἰτίας διαφόρου θεραπείας οἱ ἄνθρωποι δέονται, οἷον ἐπὶ ἰσχουρίας. ἐὰν μὲν γὰρ ᾖ λίθος, λιθοτόμῳ χρώμεθα· ἐὰν δὲ πλῆθος οὔρου, καθετῆρι· ἐὰν δὲ φλεγμονὴ, καταπλάσματι. εἰ δ’ ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων ἐγίνοντο, ἑνὸς ὑποκειμένου πάθους, μία ἂν καὶ ἡ αὐτὴ θεραπεία παρελαμβάνετο. οὐ παραλαμβάνεται δὲ μία θεραπεία τοῦ αὐτοῦ πάθους ὑποκειμένου, οὐκ ἄρα ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων γίνονται. Τούτων δὲ κεφαλαιῶδες τῶν νῦν ἐκτεθέντων, χρήσιμον ἂν εἴη ὑπογράψαι, τί ἐστιν ἔνδειξις, καὶ πῶς ἀπὸ ἐνδείξεως τὸ χρήσιμον καταλαμβάνεται· καὶ τί τήρησις, καὶ ὅπως ἀπὸ τηρήσεως τὰ χρήσιμα τηρεῖται· καὶ τί ἀναλογισμὸς, καὶ ὅπως ἀπὸ αὐτοῦ τὸ χρήσιμον καταλαμβάνεται. ὥσπερ τοίνυν τῶν φαινομένων τὰ μὲν ἐξ ἑαυτῶν εἰσι καταληπτὰ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν· τὰ δὲ τῇ συμπαρατηρήσει καταλαμβάνεται, ὡς τὰ διὰ σημείων γιγνωσκόμενα· οὕτω καὶ τὰ συμφέροντα μὲν ἐνδείξει καταλαμβάνεται. συμπροσπίπτει γὰρ τοῖς ἐνδεικνυμένοις τὰ συμφέροντα, καὶ οὐδενὸς λογισμοῦ χρείαν ἔχει. διὰ τοῦτο γάρ τοι καὶ τὰ ἄλογα τῶν ζώων ἀπὸ ἐγκαύσεως καὶ κρύους καὶ ἁπλῶς ἀπό πάντων βλάπτειν πεφυκότων ἀναχωρεῖ, συμπροσπίπτοντος δηλονότι τοῦ συμφέροντος. καὶ ἐπὶ σκόλοπος ἐμπεπηγότος, ἢ ἄλλου τινὸς, οὐδεὶς κατὰ λογισμὸν τὴν αἵρεσιν ποιεῖται. ὅπερ οὖν ἐπὶ τῶν ἐναργῶς συγκατατεθέντων, πᾶσιν γὰρ ὑπερβαίνουσιν ἔνδειξιν ἡ διάνοια ἡμῶν συγκατατίθεται τῷ ἐναργεῖ, τοῦτο καὶ ἐπὶ τῶν ἐξ ἐνδείξεως καταλαμβανομένων γίγνεται. σώζεται οὖν ἀναλογία τις τῇ ἐνδείξει πρὸς τὰ φαινόμενα καὶ τὰ ἐναργῆ. ὅταν γὰρ τοῖς βλάπτουσι συμπίπτῃ τὸ συμφέρον, τότε οὔτε παρατηρήσει, οὔτε λογισμῷ χρώμεθα· αὐτὰ γὰρ τὰ βλάπτοντα ἐνδείκνυται τὸ συμφέρον. ἡ δὲ τήρησις ἀναλογίαν τινα ἔχει πρὸς τὰ διὰ σημείων καταλαμβανόμενα. ὡς γὰρ ἐκεῖ τῇ συμπαρατηρήσει καταλαμβάνεσθαι λέγομεν, οὕτω κἀνταῦθα τοῦ συμφέροντος ἡ τήρησις γίγνεται. ἐπὶ γάρ τισι πλειστάκις κατὰ τὸ αὐτὸ ἀπηντηκόσιν, ἄνευ τῆς καταλήψεως τῶν ποιούντων αἰτίοιν, ἡ τοῦ συμφέροντος τήρησις γίγνεται, ὡς ἐπὶ αἱμωδίας ἡ ἀνδράχνη. οὔτε γὰρ. τὸ συνεκτικὸν αἴτιον ἐνταῦθά γε δηλοῖ, οὔτε λογισμῷ τινι τὸ συμφέρον εὕρηται ἐπὶ τῶν ὑοσκύαμον εἰληφότων, ἤ τι τοιοῦτον δηλητήριον προσενεγκαμένων, καταρχὰς μὲν ἡ θεραπεία ἔκ τε τοῦ αἰτίου καὶ τοῦ τόπου παραλαμβάνεται, ἀπορίᾳ δὲ τοῦ αἰτίου ὕστερον ἤδη τοῖς τετηρημένοις χρώμεθα. τὸν μὲν γὰρ ἔμετον ἐν ἀρχῇ παραλαμβάνομεν, τοῦ αἰτίου ἐνδεικνυμένου τὴν προαίρεσιν αὐτοῦ, καὶ τοῦ τόπου τὸν τρόπον τῆς προαιρέσεως ἐπιλαμβάνοντος. ὕστερον δὲ δὴ ἀγνοοῦντες τὴν αἰτίαν, τοῖς τετηρημένοις, οἴνῳ καὶ γάλακτι χρώμεθα. ἀναλογισμῷ δὲ τὸ χρήσιμον καταλαμβάνεται, ὅταν ἀγνοῆται μὲν ἡ αἰτία, τήρησίς τε μηδεμία ὑπάρχῃ, ὁμοιότατον δ’ ἐκ τῶν συμπτωμάτων ᾖ. ἐπὶ γὰρ τῶν τοιούτων ἀπὸ μὲν ἐνδείξεως τὸ χρήσιμον ληφθῆναι οὐ δύναται, ἀγνοεῖται γὰρ τὸ αἴτιον· τηρήσεως δὲ οὐδεμιᾶς γεγενημένης, ἀναγκαζόμεθα τῇ ὁμοιότητι τῶν συμπτωμάτων προσέχοντες μεταβαίνειν ἐπὶ τὸ ὅμοιον. ὑπὸ γὰρ αἱμόῤῥου τινὸς δηχθέντος, ἔπειτα αἱμοῤῥαγοῦντος, τὴν αἰτίαν, καθ’ ἣν τοῦτο πάσχει, μὴ εἰδότες, μηδὲ τετηρηκότες, τοῖς πρὸς τὰς ἐκ διαιρέσεως αἱμοῤῥαγίας ποιοῦσι χρώμεθα. κατὰ τοιοῦτον δή τινα λόγον οἱ Κνιδιακοὶ ἰατροὶ τοὺς ἐν πνεύμονι πύον ἔχοντας θεραπεύειν ἐπειρῶντο, τῇ τοῦ ὁμοίου μεταβάσει χρώμενοι. ἐπεὶ γὰρ πᾶν τὸ ἐν πνεύμονι ὑπάρχον διὰ βηχὸς ἀναφέρεται, ἐξέλκοντες τὴν γλῶτταν, ἐνίεσάν τι εἰς τὴν ἀρτηρίαν ὑγρὸν τὸ σφοδρὰν βῆχα κινῆσαι δυνάμενον, ἵνα διὰ τῆς ὁμοιότητος τοῦ συμπτώματος ἀνενεχθῇ τὸ πύον. ὁ γοῦν ἀναλογισμὸς γίνεται ἐπὶ τῇ τοῦ ὁμοίου μεταβάσει ἀναλογιζόμενοι γὰρ μεταβαίνομεν ἀπὸ τῶν ὁμοίων εἰς τὰ ὅμοια. οἱ δ’ Ἐμπειρικοὶ ἑτέρως, καὶ οὐχ ὡς ἡμεῖς τῇ τοῦ ὁμοίου μεταβάσει κέχρηνται. φασὶ γὰρ γίγνεσθαι τὴν τοῦ ὁμοίου μετάβασιν ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ἢ ἀπὸ παθῶν ἐπὶ πάθη. ἀπὸ μὲν βοηθημάτων ἐπὶ βοηθήματα, οὕτως. ὅταν γὰρ τὰ αὐτὰ συμπτώματα τοῖς παραλαμβανομένοις προσῇ, τότε τὴν τοῦ ὁμοίου μετάβασιν ποιούμεθα, ὡς ἀπὸ μήλου ἐπὶ μέσπιλον. ἀλλὰ ῥητέον πρὸς αὐτοὺς, ὅτι ἀδύνατός ἐστιν ἡ τοιαύτη τοῦ ὁμοίου ὑμῖν μετάβασις. πότερον γὰρ λογισμῷ χρώμενοι μεταβαίνετε ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ἢ τηρήσει; εἰ μὲν γὰρ τηρήσει, τήρησίς ἐστι τὸ γινόμενον, καὶ γινωσκόμενον, καὶ οὐχ ὁμοίου μετάβασις. εἰ δὲ λογισμῷ, ἐρωτητέον αὐτοὺς, πότερον τῇ πάντων τῶν συμπτωμάτων ὁμοιότητι προσέχοντες μεταβαίνουσιν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ἤ τινων. εἰ μὲν οὖν τῇ πάντων φήσουσιν, οὐδὲν εὑρεθήσεται κατὰ πάντων τινὶ ὅμοιον. τὰ γὰρ κατὰ μηδ’ ὁτιοῦν διαφέροντα ἀλλήλων ταὐτά ἐστι, καὶ οὐχ ὅμοια. εἰ δὲ τῇ τινων συμπτωμάτων ὁμοιότητι φήσουσιν ἀρκεῖσθαι, πότερον ταῖς κατὰ τὸ σχῆμα ἢ χρῶμα ὁμοιότησι, φήσομεν, προσέχετε, ἢ ταῖς κατὰ σκληρότητα, ἢ μαλακότητα, ἢ μᾶλλον ταῖς κατὰ γεῦσιν, ἢ κατὰ τι τοιοῦτον τὴν ὁμοιότητα κρίνετε; ἂν δ’ ἢ τῇ κατὰ γεῦσιν λέγωσιν, ἢ κατ’ ἀλλ’ ὁτιοῦν, προδήλως ὁμολογήσουσι τὰ ὠφελοῦντα, καθ’ ὅ τι ὠφελεῖ, καταλαμβάνειν. ἐξ οὗ δῆλον, ὡς καὶ τὰ βλάπτοντα, καθ’ ὅ τι βλάπτει, ἀναγκασθήσονται ὁμολογεῖν εἰδέναι. τῇ γὰρ ἐναντιότητι τῇ πρὸς τὰ βλάπτοντα τὰ ὠφελοῦντα ὠφελεῖ. εἰ τοίνυν τὸ μέσπιλον κατὰ τὸ ἐμφερῆ τῷ μήλῳ τὴν γευστὴν ἔχειν ποιότητα ἐπὶ τῶν δυσεντερικῶν αἱρεῖται, ἰστέον ὅτι τῇ κατὰ τὴν γεῦσιν ὠφελεῖ ποιότητι. καὶ ἐπεὶ αὕτη πρόδηλός ἐστι στύφουσα, συμπροσπίπτει τῇ καταλήψει ταύτῃ τὸ ἐναντίας εἶναι ποιότητος ἢ δυνάμεως τὰ βλάπτοντα. εἰ δὲ καταληπτῇ αἰτίᾳ ὑπεναντιοῦται τὰ βοηθήματα, δῆλον ὅτι καταληπτά ἐστι τὰ κεκρυμμένα, καὶ χρήσιμα γιγνώσκεσθαι.