Νῦν δὲ ἐνδείξομεν τὴν ἀρχὴν τὴν τὸ κωλῦον αὔξεσθαι μὴ ἐνδεικνυμένην, ὅπερ ἐνδείκνυσθαι νομίζουσιν οἱ Μεθοδικοί. πολλῶν γὰρ νοσημάτων ἅμα τῇ ἀρχῇ τὴν ἀκμὴν ἀπολαμβανόντων, ὡς ἀποπληξίας καὶ τῶν ὀξέων νοσημάτων, τί ἄν τις φαίη τὴν ἀρχὴν ἐν τοῖς τοιούτοις νοσήμασιν ἐνδείκνυσθαι; τὸ μὲν γὰρ κωλύσειν αὔξεσθαι οὐκ ἐνδείξεται, ἅμα γὰρ τῇ ἀρχῇ τὴν ἀκμὴν ἀπειληφέναι τὸ νόσημα λέξει, ἢ μηδὲν ἐνδείκνυσθαι τὴν ἀρχὴν ἐπὶ τοῖς τοιούτοις νοσήμασιν, ἢ ἄλλο τι, καὶ οὐχὶ τὸ κωλύειν αὔξεσθαι· μηδὲν οὖν ἐνδείκνυσθαι λέγειν γνόντα τὸν σκοπὸν, γελοιότατον. εἰ δὲ ἄλλο τι ἐνδείξεται, καὶ οὐχ ὅπερ αὐτοὶ νομίζουσιν, ἀτόπως ἔφασαν αὐτοὶ, τὴν ἀρχὴν τὸ κωλύειν αὔξεσθαι ἀπαιτεῖν. Αὕτη δὲ ἡ ἀπάτη γέγονεν αὐτοῖς ἀφ’ ἑτέρας ψευδοῦς ὑπολήψεως· νομίζοντες γὰρ, πᾶν νόσημα διὰ τῶν τεσσάρων ἀπιέναι, καὶ τοῦτο ὡς ἀληθὲς ἑαυτοῖς θέμενοι, τοῦτο ἀκόλουθον ᾠήθησαν δεῖν εἶναι τὸ τὴν ἀρχὴν τῶν νοσημάτων ἀπαιτεῖν τὴν κώλυσιν τῆς ἐπιδόσεως. καὶ τοῦτο οὖν λέληθεν αὐτοὺς, ὅτι οὐ πᾶν νόσημα καὶ ἄρχει τε καὶ ἐπιδίδωσι καὶ ἀκμάζει καὶ παρακμάζει. τὰ μὲν γὰρ ὀξέα τῶν νοσημάτων, ὡς ἡ ἀποπληξία, ἅμα τῇ προσβολῇ τὴν ἀκμὴν ἀπολαμβάνει. καὶ τὰ κρινόμενα δὲ τῶν νοσημάτων ἕνα καιρὸν τὴν παρακμὴν ἀποτέμνεται. αἱ γὰρ κρίσεις περὶ τὴν ἀκμὴν λύουσι τὰ νοσήματα, ἔτι ἐπὶ τὸ μεῖζον ἐπιδιδόντα· καὶ διὰ βοηθημάτων ἐστὶν ἐν ἀρχῇ λῦσαι τὸ νόσημα, καὶ ὑποτέμνεσθαι τοὺς λοιποὺς καιροὺς τῶν νοσημάτων. εἰ τοίνυν ἐστὶν ἐν ἀρχῇ κενῶσαί τε τὸ νόσημα, καὶ λῦσαι διὰ βοηθημάτων, διὰ τί ποτε τὴν ἀρχὴν τὸ κωλύειν αὔξεσθαι οἴδασιν ἐνδείκνυσθαι, καὶ οὐχὶ τὴν μείωσιν μᾶλλον ἢ τὴν ἀναίρεσιν; ἐὰν δὲ λέγωσιν, τὴν μείωσιν καὶ τὴν ἀναίρεσιν τῶν νοσημάτων ἐνδείκνυσθαι μὴ τὴν ἀρχὴν, ἀλλὰ τὴν διάθεσιν, διὰ τί οὖν, φήσομεν πρὸς αὐτοὺς, οὐχ ὅπερ ἡ διάθεσις, ἀλλ’ ὅπερ ἡ ἀρχὴ ἐνδείκνυται, παραλαμβάνετε; διὰ γὰρ τὸ ὑπὸ τῆς διαθέσεως ἀπαιτούμενον καὶ τὸ ὑπὸ τῆς ἀρχῆς ἐνδεικνύμενον γίνεται. ὁ γὰρ μειῶν ἢ ἀναιρῶν τὴν νόσον, καὶ τὴν ἐπίδοσιν κωλύει γίνεσθαι. ἀλλ’ ἴσως φήσουσιν, ὅτι προσεχεστέρα ἡ τῆς ἀρχῆς οὖσα κοινότης ἀναγκάζει ἡμᾶς, ὅπερ αὐτὴ ἐνδείκνυται, παραλαμβάνειν, προσεχῶς τὸ ποιητέον ὑπαγορεύουσα· ἡ δὲ διάθεσις τὸ δεῖν ἀναιρεῖν τὰς νόσους ἀπαιτοῦσα, δι’ ὧν χρὴ τοῦτο ποιεῖν, οὐκ ἐνδείκνυται· δι’ ὧν δὲ χρὴ κωλύειν τὴν ἐπὶ μέρους, ὧν τὸ κωλύειν αὔξεσθαι ἐνδείκνυται, ἢ τὸ δι’ ὧν, ἐξ ἑτέρων λαμβάνεται, κατὰ ταῦτα δὲ καὶ ἡ διάθεσις τὴν ἀναίρεσιν μόνον ἐνδείκνυται τῶν νοσημάτων· τὸ δὲ δι’ ὧν χρὴ τοῦτο ποιεῖν ἐξ ἑτέρου, ὡς ἔοικε, δεῖ λαβεῖν. διὸ κρεῖττόν ἐστι μὴ τῇ ἀρχῇ, ἀλλὰ καὶ τῇ διαθέσει χρῆσθαι σκοπῷ. ἔπειτα κἀκεῖνο πρὸς αὐτοὺς ῥητέον, ὅτι φαίνεται καθ’ ἡμᾶς πᾶσα ἀρχὴ ἐπιπλοκή τις εἶναι. δύο γὰρ κοινότητες εἰς ταὐτὸν συνέρχονται, ἥ τε ἀρχὴ καὶ ἡ διάθεσις, καὶ ἑκατέρα τῶν κοινοτήτων διάφορόν τι ἐνδείκνυται, προσεχεστέρα δὲ καὶ ἀναγκαιοτέρα κοινότης ὑμῖν εἶναι δοκεῖ μᾶλλον ἡ ἀρχὴ, διότι ταύτῃ προσέχετε. δῆλον οὖν ἐκ τούτων, ὅτι τὰ πάθῃ πάντα κοινοτήτων εἰσὶν ἐπιπλοκαί. πᾶσα γὰρ διάθεσις ἔν τινι καιρῷ γίνεται. κοινότης οὖν οὐχ ὁ καιρὸς μόνον, ἀλλὰ καὶ ἡ διάθεσις. κακῶς οὖν ποιεῖτε, μίαν ἐπιπλοκὴν νομίζοντες εἶναι τὴν τῶν παθῶν, καὶ μὴ πάντα τὰ πάθη ἐπιπλοκὰς εἶναι λέγοντες. Ἔτι καὶ τοῦτο τὸ δόγμα τῶν Μεθοδικῶν εὔηθές ἐστιν, τὸ δεῖν ἀεὶ κατ’ ἀρχὰς τῶν νοσημάτων τοῖς στέλλουσι κεχρῆσθαι· τὴν δὲ αἰτίαν ἐντεῦθεν εἴληφε τὸ δόγμα. πολλαὶ φλεγμοναὶ διὰ τῶν στελλόντων κατ’ ἀρχὰς καὶ ἀποκρουομένων καθίστανται. πᾶσα δὲ φλεγμονὴ κατ’ αὐτοὺς στέγνωσίς ἐστι. ἄτοπον οὖν ἐφαίνετο εἶναι τὸ τὰ ἐστεγνωμένα διὰ τῶν πυκνούντων καθίστασθαι. καὶ ἡμῶν λεγόντων διὰ τῆς τῶν λυπούντων ἀποκρούσεως τὴν ἀποκατάστασιν γίνεσθαι τῶν φαινομένων, ἀποβλέψαι μὴ δυνάμενοι πάμπαν φασὶ δεῖν τὴν ἀρχὴν διὰ τῶν στελλόντων ἄγειν. οὐκ ἀποκρουόμεθα γὰρ τὰ αἴτια, ἀλλ’ ἵνα δυσπαθῆ κατασκευάσωμεν τὰ σώματα. ἡ γὰρ συστολὴ, φασὶ, καὶ ἡ σφίγξις τῶν σωμάτων, δυσπαθέστερα τὰ σώματα κατασκευάζουσα, κωλύει ἅψασθαι τὰ νοσήματα. οὐ γὰρ διὰ μειώσεως τῶν νοσημάτων μόνον κωλύεται, φασὶν, ἡ ἐπίδοσις, ἀλλὰ καὶ διὰ δυσπάθειαν τῶν σωμάτων. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι ἀδύνατον διὰ συναυξήσεως τῶν βλαπτόντων δυσπαθῆ κατασκευάσαι τὰ σώματα, ἄλλως τε πρὸ τοῦ νοσεῖν χρὴ δυσπάθειαν τοῖς σώμασι περιποιεῖν. εἰς γὰρ τὸ μὴ γίνεσθαι νόσον, τῆς δυσπαθείας δεόμεθα. πεπονθότων δὲ τῶν σωμάτων, ἀναίρεσιν δεῖ ποιεῖσθαι τῶν διατιθέντων. ἐπειδὴ δὲ ἡ στεγνὴ διάθεσις πύκνωσίς ἐστι καὶ δυσδιαφορησία τῶν σωμάτων, τὰ δὲ στέλλοντα πυκνοῖ τὴν ἐπιφάνειαν, καὶ δυσδιαφόρητον ἀπεργάζεται, δῆλον ὡς συνεργήσει μᾶλλον τῇ ἐπιδόσει τῶν στεγνουμένων τὰ στέλλοντα, ἤπερ ἐναντιωθήσεται. καὶ ὅπερ τὸ πάθος ἐν τοῖς οἰκείοις καιροῖς μέγεθος ἂν ἀπειλήφει, τοῦτο ἐν ἀρχῇ διὰ τῶν βοηθημάτων παραγίνεται. φαίνονται δὲ καὶ τὸ ἐναντίον τῷ ὑπὸ τῆς ἀρχῆς ἀπαιτουμένῳ παραλαμβάνοντες. ἡ μὲν γὰρ ἀρχὴ τὸ κωλῦον αὔξεσθαι ἐνδείκνυται, ἡ δὲ ποιότης τῶν προσαγομένων τῇ ἐπιδόσει συνεργεῖν ἔοικε. δυοῖν θάτερον, ἢ τῇ ἀρχῇ ὡς κακῶς ἐνδεικνυμένῃ προσεκτέον, ἤ ἡ ποιότης τῶν προσαγομένων οὐκ ἐπ’ ἀγαθῷ προσάγεται. Τὸ μὲν τοίνυν ἐπ’ ὠφελείᾳ κατὰ τὰς ἀρχὰς τῶν φλεγμονῶν τὰ στέλλοντα προσάγεσθαι, πᾶς ἂν τις ὁμολογήσειεν· ἄξιον δὲ ζητῆσαι παρ’ αὐτῶν τοῦ γενομένου τὴν αἰτίαν. τὸ μὲν γὰρ δυσπάθειαν λέγειν ἐκ τῶν στελλόντων παραγίνεσθαι, γελοῖόν ἐστιν, ὡς ὑπεδείξαμεν. μαθέτωσαν δὲ παρ’ ἡμῶν, ὅτι τῇ ἀποκρούσει τῶν λυπούντων καὶ μεταγωγῇ εἰς ἑτέρους ἀπαθεῖς τόπους μειοῖ καὶ λύει τὰς νόσους τὰ στέλλοντα τῶν βοηθημάτων. ἔτι καὶ τοῦτο ῥητέον πρὸς τὸ τὴν ἀρχὴν μὴ ἐνδείκνυσθαι τὰ κωλυτικὰ τῆς αὐτῶν αὐξήσεως βοηθήματα. ταῦτα δὲ κατ’ αὐτούς· ἢν τὰ στέλλοντα αἱ ἀρχαὶ τῶν νοσημάτων, ἤτοι ποιότητά τινα κέκτηνται, ἢ οὔ. τὸ μὲν οὖν λέγειν, ἀποίους εἶναι τὰς ἀρχὰς τῶν νοσημάτων, γελοῖον· οὐ γὰρ ἂν εἰς αἴσθησιν παραγένοιντο, εἰ μὴ εἶχον ποιότητα. ἤτοι οὖν ἡ τῶν ἀρχῶν ποιότης ἑτέρα ἐστὶ παρ’ ἑκάστην τῶν διαθέσεων, ἢ ἑκάστης ἀρχῆς ποιότης ἀδιάφορος τῆς κατ’ αὐτὴν διαθέσεως. εἰ μὲν οὖν ἑτέρα ἐστὶ τῶν ἀρχῶν ποιότης, ἀναφαίνεταί τις αὕτη τοῦ πάθους ἑτέρα κοινότης, ἣν ἐκεῖνοι παρῆκαν· εἰ δ’ ἡ αὐτή ἐστιν ἑκατέρας τῆς ἀρχῆς ποιότης, ἥπερ καὶ τῆς κατ’ αὐτὴν διαθέσεως, διὰ τί μὴ ἐν ἀρχῇ τῶν νοσημάτων πρὸς μὲν τὴν στέγνωσιν τῇ χαλώσῃ ἀγωγῇ, πρὸς δὲ τὴν ῥύσιν τῇ στελλούσῃ χρησόμεθα; ἄλογον γὰρ πρὸς τὴν ἀρχὴν ἑτέρως ἡμᾶς ἵστασθαι, ὡς οὐ τὴν αὐτὴν ποιότητα κεκτημένην τῇ διαθέσει, ἧσπερ ἀρχή ἐστιν. Ὅτι δὲ γελοῖόν ἐστιν οἴεσθαι ἐκ τῆς σταλτικῆς ἀγωγῆς δυσπάθειαν τοῖς σώμασι παραγίνεσθαι, δι’ ἧς πυκνοῦται καὶ στέλλεται τὰ σώματα, ἐντεῦθεν ἄν τις μάθοι. εἰ ἡ πύκνωσις καὶ ἡ συστολὴ καὶ ἡ σκληρότης τῶν σωμάτων δυσπαθείας ἦν αἰτία, οἱ φλεγμαίνοντες καὶ ἐσκιῤῥωμένοι καὶ τὸ δέρμα σκληρὸν καὶ περιτεταμένον ὑπὸ τῆς ἐσχάτης ἐνδείας ἔχοντες δυσπαθέστεροι ἂν ἦσαν τῶν ὑγιαινόντων. οἱ γὰρ ὑγιαίνοντες μαλακώτερα καὶ ἀραιότερα τὰ σώματα ἔχουσι, καὶ μᾶλλόν γε, ὅσον ἂν ὑγιαίνωσιν. ἔτι εἰ τῇ σκληρότητι ἡ δυσπάθεια ἐκρίνετο, τοὺς γέροντας σκληρότερα τὰ σώματα τῶν παίδων ἔχοντας δυσπαθεστέρους ἔδει νομίζεσθαι. εἰ γὰρ, ἥνπερ οἱ Μεθοδικοὶ ἐκ τέχνης δυσπάθειάν φασι περιποιεῖν, ταύτην ἐκ φύσεως ἔχουσι, πῶς οὐκ εὔλογον ἦν δυσπαθεστέρους εἶναι τῶν νέων;