Ἐπεὶ οὖν ὡς ἐν κεφαλαίῳ ἀντειρήκαμεν τοῖς Ἐμπειρικοῖς, ἑξῆς πρὸς τοὺς Μεθοδικοὺς ῥητέον. χρὴ δὲ τὸν ἀντιλέγοντα αὐτοῖς τὰ μὲν κοινὰ τῶν αἱρέσεων συγχωρεῖν, τὸ δὲ διαλλάττον ἐκείνων ἀναιρεῖν. οἱ μὲν οὖν Ἐμπειρικοὶ τὸ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνεσθαι πειράσονται ἀδύνατον ἀποφαίνειν, ἀντιλέγοντες τοῖς Μεθοδικοῖς· ἡμεῖς δὲ τὸ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνειν δυνατὸν εἶναι συγχωρήσομεν. τὸ μέντοι ἀπὸ φαινομένων τὴν ἔνδειξιν γίγνεσθαι οὐκ ἔτι συγχωρήσομεν αὐτοῖς. ἔτι κἀκεῖνο συγχωρήσομεν τοῖς Μεθοδικοῖς, τὸ ἀπὸ συμπτωμάτων, μήθ’ ἑνὸς, μήτε πλειόνων ἔνδειξιν γίγνεσθαι. ἐκεῖνο δὲ οὐκ ἔτι συγχωρήσομεν, τὸ παντάπασιν ἄχρηστ’ εἶναι τὰ συμπτώματα. δοκεῖ γὰρ ἡμῖν πολλάκις δηλωτικὰ γίγνεσθαι τὰ συμπτώματα τῶν τὸ συμφέρον ἐνδείξασθαι δυναμένων, εἰς δὲ ἔνδειξιν παντάπασιν ἄχρηστ’ εἶναι τὰ συμπτώματα. τοιούτους τινὰς οἱ Μεθοδικοὶ προφέρονται λόγους. φασὶ γὰρ, ὅτι, τῶν αὐτῶν συμπτωμάτων ὄντων, διαφερόντων δὲ τῶν παθῶν, ἐφ’ οἷς τὰ συμπτώματα, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα, οἶον ἐπὶ φρενίτιδος, τῆς τε κατὰ στέγνωσιν, τῆς τε κατὰ ῥοῶδες. καὶ πάλιν τῶν αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν συμπτωμάτων, τῇ αὐτῇ θεραπείᾳ, φασὶ, χρώμεθα, ὡς ἐπὶ πλευρίτιδος καὶ φρενίτιδος, ἐὰν ἀμφότερα κατὰ στέγνωσιν τὰ πάθη ὑπάρχῃ. ἐπεὶ οὖν καὶ τῶν αὐτῶν συμπτωμάτων ὄντων διαφερούσῃ ἀγωγῇ χρώμεθα, καὶ διαφερόντων, ἔστιν ὅτε τῇ αὐτῇ, διὰ τοῦτο ἄχρηστα παντάπασιν εἶναι πρὸς θεραπείαν τὰ συμπτώματα. ἀναιρουμένων γὰρ τῶν παθῶν, συναναιρεῖται καὶ τὰ συμπτώματα, καὶ συνισταμένων, συνίσταται. καὶ διὰ τοῦτο τὰ μὲν πάθη χρήσιμα εἶναί φασιν, ἐφ’ οἷς συνισταμένοις ταῦτα γίνεται, καὶ λυομένοις λύεται· τὰ δὲ συμπτώματα ἄχρηστα, οὐδεμίαν ἰσχὺν ἐπὶ αὐτῶν ἔχονται. εἰ δὲ καὶ ἐνδεικνύναι φασὶ τὰ συμπτώματα, οὐδὲν συμφέρον, ἀλλὰ βλαβερόν τι μᾶλλον ἐνδείκνυται, ὡς ὁ πυρετὸς τὸ ψύχειν, ἢ νὴ Δία γε προσφέρειν ποτὸν, ἢ ἐπιθυμία οἴνου καὶ βαλανείου, τὸ διδόναι οἶνον, καὶ εἰς βαλανεῖον ἀπάγειν. ἐπεὶ οὖν τὰ μὲν συμπτώματα ἤτοι οὐδὲν ἐνδείκνυται, ἢ οὐδὲν τὸ χρήσιμον, ἀλλὰ καὶ μᾶλλον ἐπιβλαβὲς, διὰ τοῦτο τὰ μὲν συμπτώματα, φασὶ, διωθούμεθα, τὰ δὲ πάθη. ὡς τὸ συμφέρον ἐνδείξασθαι δυνάμενα, προσιέμεθα. ἐρωτῶσι δὲ καὶ τοιούτους τινὰς λόγους πρὸς ἔνδειξιν τοῦ μὴ εἶναι τὰ συμπτώματα τῶν συμφερόντων. εἰ τὸ αὐτὸ ἐναντίον οὐκ ἐνδείκνυται, οἱ δὲ δυσφοροῦντες ἐπὶ στεγνώσει καὶ ῥύσει τῶν ἐναντίων δέονται· ἀπὸ δυσφορίας ἔνδειξις τῶν συμφερόντων οὐ γίνεται. ἀναστρέψαι δὲ πρὸς αὐτούς ἐστι τοῦτον τὸν λόγον, καὶ δεῖξαι, ὅτι οὐδὲ πάθος ἐνδείκνυται οὕτως. εἰ οἱ στεγνούμενοι τὸ σῶμα ὑπὸ κρύους καὶ διαφθορᾶς διαφόρων δέονται, τὸ δ’ αὐτὸ διαφόρων ἐνδεικτικὸν οὐ γίνεται, οὐχ ὑποδείκνυσιν ἡ στέγνωσις τὸ συμφέρον. ἄλλως ἐρωτῶσιν οὕτως οἱ Μεθοδικοί. εἰ τὰ διάφορα τὸ αὐτὸ οὐκ ἐνδείκνυται, οἱ δὲ πυρέσσοντες καὶ βήσσοντες τὸ αὐτὸ ἔστιν ὅτε ἐνδείκνυνται, ἀπὸ πυρετοῦ καὶ βηχὸς ἔνδειξις οὐ γίνεται. ἡμεῖς δὲ οὕτως ἀναστρέψομεν. εἰ καὶ οἱ στρεβλούμενοι καὶ χαλώμενοι ὑπὸ χολῆς τῶν αὐτῶν δέονται, τὰ δὲ διάφορα τὸ αὐτὸ οὐκ ἐνδείκνυται, ὑπὸ στεγνώσεως καὶ ῥύσεως τὸ συμφέρον οὐχ ὑποδείκνυται. τοιαῦτα μὲν οὖν τινα πρὸς τὸ ἄχρηστα ἐπιδεῖξαι τὰ συμπτώματα προφέρονται οἱ Μεθοδικοί. Ἡμεῖς δὲ πρῶτον μὲν ἐπιδείξομεν, ὅτι δι’ ὧν πράττουσιν αὐτοὶ, ὁμολογοῦσιν μὴ εἶναι ἄχρηστα παντάπασι τὰ συμπτώματα. τὴν δὲ χρείαν, ἣν παρέχεται τὰ συμπτώματα, προηγουμένως ἐν τῇ ἐκθέσει τῆς Λογικῆς αἱρέσεως ὑποδείξομεν. ὅτι τοίνυν χρήσιμα πρὸς θεραπείαν τὰ συμπτώματα νομίζουσιν εἶναι οἱ Μεθοδικοὶ, ἐκ τῶνδ’ ἂν γένοιτο δῆλον. ἀξιοῦσιν αὐτοὶ τοὺς ὁπωσοῦν παραπαίοντας ἐν σκότῳ κατακλίνειν, ἐάν τε διὰ ῥύσιν, ἐάν τε διὰ στέγνωσιν παραπαίωσιν. τὸ γὰρ φῶς οἴονται παραύξειν τὴν παρακοπήν. τοὺς δὲ ληθαργικοὺς οὐκ ἐν αὐτῷ κατακλίνειν φασὶ δεῖν, ἐάν τε διὰ στέγνωσιν, ἐάν τε διὰ ῥύσιν καταφέρωνται. τὸ γὰρ σκότος οἴονται συλλαμβάνειν τῇ καταφορᾷ. πῶς ποτ’ οὖν, φαμὲν, εἰ μηδὲν ἐνδείκνυται τὰ συμπτώματα, τοὺς διὰ στέγνωσιν παραπαίοντας ἐν σκότει κατακλίνετε, τοῦ σκότους ἐπιτείνοντος τὴν στέγνωσιν; καὶ πάλιν τοὺς διὰ ῥύσιν ληθαργικοὺς ἐν αὐγῇ, ὑπὸ ταύτης ἐπιτεινομένης τῆς ῥύσεως. ἐπὶ γὰρ τῶν τοιούτων ἀμελεῖν μὲν ἐοίκασι παντάπασι τῶν παθῶν, προσέχειν δὲ ψιλοῖς τοῖς συμπτώμασι. πῶς οὖν εἴη ἂν ἄχρηστα, ἅγε τοσαύτην φαίνεται ἰσχὺν ἔχοντα, ὥστε καὶ ἀμελεῖν ἀναγκάζει τῶν ὑποκειμένων σκοπῶν, καὶ οὐ μόνον ἀμελεῖν, ἀλλὰ καὶ τοὐναντίον πράττειν τῶν ἀπὸ τῶν σκοπῶν ἐνδεικνυμένων; ἡ μὲν γὰρ στέγνωσις χαλᾷν ἐνδείκνυται· οἱ δ’ εἰς τὸ σκότος παραπαίοντας συγκλείοντες οὐ χαλῶσι, στεγνῶσι δὲ τὸ ἐναντίον, καὶ τῆς ῥύσεως στέλλειν ἐνδεικνυμένης. οἱ δὲ τοὺς διὰ ῥύσιν ληθαργικοὺς εἰς αὐγὴν ἄγοντες τοῖς αὐτοῖς ἐπιτείνουσι τὴν ῥύσιν. πρὸς ταῦτα λέγουσιν· οὐκ, ἐπειδὴ τὸ σύμπτωμα ἐνδείκνυται, ταῦτα παραλαμβάνομεν, ἀλλ’ ἐπειδὴ ἀντεδείκνυτο ἡμῖν τὸ σύμπτωμα, καὶ οὐ κωλύει παραλαμβάνειν, ὅπερ ὁ σκοπὸς ἐπιδείκνυσι. τὸ γὰρ ἀντιδεικνύμενον λέγουσιν, ἐνδείκνυσθαι μὲν τὸ συμφέρον, μὴ ἐπιτρέπειν δὲ πράττειν, ὅπερ ὑπαγορεύει τὸ πάθος. πρὸς τοῦτό φαμεν ἡμεῖς, ὅτι, εἰ τὰ ἀντιδεικνύμενα ἄχρηστά ἐστι, καὶ ἡ δύναμις ἡ μὴ ἐῶσα πολλάκις, ὃ ἐνδείκνυται ὁ σκοπὸς, παραλαμβάνειν, ἄχρηστος ἂν εἴη. ἀλλὰ τὴν δύναμιν ἐπισκοπεῖν δεῖ, χρησίμου τινὸς ἡμῖν ἐξ αὐτῆς εἰς θεραπείας παραγενομένου, καίτοι ἀντενδείκνυται καὶ ἡ δύναμις. ὥσπερ οὖν τὴν δύναμιν ἀντενδεικνυμένην εὔχρηστον εἶναι νομίζετε, ἀναγκαῖόν ἐστιν ὑμῖν καὶ τὰ συμπτώματα ὁμολογεῖν χρήσιμα εἶναι. πρὸς τούτῳ δὲ καὶ γελοίως τὸ σκότος ἐπὶ τῶν φρενιτικῶν παραλαμβάνουσιν. εἰ γὰρ τὸ σκότος ἐπιτείνει τὴν στέγνωσιν, ἐπιτεινομένη δὲ ἡ στέγνωσις ἐπιτείνει τὴν παρακοπήν· ἐπιτείνεται γὰρ καὶ ἀνίεται τὰ συμπτώματα τοῖς πάθεσιν· δηλονότι τὸ ἐναντίον πράττουσιν, ἢ δεῖ. παραύξοντα γὰρ τὸ πάθος παραύξουσι καὶ τὴν παρακοπήν. ὁ μὲν οὖν περὶ τῶν συμπτωμάτων τοιοῦτός ἐστι λόγος. Ὅτι δὲ οὐκ ἐνδείκνυται τὰ πάθη τὸ συμφέρον, ὡς οἴονται οἱ Μεθοδικοὶ, δι’ ὧν αὐτοὶ ἐπειρῶντο ἀποφαίνειν ἄχρηστα τὰ συμπτώματα, διὰ τῶν αὐτῶν ἡμεῖς, ὅτι μηδ’ ἐνδείκνυται τὰ πάθη τὸ συμφέρον, ὑποδείξομεν. φαμὲν γὰρ, ὅτι τῶν αὐτῶν ὄντων παθῶν, διαφερουσῶν δὲ τῶν αἰτιῶν, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. ἰσχουρία γὰρ ἕν τι πάθος ἐστὶν, ἀλλ’ ἂν μὲν διὰ λίθον γένηται, λιθοτομοῦμεν, ἂν δὲ διὰ φλεγμονὴν, καταπλάσσομεν, ἂν δὲ δι’ ὑπερδιάτασιν κύστεως, καθετῆρι χρώμεθα, ἢ, ὥσπερ ὁ Ἐρασίστρατος, ἀναστήσαντες ἐπὶ γόνατα τὸν ἀῤῥωστοῦντα, ἀφρονίτρῳ ἄκρον τοῦ οὐρητῆρος προσαψάμενοι, καὶ τὰ ἑξῆς. εἰ δέ γε ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων ἐγγίγνονται, τοῦ αὐτοῦ ὄντος πάθους, καὶ συμφέροντος τοῦ αὐτοῦ αἱ αὐταὶ ἐνδείξεις ἐγγίγνονται. οὐ γίνονται δὲ, οὐκ ἂν τὰ διαφέροντα πάθη τὸ αὐτὸ ἐνεδείκνυντο. νυνὶ δὲ, τῆς μὲν αὐτῆς οὔσης αἰτίας, τῶν δὲ παθῶν διαφερόντων, τὴν αὐτὴν θεραπείαν παραλαμβάνομεν. χολέρα γὰρ καὶ ἴκτερος, διαφέροντα πάθη, σχεδὸν ὁμολογοῦσι καὶ αὐτοὶ, ὅτι τὸ μὲν στεγνὸν, τὸ δὲ ῥοῶδες, ἀλλ’ ἐπ’ ἀμφοτέρων κένωσιν παραλαμβάνομεν. ἐπεὶ οὖν, ἀναιρουμένων τῶν αἰτιῶν, συναναιρεῖται καὶ τὰ παθήματα, καὶ συνισταμένων, συνίσταται. καὶ ἔτι διαφόρων μὲν ὄντων τῶν αἰτίων, κἂν τὰ αὐτὰ πάθη ᾖ, διαφόρῳ χρώμεθα τῇ θεραπείᾳ. τῶν δ’ αὐτῶν ὄντων αἰτίων, κἂν τὰ πάθη διάφορα ᾖ, τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. διὰ τοῦτο τά τε πάθη καὶ τὰ αἴτια, καὶ τοὺς πεπονθότας τόπους ἐξετάζομεν. ἔστι δὲ καὶ ἐκ τῶνδε ὑποδεῖξαι τὸ ὅμοιον ὑπὸ διαφερουσῶν αἰτιῶν τὸ αὐτὸ πάθος γιγνόμενον, οἷον στεγνόν. πῦρ τε γὰρ προσπεσὸν ὑποπυκνοῖ τὴν ἐπιφάνειαν, καὶ κρύος ὁμοίως. ἀλλὰ, καίτοι τοῦ αὐτοῦ πάθους ὄντος, διαφόρῳ θεραπείᾳ χρώμεθα διὰ τὴν διαφορὰν τῶν αἰτιῶν. τὸ μὲν γὰρ ἀπὸ πυρὸς καταντλήσεσι καὶ καταπλάσμασι τοῖς τὰς ἐσχάρας ἀποστῆσαι δυναμένοις ἰώμεθα· τὸ δ’ ἀπὸ κρύους πυριάμασι, γογγύλης ἀποξέσμασι, καὶ ὁμοίοις τισίν. εἰ δὲ χαλαστικὴν φήσουσιν ἀπ’ ἀμφοτέρων καὶ τὴν αὐτὴν ἀγωγὴν παραλαμβάνεσθαι, φήσομεν, ὅτι, εἰ μηδὲν διαφέρουσα ἡ ἀγωγὴ, καὶ ἐναλλάττοντες οὐδὲν ἁμαρτήσομεν· ἀλλὰ καὶ τὸν ἀπὸ πυρὸς πυριάσομεν τοῖς αὐτοῖς, καὶ τὸν ἀπὸ κρύους καταπλάσομεν, καὶ τοῖς πρὸς τὰς ἐσχάρας ποιοῦσι φαρμάκοις χρησόμεθα ἐπ’ αὐτοῦ. ἀλλ’ οὐ ποιοῦμεν τοῦτο· βλάπτονται γάρ· διόπερ οὐ τὴν αὐτὴν θεραπείαν εἶναι ῥητέον. ἔτι καὶ τὸ αὐτὸ αἴτιον διάφορα ἀποτελεῖ πάθη. διὰ γὰρ πλῆθος οἱ μὲν φλεγμαίνουσιν, ἡ δὲ φλεγμονὴ στέγνωσίς ἐστιν· ἄλλοι δ’ αἱμοῤῥαγοῦσιν, αἱ δ’ αἱμοῤῥαγίαι ῥύσεις εἰσί· ἀλλὰ παρὰ τὴν διαφορὰν τῶν παθῶν οὐκ ἐξαλλάσσεται ἡ θεραπεία. κένωσις γὰρ ἐπ’ ἀμφοτέρων λύσις, ἐναντία τῷ πάθει. οὐ γὰρ ἀπὸ τῶν ἀποτελούντων, ἀλλ’ ἀπὸ τῶν ἀποτελουμένων, ὡς καὶ αὐτοὶ ὁμολογοῦσι, χρὴ τὰς ἐνδείξεις γίγνεσθαι. τὰ δὲ παραδέχονται μὲν ὡς αἴτια οἱ Μεθοδικοὶ, ἐπειδὴ τῶν συμπτωμάτων ἐστὶ ποιητικὰ, ἀλλ’ οὐχὶ ὡς αἴτια εἶναι, φασὶν, ἐνδείκνυται, ἀλλ’ ὡς κοινότητες. οὐδὲν δὲ κωλύει τὸ αὐτὸ; φασὶ, καὶ ὡς αἴτιον εἶναι, καὶ ὡς κοινότητα, καὶ ὡς ἕτερα. ὡς γὰρ τὸ μῆλον γευστὸν καὶ ὁρατὸν καὶ ἁπτόν ἐστιν, ὅταν δὲ λέγωμεν γλυκὺ εἶναι, οὐ, καθ’ ὅσον τῇ ἁφῇ ὑποπίπτει, γλυκὺ λέγομεν, οὕτω καὶ τὰ πάθη οὐδὲν κωλύει εἶναι μὲν ἑτέρων ἀποτελέσματα, εἶναι δὲ καὶ ποιητικά τινων. ἀλλ’ ὅταν, φασὶ, λέγωμεν ἐνδείκνυσθαι αὐτὰ, οὔτε ᾗ ἀποτελέσματά ἐστιν, οὔτε ᾗ ποιητικά τινων, ἐνδείκνυσθαι λέγομεν, ἀλλ’ ὡς κοινότητας. ὡς οὖν τὰ συμπτώματα οἱ Μεθοδικοὶ, διὰ τὸ ἀπὸ διαφερόντων γίνεσθαι τὰ αὐτὰ, καὶ ἀπὸ τῶν αὐτῶν διαφέροντα, οὐδὲν ἐνδείκνυσθαι συμφέρον λέγουσιν, οὕτω καὶ ἡμεῖς, ἐπειδήπερ ὁρῶμεν ὑπὸ διαφερόντων αἰτίων τὰ αὐτὰ πάθη γινόμενα, καὶ ἀπὸ τῶν αὐτῶν διαφέροντα, ἄχρηστά φαμεν αὐτὰ πρὸς ἔνδειξιν τῶν συμφερόντων εἶναι. οὐ γὰρ ἓν ἐνδείκνυται ἀεὶ τὸ αὐτό. ἰσχουρίας οὖν οὔσης δηλονότι, ἀεὶ ἂν τῇ αὐτῇ θεραπείᾳ χρῴμεθα. ὡς οὖν αὐτοὶ τὸ ἔρευθος μὴ ἐνδείκνυσθαι λέγουσι, τὸ εἶδος ἀποτελέσματος εἶναι νομίζοντες, οὕτω καὶ ἡμεῖς τὰ πάθη ἄχρηστα εἶναι πρὸς ἔνδειξιν ἐροῦμεν, ὁτὲ μὲν αἰτιῶν, ὁτὲ δὲ ἀποτελεσμάτων. καίτοι φαίη ἄν τις πρὸς αὐτοὺς, πῶς οὐκ ἐνδείκνυται τὸ ἔρευθος τὴν ἀλλοίωσιν αὐτοῦ; καὶ γὰρ καὶ κοινότητα θεωρεῖσθαι ὑπ’ αὐτοῦ, ἐπὶ πλειόνων γὰρ διαφερόντων ὁρᾶσθαι. ἔστι δ’ ἡ κοινότης ταὐτότης ἐν πλείοσιν. εἰ τοίνυν καὶ ἐνδείκνυται, καὶ κοινόν ἐστι πλειόνων, διὰ τί οὐκ ἀπὸ τούτου καὶ τῶν τοιούτων συμπτωμάτων σαφῶς φαινομένων ποιεῖσθε τὰς ἐνδείξεις, ἀλλ’ ἀπὸ τῶν παθῶν, στεγνότητος καὶ ῥύσεως οὐδαμῶς φαινομένων; καὶ ἀνεπιδείκνυται, ὅπερ πάθος ἐστὶ, γελοιότατον, πάθος ἀναίσθητον εἶναι λέγειν. εἰ μὲν οὖν ἡ ῥύσις καὶ ἡ στέγνωσις μόναι ἦσαν κοινότητες, εἶχεν ἄν τινα πιθανότητα τὸ ταύτας λέγειν ἐνδείκνυσθαι μόνας. ἐπειδὴ καὶ τὰ συμπτώματά ἐστι κοινὰ πλειόνων, διὰ τί μὴ καὶ ἀπὸ τῶν συμπτωμάτων ἔνδειξις γίνεται συμφερόντων; οἱ δέ φασιν, ἀλλ’ ὅτι μή εἰσι προσεχῆ καὶ ἀναγκαῖα τοῖς ἰατρεύουσι κοινότητες, διὰ τοῦτο παραιτούμεθα τὰ συμπτώματα. τῶν γὰρ αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν συμπτωμάτων, τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. καὶ διαφερόντων τῶν παθῶν, διαφερούσῃ ἀγωγῇ χρώμεθα, ὥς που δέδεικται. διὰ ταῦτα δὴ καὶ ἡμεῖς ὁρῶντες, φήσομεν, καὶ ἐπὶ τῶν παθῶν τὸ ὅμοιον τυγχάνειν, ὅπερ ὑμεῖς ἐπὶ τῶν συμπτωμάτων παρεφυλάξετε, ὡς ἄχρηστα νῦν αὐτὰ παραιτούμεθα. ἐκ περιουσίας γάρ ἐστι καὶ τοῦτο κατασκευάσαι, ὅτι ἄχρηστος ἡ κατάληψις τῶν παθῶν. ἐπαρκεῖ γὰρ πρὸς θεραπείαν αἰτίας κατάληψις, τόπου ἐπίγνωσις τοῦ ἐνοχλουμένου, καὶ δυνάμεως μέτρον. εἰ δὲ στέγνωσις, ἢ ῥύσις, περιττόν φημι καταλαμβάνειν. ἀλλ’ οὗτος μὲν ὁ λόγος ὕστερον εἰρήσεται, ὅταν διεξίωμεν, ἥντινα χρείαν ἡ κατάληψις τῶν παθῶν παρέχεται. Ἐκεῖνο δὲ χρὴ λέγειν πρὸς τοὺς Μεθοδικοὺς, ὅτι τὰ πάθη τὸ ποιητέον οὐκ ἐνδείκνυται, ἀλλὰ τὴν ἄρσιν ἢ περιαίρεσιν ἑαυτῶν, ὅπερ ἄν τις καὶ εὔξαιτο. τοῦτο δὲ καὶ τοῖς ἰδιώταις ἐστὶ πρόδηλον, καὶ τοῖς ἀλόγοις ζώοις, ὅτι τὰ μὲν πάθη τὴν περιαίρεσιν ἐνδείκνυται, ἡ δὲ ὑγεία τὴν τήρησιν. οἱ δὲ τεχνῖται οὐ ταύτης τῆς ἐνδείξεως δέονται, ἀλλὰ βούλονται εἰδέναι ταῦτα, δι’ ὧν ἡ περιαίρεσις τῶν παθῶν ἔσται, καὶ ἡ τῆς ὑγείας τήρησις. χρείαν οὖν ἔχουσι τῶν ἐνδεικνυμένων τὰ κατὰ μέρος συμφέροντα, καὶ δι’ ὧν ἄν τις ὑγείας τύχοι, καὶ συντηρήσειεν αὐτήν. τούτῳ γάρ τοι καὶ οἱ τεχνῖται τῶν ἰδιωτῶν διαφέρουσιν, εἰ ταῦτα καταλαμβάνουσιν, ἅπερ ἐνδείκνυται τὰ κατὰ μέρος συμφέροντα. εἰ δέ γε ἀπὸ τῶν παθῶν ἡ ἔνδειξις τῶν συμφερόντων ἐγίνετο, αὐτοὶ ἂν οἱ ἔχοντες αὐτὰ, δι’ ὧν ἔδει τὴν ὑγείαν περιποιήσασθαι, ἠπίσταντο. ἀλλὰ τοῦτο μὲν ἀγνοοῦσιν· ὃ δ’ ἐνδείκνυται τὸ πάθος, ἴσασιν. ἐπειδὴ γὰρ τὴν ἄρσιν ἐνδείκνυται, οἵδε πέμπουσιν ἐπὶ τοὺς ἰατροὺς τοὺς δυναμένους ἀνελεῖν τὰ πάθη. Ἐστὶ δὲ καὶ ἐκ τῶν προσαγομένων βοηθημάτων ἐπιγνῶναι, ὅτι οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὴν θεραπείαν ἐνδείκνυται. τὰ γὰρ βοηθήματα ὑπεναντιοῦται οὐ τοῖς γιγνομένοις, ἀλλὰ τοῖς ποιοῦσιν· ὡς ἡ κένωσις τῷ πλήθει ἐναντία ἐστὶ, πάθει δὲ οὐδενὶ, οἷον φλεγμονῇ, ἢ πυρετῷ. ἀναιρουμένου δὲ τοῦ πλήθους ὑπὸ τῆς κενώσεως, συναναιρεῖται καὶ τὸ γενόμενον ὑπὸ τοῦ πλήθους πάθος. οὐκ ἐπειδὴ δὲ συναναιρεῖται τῷ ποιοῦντι τὸ πάθος, τὸ βοήθημα τῷ πάθει ὑπεναντίον ἦν. ἔστι δὲ καὶ ἐκ τῆς συγκρίσεως τῶν ἐπιφερομένων συμπτωμάτων, ἀπό τε τοῦ πλήθους καὶ τῆς κενώσεως γνῶναι, ᾧτινι τὸ βοήθημα ὑπεναντίον ἐστί· τὸ μὲν γὰρ πλῆθος τῇ περιουσίᾳ βαρεῖ, ἡ δὲ κένωσις, μειοῦσα τὴν περιουσίαν, ἀναιρεῖ τὸ βάρος, ἔπειτα τὸ πλῆθος, ὃ διατείνει τὰ ἀγγεῖα, ἡ δὲ κένωσις εἰς σύμπτωσιν ἄγει. καὶ τὰ ἄλλα βοηθήματα πρὸς τὰ αἴτια εὕροις ἂν ὑπεναντιούμενα, πρὸς δὲ τὸ πάθος οὐδέν. ἔτι δὲ καὶ ἐκ τούτου ἄν τις μάθοι, ὅτι, εἰ μὲν ἡ στέγνωσις βοήθημα οὐδὲν, οὐδ’ ἡ ῥύσις, ἀλλὰ μᾶλλον πάθος τι ἐνδείκνυται, τῇ δὲ στεγνώσει ἐναντία ἐστὶν ἡ ῥύσις, οὐ κένωσιν, ἀλλὰ ῥύσιν ἐνδείκνυται ἡ στέγνωσις. ὁμοίως δὲ καὶ ἡ ῥύσις στέγνωσιν ἐνδείξεται. ὅπερ οὖν παραλαμβάνομεν, ταὐτὸν ἐνδείκνυται πάθος. τὰ δὲ αἴτια τὰ βλάπτοντα τὸ ἐναντίον αὐτῶν ἐνδείκνυται· καὶ ὅπερ ἐνδείκνυται ταῦτα, παραλαμβάνομεν. διόπερ οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὸ συμφέρον ἐνδείκνυται. ὅτι μὲν οὖν τὰ συμπτώματα οὐκ ἔστιν ἄχρηστα παντάπασι, καὶ τὰ πάθη οὐχ οἶά τέ ἐστιν ἐνδείκνυσθαι τὸ συμφέρον, τὰ δ’ αἴτια ἐνδείκνυται, αὐτάρκως ὑποδέδεικται.