Πῶς μὲν οὖν ἀπὸ ἐνδείξεως τὸ χρήσιμον καταλαμβάνεται, εἴρηται. νῦν δὲ τὰς ὑπογραφὰς ἑκάστου αὐτῶν ἐκθησόμεθα. ἔστι τοίνυν ἔνδειξις ἡ συμπροσπίπτουσα κατάληψις τοῦ ὠφελοῦντος ἅμα τῇ τοῦ βλάπτοντος καταλήψει, ἄνευ τηρήσεως ἢ λογισμοῦ. πεῖρα δ’ ἐστὶ τοῦ πλειστάκις ἢ κατὰ τὸ αὐτὸ ἑωραμένου κατάληψις καὶ μνήμη. ἢ οὕτως. ἔνδειξίς ἐστιν, ὅταν καταλαμβανομένοις πράγμασι συμπροσπίπτῃ τὸ συμφέρον ἄνευ ἀποδείξεως καὶ παρατηρήσεως. πεῖρα δ’ ἐστὶν ἡ τοῦ πλειστάκις καὶ κατὰ τὸ αὐτὸ ἑωραμένου τήρησίς τε καὶ μνήμη. ἔστι δὲ τὸ αὐτὸ τήρησις ὅ τι καὶ πεῖρα. ἀναλογισμὸς δ’ ἐστὶ σύγκρισις καὶ κατάληψις αἰτίων ὠφελούντων ὁμοιότησιν. ἑξῆς τοίνυν τὰ ἴδια ἑκάστης αἱρέσεως ἐκθέμενοι, τὴν ἀντίῤῥησιν πρὸς ἑκάστην αὐτῶν, λέγω δὴ τῶν Ἐμπειρικῶν καὶ Μεθοδικῶν, ποιησόμεθα. ἔστι δὲ ἴδια τῶν Ἐμπειρικῶν ταῦτα· ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις τῶν ὠφελούντων, ἡ ἱστορία, ἡ τοῦ ὁμοίου μετάβασις, ὡς ἐκεῖνοι γίνεσθαι ἀξιοῦσιν. ἄλλῳ γάρ τινι τρόπῳ οἱ Λογικοὶ τῇ τοῦ ὁμοίου μεταβάσει κέχρηνται, ὡς προϊόντες δείξομεν τὴν διαφοράν. Δεῖ δὲ τὸν ἀντιλέγοντα τοῖς Ἐμπειρικοῖς κατὰ δύο τρόπους τὴν ἐπὶ ταῖς συνδρομαῖς τήρησιν ἀποκτᾶσθαι. ἡ μὲν γὰρ τῶν δυναμένων τήρησις κοινή· ἡ δὲ ἐπὶ τοῖς συμπτώμασιν ἰδία ἐκείνων. ἤτοι γὰρ χρὴ ὡς ἀδύνατον αὐτὴν παντάπασιν ἀναιρεῖν, ἢ συγχωρεῖν μὲν εἶναι δυνατὸν, ἄνευ δὲ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατον. πρῶτον τοίνυν, ὅτι καὶ ἄνευ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατος ἡ τήρησις, διὰ τούτων ἄν τις ἐπιδείξειεν. ὁμολογοῦσιν οἱ Ἐμπειρικοὶ, ὅτι οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις συμπτώμασι τὴν τήρησιν ποιοῦνται. οὔτε γὰρ ἐπὶ ξανθότητος, φέρε, ἢ λευκότητος, ἢ σιμότητος, ἢ γρυπότητος τηρεῖν φασι. καίτοι καὶ ἐπὶ χρωμάτων διαφορὰν τηροῦσί τινα, ὡς ἐπὶ τῶν ἰκτερικῶν, καὶ ἐπὶ σχήματος, ὡς ἐπὶ τῶν καταγμάτων καὶ τῶν ἐξαρθρήσεων. ἀλλ’ οὔτοι γε καὶ ἐπὶ τοῖς προειρημένοις· ὥσπερ γὰρ, φασὶν, οἱ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνειν λέγοντες οὐ πάντα ἐνδείκνυσθαι λέγουσιν· οἵ τε γὰρ Μεθοδικοί τινα τῶν φαινομένων ἐνδείκνυσθαί φασι, καὶ οὐ πάντα· οἵ τε Λογικοὶ τῶν κεκρυμμένων, καὶ οὐ πάντα· οὕτω καὶ οἱ Ἐμπειρικοὶ οὐκ ἐπὶ πᾶσι τοῖς συμπτώμασι τὴν τήρησιν, ἀλλ’ ἐπί τισι ποιεῖσθαί φασιν. οὔτε γὰρ τὰ γεγονότα πάντα, οὔτε τὰ παρόντα χρήσιμα οἴονται πρὸς τήρησιν εἶναι. οἷον, δέδηκταί τις ὑπὸ κυνὸς λυττῶντος· πολυπραγμονεῖ παρελθὼν ὁ Ἐμπειρικὸς μόνον, εἰ ὑπὸ λυττῶντος, τῶν δ’ ἄλλων τῶν προγεγονότων ἐξετάζει οὐδὲ ἕν· ὁμοίως δὲ καὶ ἐπὶ τοῖς παροῦσιν· οὐδὲ γὰρ ἐπὶ ἁπλότητι τριχῶν, ὡς ἔφην, ἢ οὐλότητι. ἐπιζητεῖν οὖν ἄξιον παρ’ αὐτῶν τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐπὶ πάντων τῶν συμπτωμάτων, ἀλλ’ ἐπί τινων τὰ συμφέροντα τηροῦσιν, μηδὲν διαφερόντων τῶν συμπτωμάτων, καθὰ φαινόμενά ἐστι, τῶν τε ἐφ’ οἷς ἡ τήρησις γίγνεται, καὶ τῶν ἄλλων ἀχρήστων. τί οὖν ἐστι τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, εἰπάτωσαν, πότερον φαινόμενον, ἢ κεκρυμμένον; εἰ μὲν οὖν φαινόμενον φήσουσιν εἶναι, ᾧ διακρίνεται τὰ χρήσιμα τῶν συμπτωμάτων, καὶ ἐφ’ οἷς δεῖ τὴν τήρησιν γίγνεσθαι, φήσομεν πάλιν τοῦτο, φαινόμενον μηδενὶ διαφέρειν τῶν συμπτωμάτων, καθ’ ὃ φαίνεται, τῶν ἀχρήστων συμπτωμάτων. εἰ δ’ αὖ κεκρυμμένον φήσειεν εἶναι τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, ὁμολογήσουσι τὰ κεκρυμμένα πρὸς τὴν τήρησιν τῶν συμπτωμάτων χρήσιμα εἶναι. ἀλλὰ μὴν τὰ κεκρυμμένα οὐδενὶ ἄλλῳ ἤ λόγῳ καταληπτά εἰσιν. ὥστε, εἰ χρήσιμον μὲν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησίς ἐστι τῶν κεκρυμμένων, καὶ οὐδενὶ ἢ λόγῳ ταῦτα καταλαμβάνεται, δῆλον ὡς ἀδύνατος ἄνευ λόγου ἡ τήρησις γίνεται. διὰ τούτου μὲν οὖν τοῦ λόγου προσαναγκάζειν αὐτοὺς ὁμολογεῖν, χρήσιμον εἷναι πρὸς τήρησιν τὸν λόγον. οἱ δὲ, ἀπαντῶντες πρὸς ἡμᾶς, λέγουσι καὶ τῶν συμπτωμάτων τὰ χρήσιμα εἶναι πείρᾳ κατειληφέναι· καὶ ὅτι ἐπὶ μὲν τοῖσδε τοῖς συμπτώμασι χρὴ τηρεῖν, ἐπὶ δὲ τοῖσδ’ οὐκ ἔτι, καὶ τοῦτο τετηρηκέναι. πρὸς τοῦτο βραχύς ἐστιν ὁ λόγος. ἀπείρων γὰρ ὄντων συμπτωμάτων, ἐφ’ οἶς οὐ χρὴ τηρεῖν, ἀδύνατον ἦν τετηρηκέναι ἐφ’ ἅπασι τοῦτο αὐτὸ, ὅτι οὐ χρὴ ἐπ’ αὐτοῖς τηρεῖν, ἐπ’ ἀπείροις γὰρ τηρεῖν ἀδύνατον. τελευταῖον οὗν αὐτοῖς πάντοθεν συνελαυνομένοις λείπεται λέγειν, κατὰ ἀποκλήρωσιν ἐληλυθέναι, ἐπὶ μὲν τοῖσδέ τισι συμπτώμασι τηρεῖν, ἐπὶ δὲ τοῖσδε μηκέτι· οὗ τί ἂν εἴη γελοιότερον; οὗτος μὲν οὖν ὁ λόγος ταύτῃ τελευτᾷ. Ὅτι δ’ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις, διὰ τούτων ἐπιδείξομαι. φασὶ τοίνυν οἱ Ἐμπειρικοὶ, ὅτι ἡ τήρησις οὐκ ἐφ’ ἑνὶ, οὔτ’ ἐπὶ δύο. ἀλλ’ ἐπὶ πλείστοις καὶ πλειστάκις τεθεωρημένοις καὶ ὡσαύτως ἔχουσι γίνεται. πυνθανομένων οὖν αὐτῶν, εἰ ἐπὶ τοῖς αὐτοῖς γένεσι τῶν συμπτωμάτων τὰ συμφέροντα τηροῦσιν, ἐξ ἀνάγκης ἐπὶ τοῖς αὐτοῖς γένεσι τηρεῖν φήσουσιν. ἐὰν γὰρ ἐπὶ μὲν τοῦδε πυρετὸς, φέρε, ᾖ καὶ φλεγμονὴ, ἐπὶ δὲ τοῦδε ἀπόκρισις χολῆς δι’ ἐμέτου ἢ δι’ ἕδρας γένηται, οὐχ οἷον τὴν αὐτὴν ποιήσασθαι τήρησιν. ὅτι οὗν ἐξαρκεῖ κατὰ τὸ γένος τὰ αὐτὰ εἶναι συμπτώματα, οὐδαμῶς φήσουσιν, ἀλλὰ κατὰ τὸν ἀριθμὸν ἴσα εἶναι δεῖ. ἐὰν γὰρ τὰ αὐτὰ μένῃ συμπτώματα, μὴ πάντα δὲ, ἢ πλείω, ἐξαλλάσσεται ἡ συνδρομὴ, καὶ ἑτέρας χρεία τηρήσεως. δεῖ γὰρ ἐπὶ τοῖς αὐτοῖς γένεσι καὶ τοῖς ἴσοις ἀριθμοῖς τὴν τήρησιν γίγνεσθαι. ὅπως δ’ ἐξαλλάσσεται ἡ πᾶσα θεραπεία περὶ τοῦ πλεονασμοῦ καὶ ἐνδείας συμπτωμάτων, ἐντεῦθεν σκεπτέον. ἔστιν οὖν τις ἐπὶ τῇς φλεγμονῆς τετηρημένη θεραπεία. ἂν οὖν ἕν τι σύμπτωμα περιέλῃ τῆς φλεγμονῆς, οἷον τὴν αἴσθησιν, ἐξαλλάσσεται καὶ ἡ θεραπεία. ἀντὶ γὰρ φλεγμονῆς σκίῤῥος γίνεται, καὶ οὐχ ἡ αὐτὴ θεραπεία ἁρμόζει. οὕτω μὲν οὖν παρὰ ἔνδειαν συμπτώματος ἐξαλλάσσεται ἡ θεραπεία. παρὰ δὲ πλεονασμὸν οὕτως. ἂν τῇ φλεγμονῇ πυρετὸς ἢ συγκοπὴ προσγένηται, ἅμα τῷ πλεονασμῷ τῶν συμπτωμάτων διαφέρουσα μὲν γίνεται ἡ συνδρομὴ, διαφέρουσα δὲ καὶ ἡ θεραπεία παραλαμβάνεται. καὶ οὐ μόνον κατὰ γένος ταὐτὰ εἶναι δεῖ συμπτώματα, καὶ κατὰ τὸν ἀριθμὸν ἴσα, ἀλλὰ καὶ κατὰ τὸ μέγεθος δεῖ μήθ’ ὑπερβάλλειν, μήτ’ ἐλλείπειν. καὶ γὰρ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων ἐξαλλάσσεται ἡ θεραπεία. τὰς μὲν γὰρ ἐπιπολῆς διαιρέσεις οὐ ῥάπτομεν, ἀλλ’ οὐδ’ ἀσιτίᾳ ἄν τις χρήσαιτο. διαιρέσεως δὲ μεγάλης γεγενημένης, καὶ ἀσιτίαν παραλαμβάνομεν, καὶ φλεβοτομίαν, καὶ ἀγκτῆρας, καὶ τὰ ὅμοια. καὶ οὐκ ἐπαρκεῖ τῷ γένει τὰ αὐτὰ εἶναι συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα, καὶ τῷ μεγέθει ὅμοια, ἀλλὰ καὶ χρόνον δεῖ τηρήσει· παραλαμβάνεσθαι. ἄλλα γὰρ ἀρχομένων τῶν νοσημάτων βοηθήματα παραλαμβάνεται, ἄλλα δ’ ἀκμαζόντων. ἀρχομένων γὰρ τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κινέειν· ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν, ἔφη Ἱπποκράτης. καὶ φλεγμονῆς δὲ ἀρχομένης μὲν, τοῖς ἀποκρουστικοῖς χρώμεθα, μετὰ δὲ τοῦτο καταπλάσμασι καὶ τοῖς διαφορεῖν τὸ ἐπενεχθὲν δυναμένοις. δεῖ δὲ καὶ τὴν τάξιν τοῖς εἰρημένοις συμπαρατηρεῖν, καὶ γὰρ παρὰ τὴν τάξιν ἐξαλλάσσεται ἡ συνδρομή. διὰ τοῦτο δὲ καὶ τὴν θεραπείαν ἐξαλλάσσεσθαι ἀναγκαῖον. ἄλλως γὰρ τοὺς μανέντας, εἶτα πυρέξαντας θεραπεύομεν, καὶ ἄλλως τοὺς πυρέξαντας, εἶτα μανέντας. καὶ γὰρ ὀλέθρια καὶ οὐκ ὀλέθρια παρὰ τὴν τάξιν τῶν συμπτωμάτων, ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, τὰ πάθη γίνεται. πυρετὸς μὲν ἐπὶ σπασμοῦ οὐ μόνον ἀκίνδυνος, ἀλλὰ καὶ λύει τὸ νόσημα· ἐπὶ πυρετοῦ δὲ σπασμὸς ὀλέθριος. ἐξαλλασσομένης δὲ τῆς συνδρομῆς, παρὰ τὴν τάξιν τῶν συμπτωμάτων, ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, ἀναγκαῖον ὁμολογεῖν, καὶ τὴν θεραπείαν διαφέρειν. ἐπεὶ τοίνυν οὐ μόνον ταὐτὰ τῷ γένει τὰ συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα τε καὶ τῷ μεγέθει ὅμοια εἶναι δεῖ, ἀλλὰ καὶ τὸν αὐτὸν χρόνον καὶ τὴν τάξιν τὴν αὐτὴν φυλάττεσθαι ἀναγκαῖον, εἰ μέλλοι ὑγιὴς ἡ τήρησις ἔσεσθαι, ἀδύνατον δ’ ἐν ἅπαντι τῷ βίῳ, μὴ ὅτι, πλείοσιν, ἀλλὰ καὶ δύο ἀῤῥώστοις τὰ εἰρημένα πάντα ὁμοίως συμβῆναι, δῆλον ὡς ἀδύνατος ἔσται ἐπὶ τῇ συνδρομῇ τήρησις. ὅτι δ’ ἀδύνατον τὰ εἰρημένα πάντα ἐπὶ πᾶσιν ἢ πλείοσι συγχωρῆσαι, διὰ τούτων ἄν τις ἐπιδείξειε. παρὰ τὴν αἰτίαν, καὶ τοὺς πάσχοντας τόπους, καὶ τὰς ἡλικίας, καὶ παρὰ τὰ ἔθη, καὶ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων, καὶ παρὰ τὰς φύσεις, καὶ παρὰ τὰς ὥρας, καὶ τὰς χώρας διαφέροντα τὰ πάθη γίγνονται· ἀδύνατον πάντως δυσὶ συγχωρῆσαι ἀνθρώποις, ὡς ὁμοίως κατὰ πάντα ἔχουσι. διόπερ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις. κἂν δύο δ’ ἀπαράλλακτοι εὑρεθῶσιν, οὐδ’ οὕτως ἡ τήρησις δυνατὴ, διότι ἐπὶ πλειόνων αὐτὴν γενέσθαι δεῖ. ἀλλὰ πῶς, φασὶ, τὸ ἑαυτῶν ὑμεῖς κατασκευάζετε δόγμα; δοκοῦμεν γὰρ αὐτοῖς ἀδυνατοῦντες τηρεῖν, καὶ ἐπὶ τοῖς συμπτώμασι, καὶ ἐπὶ ταῖς δυνάμεσι. ὅτι γὰρ ὁ ἑλλέβορος καθαίρει καὶ τὰ ἐπὶ τῶν ἰοβόλων, τηρήσει κατείληπται. καὶ ἐπὶ τῇ αἱμωδίᾳ ἡ αἰτία οὐ μὴν κατείληπται, ὅτι δ’ ἀνδράχνη λύει αὐτὴν, τετήρηται. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι ἡμεῖς μὲν τὰ χρήσιμα τῶν συμπτωμάτων περιορίζοντες τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ, καὶ τῇ χρείᾳ τὸ χρήσιμον κρίνομεν. κατειληφότες οὖν καὶ τὰ ἀπὸ τῶν αἰτιῶν ἐπιφερόμενα ἅπαντα συμπτώματα, ὡς τὸ βάρος, καὶ τὰ ἀπὸ τῶν τόπων, ὡς τὸ δυσπνοεῖν, καὶ τὰ ἀπὸ τῆς δυνάμεως, ὡς τὸ λειποθυμεῖν, εὑρίσκομεν, ὅτι ταῦτα μὲν χρήσιμα, τὰ λοιπὰ δ’ ἄχρηστα. ἐπεὶ οὖν περιεγράψαμεν τὰ χρήσιμα τῶν συμπτωμάτων τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ, ὅσα μὲν αἰτίας, ἢ τόπου, ἢ δυνάμεώς ἐστι συμπτώματα, ταῦτα χρήσιμα νομίζομεν, ὅσα δὲ μὴ, ἄχρηστα. κἂν μὴ καταλαμβάνωμεν οὖν μήτε τὰς νοσαζούσας αἰτίας, μήτε τοὺς πεπονθότας τόπους, τῷ δύναμιν ἔχειν διακριτικὴν, ὡς ἔφην, συμπτωμάτων χρησίμων τε καὶ ἀχρήστων, κἂν μὴ δυνάμεθα τὰς τηρήσεις ποιεῖσθαι ἐπὶ τοῖς ποιήσασιν, ὡς ἐπ’ αἰτίοις, ἢ πεπονθόσι τόποις, οἶον αἵματος ἐνοχλοῦντος, μὴ κατειληφότες, ὅτι αἷμά ἐστι τὸ νοσάζον, ἀπὸ δὲ τοῦ βάρους τοῦ ἐπιφερομένου συμπτώματος, ὅτι αἰτία ἐστὶ τὸ βάρος, ὁρμώμενοι τηρεῖν ἐπ’ αὐτοῖς δυνάμεθα. οὕτω καὶ ἐπὶ τῇ δυσπνοίᾳ, οὐκ εἰδότες, ὅτι κοιλίας, ἢ πνεύμονος, ἢ ἥπατος, ἢ διαφράγματος, ἤ τινος ἑτέρου τόπου πάσχοντός ἐστι σύμπτωμα, μόνον δ’, ὅτι τόπος ἐστὶ, εἰδότες, τηρῆσαι ἐπ’ αὐτοῖς δυνάμεθα, ὡσεὶ καὶ ἐπὶ τῷ τόπῳ αὐτῷ. ὅσα δὲ μήτε τόπου ἐστὶ συμπτώματα, μήτε αἰτίας, μήτε δυνάμεως, ὡς παρέλκοντα παραιτούμεθα. τὴν εὐχρηστίαν οὖν καὶ τὴν ἀχρηστίαν, ἐφ’ οἷς τηροῦμεν σκοποῖς, πρὸς τοὺς Ἐμπειρικοὺς ῥητέον· ὅτι ἡμεῖς ἐπὶ μόνοις τοῖς γένεσι τῶν συμπτωμάτων τηροῦμεν, ἐφ’ ὧν μήτε δυνάμεως, μήτε καιροῦ, μήτε μεγέθους, μήτε τάξεως, μήτ’ ἄλλου τινὸς χρεία, ὡς ἐπὶ αἱμωδίᾳ τὴν ἀνδράχνην. τί οὖν κωλύει, φήσουσιν ἴσως, καὶ ἡμᾶς οὕτω τηρεῖν; ἂν ἐπὶ τούτων, φήσομεν, ἐφ’ ὧν γένος συμπτωμάτων τηρεῖται, ὥσπερ καὶ ἡμεῖς ἔμπροσθεν, τῶν λοιπῶν, ἐφ’ ὧν χρεία καιροῦ καὶ μεγέθους καὶ δυνάμεως, μηκέτι συμφωνεῖτε ἡμῖν. ἐὰν δὲ λέγωσιν, ὅτι ἐπὶ αἱμόῤῥου δήγματος πλείονα παρακολουθεῖ συμπτώματα, καὶ οὐδὲν ἐπὶ τούτων τετηρήκατε, τίν’ ἂν φήσομεν, ὅτι οὐκ ἐπὶ τοῖς συμπτώμασιν, ἀλλ’ ἐπὶ τῷ προκαταρκτικῷ αἰτίῳ τηροῦμεν; ἐπιζητοῦμεν δὲ τὰ συμπτώματα εἰς κατάληψιν τῶν προκαταρκτικῶν αἰτίων, ἐφ’ οἷς τετηρήκαμεν. ἀγνοοῦντες γὰρ τὴν αἰτίαν, καὶ ἀποροῦντες κατ’ ἔνδειξιν θεραπείας, τὴν ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις τήρησιν παραλαμβάνομεν. τηροῦμεν δὲ οὐ μόνον ἐπὶ αἰτίοις, ἀλλὰ καὶ ἐπὶ τόπῳ ἑνί. ἐπὶ οὖν τῇ τοῦ ἥπατος πείσει καὶ ἐπὶ σπληνὸς πείσει τετηρήκαμέν τινα. ἂν δὲ λέγωσιν, ἓν ἑκάστῳ τούτων σύμπτωμα παρακολουθεῖ, φήσομεν, ἔστιν ὅτε οὐχ ἓν, ἀλλὰ πολλά. πολυπραγμονοῦμεν δὲ τὰ πολλὰ, καὶ οὐχ ἵνα ἐπ’ αὐτοῖς τηρήσωμεν, ἀλλ’ ἵν’, ἐφ’ ᾧ τηροῦμεν, καταλάβωμεν· ἐπὶ τῶν ἡπατικῶν πεπονθέναι τὸ ἧπαρ, ἐφ’ ᾧ τήρησις γίγνεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὡς ἐπὶ τὸ πολὺ δὲ ἐπὶ τῇ προκαταρκτικῇ αἰτίᾳ τήρησις γίγνεται. οὐ γὰρ ἐπὶ τῇ αἱμωδίᾳ ἡ ἀνδράχνη τετήρηται, ἀλλ’ ἐπὶ τῇ ἀπὸ τῶν ὀξέων ἢ στρυφνῶν γεγενημένῃ διαθέσει. τοὺς γοῦν ἀπὸ ῥεύματος αἱμωδιῶντας, ἢ δι’ ἔμετον, ἢ πριόντων τινῶν, οὐδὲν ὠφελεῖ ἡ ἀνδράχνη. ἐπιζητήσαντες οὖν πρότερον τὴν αἰτίαν, ἀφ’ ἧς γέγονεν ἡ αἱμωδία, ἔπειθ’ οὕτως αὐτῇ χρώμεθα. τὰ δὲ παραλαμβανόμενα ἐπὶ τῶν τοιούτων οὐκ ἐναντιοῦται ταῖς προκαταρκτικαῖς αἰτίαις. οὐ γάρ ἐστιν ἄλλα ταῖς συνεκτικαῖς. ταῦτα μὲν οὖν πρὸς τὸ ταῖς ἐπιδρομαῖς τήρησιν ἔχειν εὐλόγως ἂν λέγοιτο. προσπυθέσθαι δὲ δεῖ τὸν Ἐμπειρικὸν, πῶς οἱ καιροὶ τῆς προσαγωγῆς τῶν βοηθημάτων τηροῦνται, ἢ τὰ μέτρα τῶν βοηθημάτων, ἢ οἱ καιροὶ τῶν προσφόρων, ἢ τὸ ποσὸν αὐτῶν. Ὅτι δὲ καὶ ἡ ἱστορία ἡ κατ’ αὐτοὺς ἄχρηστός τε καὶ ἀδύνατός ἐστι, νῦν ἐπιδείξομαι. προσχρῶνται δὲ τῇ ἱστορίᾳ οἱ Ἐμπειρικοὶ διὰ τοιαύτην τινὰ αἰτίαν. πολλάκις γίνεταί τινα νοσήματα, ἐφ’ οἷς οὐδὲν βοήθημα αὐτοῖς τετήρηται. ἵν’ οὖν ἔχοιεν καὶ ἐν τούτῳ εὐπορεῖν τινων, καὶ μὴ τὸ αὐτόματον παραμένειν, τῇ ἱστορίᾳ προσχρῶνται, καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ συντόμου ἕνεκα παραδόσεως. ἀδύνατον γάρ ἐστι τὸν μανθάνοντα πᾶσι τοῖς συμπτώμασιν ἐντυχεῖν, καὶ αὐτὴν τὴν τήρησιν ἐπὶ τούτων ποιήσασθαι. ἵν’ οὖν μὴ τῷ αἰῶνι μανθάνῃ τις, ἀλλὰ χρήσαιτό ποτε καὶ τῇ τέχνῃ, διὰ τοῦτο χρήσιμον πρὸς τὸ ἰατρεύειν τὴν ἱστορίαν φασὶν εἶναι. γίνεται δὲ ἡ ἱστορία, ἤτοι τῶν παρόντων, ὡς τὸ Ἄνδρας μὲν κτείνουσι, πολὺ δέ τε πῦρ ἀμαθύνει. ἢ τῶν προγεγενημένων, ὡς τὸ Κουρῆτές τ’ ἐμάχοντο, καὶ Αἰτωλοὶ μενεχάρμαι. οὐδέποτε δὲ τῶν μελλόντων. τὸ γὰρ Ἔσσεται ἦμαρ, ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή. οὐχ ἱστορία, ἀλλὰ πρόγνωσις μᾶλλόν ἐστι. κέχρηνται οἱ Ἐμπειρικοὶ ὡς τὸ πολὺ τῇ προγεγενημένῃ ἱστορίᾳ. λέγουσι γὰρ ἱστορίαν εἶναι τὴν τῶν πεπειραμένων πολλάκις κατὰ ταὐτὰ διήγησιν. ῥητέον δὲ πρὸς αὐτοὺς, ὅτι, εἰ μὲν πάντα τὰ ἱστορούμενα λέγουσιν ἀληθῆ, τινὰ κριτὴν εἶχεν καλῶς ἂν περιδέχεσθαι τὴν ἱστορίαν. ἐπεὶ δ’ οὐχ οὕτως ἔχει, δεῖ κριτήριόν τι εὑρῆσθαι τῆς ἱστορίας, ᾧ διακρινοῦμεν τὴν ἀλήθειαν ἀπὸ τῶν ψευδῶν. καὶ γὰρ δὴ οὐ μόνον οὐχ ὁμογνωμονοῦσι περὶ τοῦ αὐτοῦ οἱ ἰατροὶ, ἀλλὰ καὶ τἀναντία δοξάζουσι. τοὺς γὰρ πυρέττοντας οἱ μὲν διὰ λιμοῦ ἦγον, καὶ οὐδὲ ὕδωρ προσέφερον, οἱ δ’ ἐξ ἀρχῆς πτισάνην ἐδίδοσαν· ἄλλοι δ’ ἐφυλάσσοντο, μή ποτε κριθὴν καταπίῃ ὁ ἀῤῥωστῶν. Πετρονᾶς δὲ καὶ κρέα ὕεια ὀπτὰ διδοῖ, καὶ οἶνον μέλανα ἀκρατέστερον, ἐμεῖν ἠνάγκαζε, καὶ ὕδωρ ψυχρὸν ἐδίδου πίνειν, ὅσον ἤθελον. Ἀπολλώνιος δὲ καὶ Δέξιππος, οἱ Ἱπποκράτους ἀκροαταὶ, οὐχ ὅπως οἶνον, ἀλλ’ οὐδὲ ὕδωρ ἐδίδοσαν· κατασκευασάμενοι δὲ κηρίνους κυάθους, οἳ ἦσαν δώδεκα εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης, κυάθων τούτων δύο ἢ τρεῖς παρεμέτρουν τοῖς ἀῤῥωστοῦσι. τοσαύτης οὖν οὔσης ἐναντιότητος, πῶς οὐχὶ δεῖ κριτήριον τῆς ἱστορίας πεπορίσθαι; προσαναγκάσαντες οὖν αὐτοὺς ὁμολογῆσαι, ὅτι οὐδὲ ἄχρηστον παραδέχεσθαι τὴν ἱστορίαν, ἄχρηστον γὰρ οὕτως ἐπιδείξομεν τὴν ἱστορίαν, ἐρωτήσομεν, πότερον λόγῳ ἢ πείρᾳ κρίνουσι τὴν ἱστορίαν. ἀλλὰ τῷ μὲν λόγῳ οὐ δύνανται. ἐκβάλλουσί τε γὰρ αὐτὸν, καὶ ἄλλως, ᾧ καταλαμβάνεται ἕκαστον, τούτῳ καὶ κρίνεται. πείρᾳ δὲ τὰ ὠφελοῦντα κατειλῆφθαι λέγουσι· πείρᾳ γ’ οὖν καὶ κριθῆναι δεῖ. ὡς γὰρ ἐπὶ τῶν ἄλλων ἔχει, οὕτω καὶ ἐνταῦθα ἱστόρησέ τις, ὅτι ἡ χιὼν ψύχει. εἰ μέλλει κριθήσεσθαι ἡ ἱστορία, δεῖ τῷ αὐτῷ κριτηρίῳ χρήσασθαι, ὥσπερ ὁ ἱστορῶν κατέλαβεν. ὁ μὲν οὖν λογικὸς ἀπὸ τῆς αἰτίας ἱστορίαν κρῖναι δυνήσεται. ἱστορήσαντος γάρ τινος, ὅτι ἀνθρώπῳ διατεταμένα τὰ ἀγγεῖα ἔχοντι καὶ βαρυνόμενα αἱμοῤῥαγία ἐγγενομένη περιέγραψε τὸ δυσαρέστημα, καὶ τὸ βάρος ἐπικρίνει τοῦτο, εἰ ἔστιν ἀληθὲς, εἰς τὴν αἰτίαν ἀφορῶν τὴν ἐπιφέρουσαν τὰ συμπτώματα, καὶ σκοπῶν, εἰ οἵα τε εἴη ἡ αἱμοῤῥαγία ὑπεναντιοῦσθαι τῇ αἰτίᾳ. εὑρίσκων δ’, ὅτι τὸ μὲν βάρος καὶ ἡ διάτασις ἐκ πλήθους συμβαίνει, ἡ δ’ αἱμοῤῥαγία μειωτικὴ τοῦ πλήθους ἐστὶ, κατείληφεν, ὅτι ἡ ἱστορία ἀληθής ἐστι, καὶ οὐδενὸς ἑτέρου πρὸς τὴν ἐπίκρισιν προσδεῖται. ἐφ’ ὧν δὲ τὴν αἰτίαν οὐ καταλαμβάνομεν, τὴν ἱστορίαν αὕτη ἡ πεῖρα κρίνει. ἂν γὰρ ἱστορεῖν τις αὐτῷ φαίνηται, ὅτι αἱμωδίαν ἀνδράχνη ἔλυσε, τῇ πείρᾳ πρὸς τὴν κρίσιν χρήσεται. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ τὸν Ἐμπειρικὸν τῇ πείρᾳ τὴν κρίσιν τῆς ἱστορίας ποιήσασθαι. εἰ δὲ πεῖρα τὴν ἱστορίαν κρίνει, περιττὴ γίγνεται ἡ ἱστορία καὶ ἄχρηστος. ἀλλὰ λέγουσί τινες τῶν Ἐμπειρικῶν, ὅτι τῇ ἀξιοπιστίᾳ τῶν ἱστορούντων προσέχοντες κρίνομεν τὴν ἱστορίαν. πυνθανομένων δὲ ἡμῶν, πῶς τὴν ἀξιοπιστίαν κρίνετε, ἄλλων ἐν ἄλλοις διαμαρτανομένων καὶ κατορθούντων, ὅτι μὴ διὰ φιλοδοξίαν τινὰ, φασὶν, ὁ ἱστορῶν ἱστορῇ, μήτε διὰ δόγματα προσπαθῶς, μήτε διὰ φιλονεικίαν τινὰ, τότε ἀληθὲς εἶναί φαμεν ἡμεῖς τὸ ἱστορούμενον. πρὸς τοῦτο δὲ ῥητέον, πρῶτον μὲν διὰ μηδὲν τῶν εἰρημένων, ἐξαπατηθεὶς δ’ ὁ ἱστορῶν ἱστορεῖ. ἆρά γε, διότι, μήτε διὰ δόξαν, μήτε διὰ δόγματα προσπαθῶς, μήτε διὰ φιλονεικίαν τινὰ ἱστορεῖται, ἀληθές ἐστι τὸ ἱστορηθέν; δεύτερον δ’, ὅταν ἰατρὸν σοφὸν ἀξιῶσι τὸν ἱστοροῦντα εἶναι. ἐκβάντες μὲν τὸ κρίνειν τὴν ἱστορίαν, κρίνουσιν ἄνδρα σοφόν· ἡ δὲ τοιαύτη κρίσις φιλοσόφοις καὶ ἰατροῖς ἐπιβάλλει. πόθεν δὲ καὶ δυνατόν ἐστι κρῖναι, ὅτι μήτε διὰ δόξαν, μήτε διὰ δόγματα πρὸς τὸ πάθος, μήτε διὰ φιλονεικίαν ἱστορεῖται τὸ ἱστορούμενον; πρὸς δὲ τοῖς εἰρημένοις, καὶ εἰς τὴν κρίσιν τῆς ἀξιοπιστίας κέχρηνται κριτηρίῳ ἀποδοκιμαζομένῳ ἐπ’ αὐτῶν· λέγοντες γὰρ, ὅτι, ἐπειδὰν μήτε διὰ δόξαν, μήτε διὰ φιλονεικίαν ἱστορῆται, αἰτίας ἐκτίθενται, δι’ ἃς χρὴ πιστεύειν τῷ ἱστοροῦντι. ὥστε, εἰ καὶ διὰ μηδὲν ἕτερον, ἀλλὰ διὰ τοῦτο χρήσιμοί εἰσιν αἱ ἐπιζητούμεναι αἰτίαι. καὶ ἡμεῖς οὐδὲν πλέον ποιοῦμεν, ἀλλά φαμεν δεῖν τὸ διότι πολυπραγμονεῖν, ὅπερ καὶ αὐτοὶ ἐν τῇ τῆς ἱστορίας κρίσει φαίνονται ποιοῦντες. ἀλλ’ ἡμεῖς μὲν τῷ διότι χρώμεθα, καὶ τὸ σύνολον τῇ αἰτίᾳ εἰς τὴν τοῦ λεγομένου πράγματος κρίσιν, οἱ δ’ Ἐμπειρικοὶ εἰς τὸ ἐπικρῖναι τὸν τοῦ ἱστοροῦντος τρόπον. τὸ δὲ κρίνειν τὰ ἤθη, οὐ τῶν ἰατρῶν, ἀλλὰ τῶν φιλοσόφων ἐστὶν ἴδιον. ἔτι καὶ τοῦτο λέγουσιν οἱ Ἐμπειρικοὶ, πρὸς τὸ μὴ δεῖν τῇ πείρᾳ κρίνειν τὴν ἱστορίαν. φασὶ γὰρ, ὅτι, ὥσπερ ὑμεῖς, διότι Κρήτη νῆσός ἐστιν, ἱστορούντων τινῶν, κατειλήφατε, ὅτι ἐστί τις Κρήτη νῆσος, καίτοι αὐτόπται τῆς Κρήτης οὐ γεγόνατε, οὕτω καὶ ἡμεῖς, πολλῶν περὶ τῶν αὐτῶν συμφωνούντων, οὐ δεόμεθα πείρᾳ κρίνειν τὴν ἱστορίαν, ἀλλὰ πεπιστεύκαμεν τῇ τῶν πολλῶν δόξῃ. ἀλλ’ ἡμεῖς μὲν, φήσομεν, πεπιστεύκαμεν περὶ τῆς Κρήτης, ὅτι ἔστι, ἀπὸ τούτων τῶν εὐλόγων γοῦν ὁρμώμενοι, ὅτι πλεῖ τις ἐκεῖθεν δεῦρο, καὶ πάλιν ἔνθεν ἐκεῖ, καὶ ὅτι φίλοι τινὲς Κρῆτές εἰσιν ἐνταῦθα, ἢ καὶ πάλιν οἷς ἐπιστέλλομεν, καὶ παρ’ ὧν γράμματα ἡμῖν διακομίζεται. ἔτι τε ὅτι καὶ πάντες ἄνθρωποι περὶ τῆς αὐτῆς ὁμολογοῦσι, καὶ οἱ ἔχθιστοι. περὶ δὲ τῶν κατὰ τὴν ἰατρικὴν σχεδὸν περὶ οὐδὲν συμφωνοῦσι, καὶ ταῦτα ὀλίγοι πρὸς τοὺς ἅπαντας ἀνθρώπους ὄντες οἱ ἰατροὶ, καὶ οὐ μόνον οὐ συμφωνοῦσιν, ἀλλὰ καὶ τὰ ἐναντιώτατα δοξάζουσιν, ὡς μικρῷ πρόσθεν ὑπεδείξαμεν· διὰ ταῦτα οὖν κριτηρίου τινός ἐστι χρεία, πρὸς τὸ ἐπικρίνειν τὴν ἐν τῇ ἰατρικῇ ἱστορίαν. ἐπεὶ δὲ καὶ λέγουσιν οἱ Ἐμπειρικοὶ, ὅτι τὰ καταλαμβανόμενα, ἃ μὲν αἰσθήσει καταλαμβάνεται, ὡς τὸ ἔρευθος, ἃ δὲ ὑπομνηστικῶς, ὡς τὰ διὰ σημείων τινῶν καταλαμβανόμενα· ἐνδεικτικῶς δὲ οὐδὲν καταλαμβάνεται, οὔθ’ ἑτέρῳ τῶν ἐκκρινομένων ὑπ’ αὐτῶν τρόπῳ· ὅτι δὲ Κρήτη νῆσός ἐστι, καταλαμβάνουσι, δῆλον ὡς ἤτοι οὐ κατειλήφασιν, ὅτι Κρήτη νῆσος ἐγένετο. εἰ δὲ κατειλήφασιν, ἐστί τις ὁ τρίτος καταλήψεως τρόπος. ταῦτα μὲν οὖν εἰς παράστασιν τοῦ περιττὴν εἶναι τὴν ὑπ’ αὐτῶν θρυλλουμένην ἱστορίαν, εἴρηται. Ὅτι δὲ καὶ ἀδύνατόν ἐστιν ἀπὸ ἱστορίας ὠφελοῦντός τινος ἔχειν κατάληψιν, διὰ βραχέων ἄν τις παραστήσειεν. ἐπεὶ γὰρ δεῖ τὴν τήρησιν, ὡς ἐν τοῖς πρόσθεν ἐδείκνυμεν, οὐ μόνον ἐπὶ γένει συμπτωμάτων καὶ ἀριθμῶν γίνεσθαι, ἀλλὰ καὶ μεγέθει καὶ καιρῷ· ταῦτα δ’ ἀναγράφεσθαι ἀδύνατον ἄνευ τῶν σκοπῶν, δῆλον ὡς καὶ ἡ ἱστορία ἀδύνατος ἂν εἴη. ὅτι δὲ καὶ παρὰ τὰ μεγέθη καὶ τοὺς καιροὺς καὶ τὴν τάξιν διαφέρουσαι θεραπεῖαι γίγνονται, δέδεικται, ἀλλὰ καὶ ἐξ ὧν κατεσκευάσαμεν, ὅτι ἀδύνατον ἐπὶ συνδρομῇ τήρησιν ποιήσασθαι, δυνατόν ἐστιν ἐκ τῶν αὐτῶν κατασκευάσαι, ὅτι οὐδὲ ἱστορίαν ποιήσασθαι δυνατόν ἐστιν. οὐ γὰρ δή που τήρησιν μὲν ποιήσασθαι δυνατόν ἐστιν, ἀναγράψαι δὲ τὰ μὴ τετηρημένα δυνατόν ἐστιν.