<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg032.1st1K-grc1"><div type="textpart" subtype="work" n="1"><pb n="295"/><head>ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΘΗΡΙΑΚΗΣ ΠΡΟΣ <lb/>ΠΑΜΦΙΛΙΑΝΟΝ</head><p>Πολλάκις ἐπιζητοῦντί σοι κράτιστε Παμφιλιανὲ, <lb/>τὴν μέθοδον τῆς θηριακῆς
                    ἀντιδότου καὶ τὴν χρῆσιν παρ᾿ ἡμῶν <lb/>ἀκοῦσαι τὰ μὲν ἐκ τοῦ παραστάντος ἡμῖν
                    ῥηθέντα οὔτε <lb/>σε νομίζω διαμνημονεύειν οὔτε ἐμαυτὸν ἀποχρώντως εἰρηκέναι.
                    <lb/>νυνὶ δὲ ἐπὶ σχολῆς γενόμενος καὶ διὰ τῆς μνήμης <lb/>ἀνακαλεσάμενος ὅσα
                    κατὰ τὴν περιοδίαν εἶδον ἐν Ῥώμῃ, <lb/>παρά τε τοῖς ὑφηγησαμένοις ἡμῖν
                    κατορθούμενα διὰ τοῦ <pb n="296"/> φαρμάκου τούτου καὶ ὅσα χρησάμενος αὐτὸς
                    ἐπιτυχὼν κατώρθωσα, <lb/>ταῦτ᾿ ᾠήθην δεῖν σοι προσφωνῆσαι συναγαγὼν, <lb/>μετὰ
                    τοῦ καὶ τοὺς τρόπους τῆς χρήσεως ὑπογράφειν, καὶ <lb/>τὰς διαφορὰς τῶν παθῶν,
                    καὶ τοὺς καιροὺς ἐφ᾿ ὧν τινων, <lb/>καὶ πότε χρώμενος αὐτῇ τις οὐκ ἂν
                    διαμαρτάνοι. <lb/>κομιδῇ γὰρ ἀκούσου τινὸς εἶναι δοκεῖ μοι τὸ ἀποκρύπτεσθαί
                    <lb/>τι τῶν εἰς σωτηρίαν διαφερόντων, ὑπὲρ ἧς ἅπαντες οἱ <lb/>κατὰ τὴν
                    μητρόπολιν εὔχονται δικαίως, ἅτε δὴ κατ᾿ ἰδίαν <lb/>εὐεργετούμενοι καὶ κοινῇ
                    κοσμούμενοι, διὰ τῶν ὑπὲρ τῆς <lb/>προνοίας τῇ πόλει πάσῃ κατασκευαζομένων
                    κοινωφελῶν ἔργων. <lb/>οἶδα δὲ καὶ τὰς ἄλλας πόλεις ἁπάσας ὅσαι Κρητικαὶ τῆς
                    <lb/>σῆς γνώμης τὸ περὶ πάντας δεξιὸν καὶ ἐπιεικὲς οὐ τιμώσας <lb/>μόνον, ἀλλὰ
                    καὶ ἀγαπώσας. εἰσὶ δὲ καὶ ἐπὶ τῆς Αἰγύπτου <lb/>καὶ ἐπὶ τῆς βασιλίδος πόλεως
                    τοσοῦτοι τὸ πλῆθος φίλοι <lb/>σοὶ μόνῳ Κρητῶν, ὅσοι τοῖς ἄλλοις ἅπασιν οὐκ
                    εἰσὶν, ὥστ᾿ <lb/>εὐλόγως ἄν τινα θαυμάσαι καὶ τὴν τύχην οἰκείως σοι θεμένην
                    <lb/>πρὸς τὴν φύσιν τοῦ τρόπου καὶ τοῦ ὀνόματος τὸ <lb/>ἐπίσημον, ὡς ἂν
                    προγινώσκουσαν ὅτι μέλλεις ὑπὸ πάντων <pb n="297"/> φιλεῖσθαι. ἡ μὲν οὖν κτῆσίς
                    σοι τῆς ἀντιδότου δαψιλὴς <lb/>καὶ παρὰ πολλῶν, ἡ δ᾿ ἔντεχνος χρῆσις παρ᾿ ἡμῶν
                    καὶ τῆς <lb/>ἡμετέρας περὶ σὲ σπουδῆς καὶ εὐνοίας ὑπόμνημα. ὅνπερ <lb/>γὰρ
                    τρόπον αὐλοῦ καὶ λύρας καὶ τῶν ἄλλων μουσικῶν <lb/>ὀργάνων οὐδὲν πλέον τοῖς
                    κεκτημένοις μὲν, μὴ χρωμένοις <lb/>δὲ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀντιδότων
                    ἔχει, οἷον καὶ <lb/>ἐπὶ τῶν ἄλλων ἰατρικῶν φαρμάκων οὐδὲν ὀνίνησιν ἡ κτῆσις
                    <lb/>αὐτῶν, τῆς χρήσεως ὑστεριζούσης. εἰ μὲν γὰρ, ὡς ἡ <lb/>παρὰ τοῖς πολλοῖς
                    ἐπικρατοῦσα φήμη, πρὸς μόνα τὰ δήγματα <lb/>τῶν ἰοβόλων καὶ πρὸς τὰς τῶν
                    δηλητηρίων φαρμάκων <lb/>ἐποίει πόσεις, ἕδει καθάπερ τι κειμήλιον οἴκοι
                    κατακείμενον <lb/>περιορᾷν τὸ φάρμακον, ὑπὸ τοῦ χρόνου δαπανώμενον, <lb/>τῆς
                    χρείας οὐ καλούσης. ἐπεὶ δὲ πρὸς τούτοις καὶ <lb/>εὐγηρίαν ὑπισχνεῖται καὶ
                    μακροβιότητα καὶ ἀκρίβειαν αἰσθήσεως, <lb/>καὶ διαμονὴν ὑγείας, καὶ οὐ μόνον τῶν
                    παρόντων <lb/>νοσημάτων λύσιν, ἀλλὰ καὶ τῶν ἔσεσθαι μελλόντων κώλυσιν,
                    <lb/>εὔλογον οἴομαι καὶ ἐν ὑγείᾳ οὐκ ἀποστρέφεσθαι τὴν χρῆσιν <lb/>αὐτῆς, τῆς
                    ἀπαλλαγῆς τῶν ἐνοχλούντων παθῶν τὸ τὴν <pb n="298"/> ἀρχὴν μὴ παθεῖν προτιμῶντα.
                    πολλοὶ γοῦν τῶν ἐν Ῥώμῃ <lb/>μεγάλα δυναμένων κατὰ νεομηνίαν τοῦ φαρμάκου
                    προσφέρονται. <lb/>οἱ δὲ ἀπολεξάμενοι τὴν τετάρτην τῆς σελήνης ἐπὶ <lb/>τρεῖς
                    κατὰ τὰς ἑξῆς ἡμέρας προευπεπτηκότες καὶ τῆς κοιλίας <lb/>ἠρέμα
                    προεπιμεληθέντες, περὶ τὴν τρίτην ὥραν προσφέρονται <lb/>τοῦ Ἑλληνικοῦ κυάμου
                    μέγεθος, σὺν μέλιτος κοχλιαρίῳ <lb/>ἑνὶ καὶ ὕδατος θερμοῦ κυάθοις δυσὶν, οὐχ ἵνα
                    τι <lb/>διοχλοῦν νόσημα ἀποστρέψωνται, ἀλλ᾿ ἵνα παντὸς νοσήματος
                    <lb/>ἀπερίπτωτοι μένωσι καὶ τῆς προθέσεως οὐκ ἀποτυγχάνωσι. <lb/>χρηστὸν γὰρ
                    αὐτοῖς ἀποφαίνει τὸ αἷμα οὐ τὴν <lb/>φερομένην ἐν αὐτῷ φαυλότητα ἀποκρίνουσα,
                    ἀλλ᾿ ἐξοικειοῦσα <lb/>τὴν ἀτοπίαν καὶ κρατοῦσα τῆς, παρὰ φύσιν ποιότητας. κατὰ
                    <lb/>δὲ τὰς ἀποδημίας, ὅταν ὑπονοήσωσι χώρας τινὰς νοσώδεις, <lb/>ἣ μοχθηρίας
                    ὑδάτων, τὸν αὐτὸν τρόπον προσφερόμενοι <lb/>ἐξασφαλίζονται τὴν ἔξιν τοῦ σώματος,
                    ὥσπερ ὅπλῳ τινὶ σωτηρίῳ <lb/>τῷ φαρμάκῳ χρώμενοι, καὶ διαμένουσιν ἀπήμονες.
                    <lb/>τῶν δ᾿ ἐμῶν διδασκάλων ὁ πρεσβύτατος ἀνὴρ, εἰ καί τις <pb n="299"/> ἄλλος
                    ἐμπειρίᾳ τέχνης καὶ ἐπιεικείᾳ γνώμης διαφέρων, Αἰλιανὸς <lb/>Μέκκιος, ἔφη ποτὲ
                    τὴν Ἰταλιῶτιν χώραν ὑπὸ λοιμοῦ <lb/>πιεσθεῖσαν, ὀξεῖς θανάτους καὶ φθορὰν
                    ἀνθρώπων πολλὴν <lb/>παθεῖν, ἐν δέει δὲ πάντων ὁμοίως, καὶ τῶν ἰατρῶν καὶ
                    <lb/>ἡγουμένων ἀνδρῶν ὑπαρχόντων, εἰσηγήσασθαι μόνῃ χρῆσθαι <lb/>τῇ θηριακῇ, τῶν
                    ἄλλων ἁπάντων ἀπρακτούντων βοηθημάτων, <lb/>καὶ τῶν μὲν ἤδη νοσούντων λαβόντων
                    τινὰς ἀνασφῆλαι, <lb/>τινὰς δὲ καὶ διαφθαρῆναι. τοὺς δὲ πρὸ τοῦ νοσῆσαι
                    προσενεγκαμένους <lb/>πάντας οὐ μόνον τὸν κίνδυνον, ἀλλὰ καὶ <lb/>τὴν πεῖραν τοῦ
                    πάθους διαφυγεῖν, καὶ θαυμαστὸν οὐδέν· <lb/>εἰ γὰρ καὶ θανασίμων φαρμάκων
                    πινομένη δύναται κρατεῖν, <lb/>νικήσει καὶ φθορὰν ἀέρος ἀδικοῦσαν τὸν ἄνθρωπον,
                    <lb/>ὅπερ δὴ καὶ τοὺς πολλοὺς τῶν ἰατρῶν καὶ τοὺς ἰδιώτας <lb/>ἅπαντας κοινῇ
                    διαλανθάνειν μὴ θαυμάσαις. ὀποὶ γάρ εἰσι <lb/>καὶ χυλοὶ καὶ φλοιοὶ καὶ ῥίζαι καὶ
                    ἄνθη καὶ σπέρματα <lb/>καὶ σαρκία ἐξ ὧν συνέστηκεν ὥσπερ οὖν καθ᾿ ἓν τούτων
                    <lb/>ἕκαστον ἱκανὸς ὁ χρόνος ἐξίτηλον ἀποφῆναι, οὕτω καὶ τὴν ﻿<pb n="300"/> ὅλην
                    τοῦ φαρμάκου σύνθεσιν, τοῦτό τε ὑφορώμενοι τῶν <lb/>ὑλικῶν ἰατρῶν οἱ χαριέστατοι
                    πωλοῦσιν ἢ δωροῦνταί τισι <lb/>τὴν ἄγαν| παλαιουμένην. αὐτοὶ δὲ τῆς χρείας
                    καλούσης <lb/>ἐνεργεστάτῳ καὶ ὡραιοτάτῳ χρῶνται τῷ φαρμάκῳ, οὐ γὰρ <lb/>ἔξεστιν
                    ἑαυτοῖς βοηθοῦσιν ἀποτυγχάνειν. ὁριῶ δέ σοι καὶ <lb/>τὰς ἄλλας προδεσμίας τῶν
                    χρόνων καὶ τὰς διαφορὰς τῶν νοσημάτων, <lb/>πρὸς ἅστινας καὶ ὁπότε χρώμενος αὐτῇ
                    τις οὐκ ἀποτεύξεται. <lb/>ἐπὶ μὲν γὰρ τῶν ἐχεοδήκτων καὶ ὀφιοδήκτων καὶ
                    <lb/>ἀσπιδοδήκτων καὶ λυσσοδήκτων καὶ καθόλου τῶν ὑπό τινος τῶν <lb/>ἰοβόλων
                    δηχθέντων, ἢ νυγέντων, ἢ ψυγέντων, ἱκανῶς ἄγαν <lb/>ἡ πρόσφατος δύναται βοηθεῖν·
                    ἔστι δὲ πρόσφατος <lb/>μέχρις ἐτῶν λστ΄· καὶ πρὸς τὰ θανάσιμα πάντα. μετὰ
                    <lb/>δὲ τὸν χρόνον τοῦτον κατάλληλος ἅπασι τοῖς ἄλλοις πάθεσι, <lb/>περὶ ὧν
                    ὑπόμνημα γράψομεν, πολλῶν πλειόνων ὄντων ἄλλων <lb/>εἰς ἀριθμὸν τῶν
                    προειρημένων. δοκίμιον οὖν τοῦτο ἐνεργοῦς <lb/>καὶ ἀπράκτου φαρμάκου· φάρμακον
                    ὑπήλατον, ἢ ἐμετήριον, <lb/>ἢ ἑλλέβορον, ἢ σκαμμωνίαν, ἢ ἄλλο ὅ τι βούληταί τις
                    ἀνδρικώτατον, <pb n="301"/> ὡς μέλλον καθαίρειν, ἐπιδώσει, προσεπιδοὺς <lb/>τῆς
                    ἀντιδότου, κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, καὶ οὐ καθαρθήσεται, <lb/>οὐδ᾿ ἔν τινι
                    συναισθήσει καθάρσεως ὁ λαβὼν <lb/>ἔσται. γενόμενος δὲ ἐξελέγχει τῆς ἀντιδότου
                    τὴν διὰ χρόνου <lb/>ἀπραξίαν· δίδοται δὲ πρὸς τὰς τῶν θανασίμων φαρμάκων
                    <lb/>πόσεις καὶ πρὸς τὰς τῶν ἰοβόλων πληγὰς μετ᾿ <lb/>οἴνου κυάθους γ΄. τοῦ
                    φαρμάκου καρύου Ποντικοῦ τὸ μέγεθος, <lb/>καὶ ἐπιδιδομένη καὶ προσλαμβανομένη,
                    εἰ δι᾿ ὑφοράσεώς <lb/>τις ἔχει φαρμακείας· ὁμοίως καὶ πρὸς τοὺς ὑπό τινος
                    <lb/>αἰτίας ἀδήλου κινδυνεύοντας, τῆς ἐν τῷ σώματι διαφθορᾶς <lb/>μιμησαμένης
                    θανασίμου φαρμάκου ποιότητα. βοηθεῖ καὶ <lb/>ταῖς προσφάτοις καὶ χρονίαις βηξὶ,
                    καὶ ἐφ᾿ ὧν ἄλγημά τι <lb/>τοῦ θώρακος, ἢ πλευρᾶς, ἀπυρέτοις μετ᾿ οἰνομέλιτος,
                    πυρέσσουσι <lb/>δὲ μεθ᾿ ὑδρομέλιτος εἰς νύκτα, κυάμου τὸ μέγεθος <lb/>Αἰγυπτίου.
                    ὁμοίως καὶ πρὸς τοὺς ἐμπνευματουμένους <lb/>στομάχους ἢ στροφουμένους, ἔντερον ἢ
                    κῶλον ὀδυνωμένους, <lb/>ἐπὶ τούτων ἡ πόσις γενέσθω δι᾿ ὕδατος, τὸ δ᾿ αὐτὸ
                    φάρμακον <pb n="302"/> διδόσθω κυάμου τὸ μέγεθος ἕωθεν. δύναται καὶ <lb/>ὄρεξιν
                    ἐπιτεταμένην ἀναστεῖλαι, καὶ ὑπτιωμένην ἀναγεῖραι, <lb/>τὸ οἰκεῖον ἑκάστῳ τῶν
                    τῆς φύσεως ἔργων μέτρον ἀποκαθιστᾶσα. <lb/>ἡ δὲ πόσις καὶ ἐπὶ τούτων ἰσομεγέθης
                    τῇ προειρημένῃ <lb/>δι᾿ ὕδατος, ἢ κράματος, μήτε πλείων κυάθων γ΄. <lb/>μήτε
                    ἐλάσσων δύο· ἀγαθὴ καὶ παντὸς τύπου ῥῖγος ἀπαλλάξαι, <lb/>καὶ περίψυξιν, καὶ
                    χολημεσίαν τὴν ἐν ταῖς ἐπιβολαῖς <lb/>ἔσθ᾿ ὅτε συνεδρεύουσαν τῶν παροξυσμῶν,
                    κατὰ ταὐτὰ τοῖς <lb/>προειρημένοις διδομένη. εἰ δέ τις αὐτῇ πρὸ τῶν ἐπισημασιῶν
                    <lb/>τρὶς ἢ τὸ πλέον τετράκις χρήσεται, περιγράφει τέλεον <lb/>τοὺς πυρετοὺς,
                    μετὰ τοῦ καὶ τὴν δίαιταν τῇ ὠφελείᾳ <lb/>τῇ ἀπὸ τοῦ φαρμάκου μὴ ἀντιπράσσειν.
                    οὐδὲν γὰρ οὕτως <lb/>ἐστιν ἰσχυρὸν ἐν ἰατρικῇ βοήθημα, ὃ τὴν ἐξ αὐτοῦ γινομένην
                    <lb/>ὄνησιν δύναται ἐπαγαγεῖν, ἢ ἀντιπρασσόμενον ὑπὸ τῶν <lb/>κατὰ δίαιταν, ἢ μὴ
                    συνεργούμενον. πεπίστευται δὲ καὶ ταῖς <lb/>γυναιξὶ τὰς ἐπιμηνίους καθάρσεις
                    κινεῖν, καὶ τὰ νεκρὰ <lb/>τῶν ἐμβρύων ἐκβάλλειν, ἃ δι᾿ ἀσθένειαν οὐ δύναται ἡ
                    <lb/>φύσις ἀποτρίψασθαι πολλάκις θέλουσα. δίδοται δὲ ἐπὶ τούτων <pb n="303"/>
                    διὰ γλυκέος, ἢ μελικράτου προεφηψημένου, δικτάμνου, <lb/>ἢ πηγάνου, κυάμου
                    Αἰγυπτίου τὸ μέγεθος, ὅ τινες <lb/>ἐπιχωρίως κίθη καὶ κιβώριον καλοῦσι. χρήσιμος
                    δὲ καὶ <lb/>ὑδρωπικοῖς καὶ ἰκτερικοῖς μετὰ ἀσάρου ἀφεψήματος. ἐπὶ <lb/>μὲν τῶν
                    ὑδρωπικῶν οἱ μὲν αὐτὸ καταπίνειν διδόασι τὸ <lb/>φάρμακον πρὸ τῶν σιτίων, οἱ δὲ
                    καὶ ἀνιέντες ὀξυκράτου <lb/>κυάθῳ ἑνὶ, τότε γὰρ δίψους ἄκος μέγα γίνεται, καὶ
                    τὴν <lb/>ὅλην ἕξιν εὐτονωτέραν ἀποδείκνυσι, καὶ τὴν πλεονεξίαν τῶν <lb/>ὑγρῶν
                    μετὰ τοῦ μειοῦν καὶ ξηροτέραν ἀποφαίνει τῇ φύσει. <lb/>ποιεῖ καὶ πρὸς τὰς τῆς
                    φωνῆς ἀποκοπὰς, καὶ κατ᾿ ἰδίαν <lb/>πινομένη καὶ ἐν τῷ στόματι κατεχομένη,
                    μιγνυμένης τραγακάνθου <lb/>διπλῆς τῷ ποτῷ, μετ᾿ οἰνομέλιτος, ἢ γλυκέος.
                    <lb/>τοὺς δὲ ὑπὸ τῆς γλώττης κατέχοντας, ἀποτήκειν δεῖ τὸ <lb/>φάρμακον κατ᾿
                    ὀλίγον, ὅνπερ εἰώθαμεν χρῆσθαι τρόπον <lb/>κᾀν ταῖς καλουμέναις ἀρτηριακαῖς.
                    ἁρμόζει καὶ τοῖς αἱμοπτοϊκοῖς, <lb/>ἐάν τε ἀπὸ θώρακος ἐάν τε ἀπὸ πνεύμονος ἡ
                    <lb/>ἀναγωγὴ γίγνεται, προσφάτου μὲν οὔσης τῆς ἀναφορᾶς, μετ᾿ <lb/>ὀξυκράτου
                    διδομένη, κεχρονισμένης δὲ, μεθ᾿ ὕδατος κυάθων <pb n="304"/> γ΄. πολλῷ δ᾿
                    ἄμεινον, εἰ προαφεψήσεις τὶ τῷ ὕδατι, τοῦ <lb/>καλουμένου συμφύτου τῆς πόας. ἡ
                    δὲ πόσις εἰς νύκτα καὶ <lb/>πρωῒ κυάμου Αἰγυπτίου τὸ μέγεθος. ἐπὶ δὲ τῆς
                    <lb/>Ῥώμης οἶδα τοὺς καθηγησαμένους ἡμῶν ἐπὶ τῶν τοιούτων <lb/>χρωμένους καὶ τῇ
                    διὰ φελλῶν δυνάμει, ἧς τὴν πλοκὴν ἂν <lb/>οὕτω δέῃ εὐκαιροτέραν σοι παραθήσομαι,
                    καὶ ἐν κύκλῳ δὲ <lb/>καὶ ἔμπροσθεν, καὶ ὄπισθεν περιθάλποντας δαψιλεῖ τῷ
                    <lb/>φαρμάκῳ τὸν θώρακα, καὶ τὰ πολλὰ ἐκράτουν τὸ πάθος <lb/>διὰ τῆς τοιαύτης
                    ἀγωγῆς. ἁρμόζει δὲ καὶ τοῖς νεφριτικοῖς <lb/>καὶ δυσεντερικοῖς καὶ τοῖς λιθιῶσι
                    καὶ δυσπνοϊκοῖς καὶ <lb/>τοῖς περὶ τὸ ἧπαρ καὶ σπλῆνα καὶ σκιῤῥώδη τινὰ πεῖσιν,
                    <lb/>ἢ ἄλλως κεχρονισμένην ἔχουσι, δι᾿ ὀξυμέλιτος διδομένη ἐπὶ <lb/>τῶν
                    σκιῤῥωδῶν· ὀξύμελι δὲ ἀπὸ τῶν μελικηρίδων ληπτέον, <lb/>τοῦτο γὰρ εὔθετον, καὶ
                    Ἱπποκράτης ἐν τῷ περὶ διαίτης <lb/>λέγει· ὀποῦ δὲ δι᾿ ὄξους σκιλλητικοῦ κυάθου
                    ἑνὸς ἥμισυ, <lb/>ἐπὶ τῶν δυσπνοϊκῶν· ἐπὶ δὲ τῶν λιθιώντων μετὰ ἀφεψήματος
                    <lb/>σελίνου, ἢ πετροσελίνου· ἐπὶ δὲ τῶν νεφριτικῶν <lb/>μετὰ οἰνομέλιτος· ἐπὶ
                    δὲ τῶν δυσεντερικῶν μετὰ Συριακοῦ ﻿<pb n="305"/> ῥοὸς ἀφεψήματος. ἐπὶ δὲ τῶν
                    ἐπιληπτικῶν, ὀλιγαιμίας μὲν <lb/>περὶ τὴν ἕξιν οὔσης, μελικράτῳ, πολυαιμίας δὲ
                    καὶ πάχους, <lb/>ἐν ὀξυμέλιτι· τινὲς δὲ τῶν δοκίμων ἰατρῶν ἐπὶ τούτων νᾶπυ
                    <lb/>διδόασι προαναγαργαρίζεσθαι, ἔπειθ᾿ οὕτως τοῦ φαρμάκου <lb/>προσφέρουσιν
                    εἰς νύκτα μεθ᾿ ὕδατος, ὅσον Ἑλληνικοῦ κυάμου <lb/>τὸ μέγεθος. καθόλου δι᾿
                    εἰπεῖν, ὅπου τὰ ἄλλα πάντα <lb/>βοηθήματα μηδὲν ἰσχύσει, ἀλλ᾿ ἡττᾶται πρὸς τῶν
                    νοσημάτων, <lb/>ἐπὶ τούτων ἡ ἀντίδοτος πινομένη παραδόξως κατορθοῖ. <lb/>ἤδη
                    γοῦν καὶ ἐπὶ τῶν χολερικῶν ἀπαυδώντων καὶ ἐπὶ <lb/>καρδιακῶν ἐν ἐσχάτοις ὄντων
                    ἐπιδοθεῖσα παλιγγενεσίαν <lb/>ὥσπερ τοῖς λαβοῦσιν ἐπεδωρήσατο. ἀλλ᾿ οὔτε δυνατὸν
                    οὔτε <lb/>ἁρμόζον περὶ πάντων γράφειν. ἀπὸ γὰρ τῶν γεγραμμένων <lb/>τὶς
                    ὁρμώμενος, δυνήσεται τοὺς λογισμοὺς μετατιθεὶς καὶ <lb/>ἐπὶ τῶν λοιπῶν ἐπιτυχῶς
                    αὐτῇ χρῆσθαι. τοὺς δὲ ἐπὶ πλέον <lb/>ἤδη σπουδάζοντας ἐπαινεῖν τὸ φάρμακον
                    παραμεμπτέον, <lb/>οὐχ ὡς ἰατρικὴν, ὀχλαγωγικὴν δὲ μᾶλλον ὑπόσχεσιν αὐτῷ
                    <lb/>προσάπτοντας, οἳ καὶ πρὸς ὠταλγίαν αὐτό φασι ποιεῖν καὶ <lb/>δυσηκοΐας καὶ
                    ἀμβλυωπίας καὶ κιονίδας καὶ τὰς καλουμένας <pb n="306"/> ἄφθας. ὁ γὰρ τοιοῦτος
                    ἔπαινος διαβολὴν ἔοικε φέρειν <lb/>μᾶλλον τῷ φαρμάκῳ ἢ σύστασιν. εἰ γάρ ἐστι δι᾿
                    εὐτελοῦς <lb/>ὕλης ἄμεινον ἰᾶσθαι τὰ τοιαῦτα τῶν παθῶν, ἄπρακτον τὸ <lb/>μετὰ
                    πολυτελείας ἔλαττον περιγιγνόμενον τοῦ τέλους. ὑπὲρ <lb/>δὲ τῆς σκευασίας εἰπεῖν
                    τι ἀναγκαῖον, ἐπεὶ καὶ αὐτὴ δεῖταί <lb/>τινος ἐντρεχείας. ὁ μὲν γὰρ Μενεκράτης
                    οὐδὲν ὑπὲρ <lb/>αὐτῆς διέσταλκε. ἐπεὶ δὲ λαμβάνειν ἡδυχρόου τὸ φάρμακον,
                    <lb/>καὶ ἑτέρων ἀρτίσκων, σκιλλητικῶν καὶ θηριακῶν, πρότερον <lb/>περὶ τῆς
                    σκευασίας τούτων λεκτέον. Ἡδυχρόου σκευασία. <lb/>♃ Ἀσπαλάθου ῥίζης φλοιοῦ,
                    καλάμου ἀρωματικοῦ, <lb/>κόστου, ἀσάρου, ξυλοβαλσάμου, φοῦ, ἀμαράκου, μαστίχης,
                    <lb/>ἀνὰ δραχ. στ΄. σχοίνου ἄνθους δραχ. ιβ΄. οἱ δὲ δραχ. κδ΄. κινναμώμου
                    <lb/>δραχ. ιβ΄. ἀμώμου, κασσίας, ῥᾶ Ποντικοῦ, ἀνὰ δραχ. ιε΄. <lb/>νάρδου
                    Ἰνδικῆς, μαλαβάθρου φύλλων, ἀνὰ δραχ. * ιστ΄, σμύρνης, <lb/>κρόκου, ἀνὰ δραχ.
                    ιβ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε, ὀποβαλσάμῳ <lb/>παραπτόμενος ἐν τῷ ἀναπλάττειν
                    καὶ ἔα ξηραίνεσθαι <lb/>ἐν σκιᾷ. Περὶ ἀρτίσκων σκιλλητικῶν. Τροχίσκους <pb n="307"/> τοὺς σκιλλητικοὺς οὕτω σκευάζομεν. σκίλλαν περίπλασσε <lb/>πηλῷ
                    καὶ βάλλε εἰς κάμινον βαλανείου καιομένην, τῇ δ᾿ <lb/>ἐπιούσῃ ἡμέρᾳ τοῦ ἐντὸς
                    λαβὼνδραχ.ρκ΄. καὶ ὀροβίνου ἀλεύρου <lb/>δραχ.ξ΄. λειώσας ὁμοῦ ποίει τροχίσκους.
                    Ἀρτίσκοι θηριακοί. Ἀρτίσκοι <lb/>δὲ θηριακοὶ οὕτω σκευάζονται, λαβὼν ἔχεις δ᾿. ἢ
                    πέντε <lb/>πυῤῥὰς, ἄμεινον δὲ εἶναι νεοθηράτους, αἱ γὰρ πολλῷ χρόνῳ
                    <lb/>καθειργμέναι ἰωδέστεραι τὴν ἕξιν εἰσίν. ἔστι δὲ τοῦτο <lb/>τεκμήρασθαι ἀπὸ
                    τοῦ νηστεύσαντος ἀνθρώπου, ἔπειτα τοῦ <lb/>πρὸς κεφαλὴν μέρους καὶ τοῦ πρὸς
                    οὐρὰν ἀφαιρεῖν ἀνὰ <lb/>τετραδάκτυλον καὶ τὴν φολίδα πᾶσαν ἀποδέρειν, καὶ
                    <lb/>πᾶν τὸ ἔντερον ἐκβάλλειν· τὰ δὲ λοιπὰ ἕψειν ἐν καινῇ <lb/>χύτρᾳ μετ᾿
                    ἀνήθου· ἑψηθεισῶν δὲ τῶν σαρκῶν καθαίρειν <lb/>τὰς ἀκάνθας, ἐπιμελῶς δὲ τὰς
                    σάρκας ἱστᾷν δεῖ, ἵνα μὴ <lb/>διαλάθῃ ἄκανθα, καὶ ῥῖψαι καὶ ἄρτου καθαροῦ ξηροῦ
                    τὸ <lb/>ἴσον προσβάλλειν, καὶ συλλειοῦν, ἔπειτα προσαπτόμενος <lb/>ὀποβαλσάμῳ
                    τροχίσκον ἀνάπλασσε καὶ ψῦχε ἐν σκιᾷ. αὐτὴ <lb/>δὲ ἀντίδοτος κατὰ Ἀνδρόμαχον τὸν
                    πεποιηκότα αὐτὴν συντίθεται <lb/>τρόπῳ τοιῷδε. ὠνομάσθη δὲ παρ᾿ Ἀνδρομάχου <pb n="308"/> γαλήνη. οἱ μετ᾿ αὐτὸν δὲ παραλαβόντες, οἶον Κρίτων καὶ <lb/>οἱ
                    κατ᾿ αὐτὸν, διὰ τὸ ἔχειν αὐτὴν τῆς σαρκὸς τῶν ἐχιδνῶν, <lb/>ὠνόμασαν αὐτὴν
                    θηριακήν. ♃ Ἀρτίσκων σκιλλητικῶν δραχ. <lb/>μδ΄. ἀρτίσκων θηριακῶν δραχ. κδ΄.
                    ἀρτίσκων ἡδυχρόου δραχ. κδ΄. <lb/>κινναμώμου, πεπέρεως μέλανος, ὀποῦ μήκωνος,
                    ἀνὰ δραχ. κδ΄. <lb/>ἴρεως Ἰλλυρικῆς, γλυκυῤῥίζης, ὀποβαλσάμου, ῥόδων ξηρῶν,
                    <lb/>σκορδίου Κρητικοῦ, βουνιάδος σπέρματος, γογγυλίδος ἀγρίας, <lb/>ἀγαρικοῦ,
                    ἀνὰ δραχ. ιβ΄. κρόκου, σμύρνης, ζιγγιβέρεως, ῥᾶ <lb/>Ποντικοῦ πενταφύλλου ῥίζης,
                    καλαμίνθης, πρασίου, πετροσελίνου, <lb/>στοιχάδος, κόστου, πεπέρεως λευκοῦ, ἀνὰ
                    δραχ. στ΄. <lb/>δικτάμνου Κρητικοῦ, σχοίνου ἄνθους, λιβάνου ἄῤῥενος, τερμινθίνης
                    <lb/>Χίας, κασσίας σύριγγος μελαίνης, νάρδου Ἰνδικῆς, <lb/>ἀνὰ δραχ. στ΄. πολίου
                    ἄνθους Κρητικοῦ, στύρακος, σελίνου <lb/>σπέρματος, σεσέλεως, θλάσπεως, ἄμμεως,
                    χαμαίδρυος, <lb/>χαμαιπίτυος, ὑποκιστίδος χυλοῦ, μαλαβάθρου, <lb/>νάρδου
                    Κελτικῆς, γεντιανῆς ῥίζης, ἀνίσου, μήου, μαράθρου <lb/>σπέρματος, Λημνίας μίλτου
                    σφραγῖδος, χαλκίτεως ὀπτῆς, <lb/>ἀμώμου, ἀκόρου, καρποβαλσάμου, φοῦ Ποντικοῦ,
                    ὑπερικοῦ, <lb/>ἀκακίας, καρδαμώμου, κόμμεως, ἀνὰ δραχ. δ΄. δαύκου <pb n="309"/>
                    σπέρματος, χαλβάνου, σαγαπηνοῦ, ἀσφάλτου, ὀποπάνακος, <lb/>καστορίου, κενταυρίου
                    λεπτοῦ, ἀριστολοχίας κληματίτιδος, <lb/>ἀνὰ δραχ. β΄. μέλιτος Ἀττικοῦ λίτραν ι΄.
                    οἱ δὲ στ΄. οἱ δὲ δ᾿. <lb/>οἴνου Φαλερίνου ξε. β΄. βαλὼν εἰς ὅλμον ὀπὸν
                    ὑποκιστίδος, <lb/>σμύρναν, σαγαπηνὸν, γλυκύῤῥιζον, στύρακα, ἀκακίαν, ὀποπάνακα,
                    <lb/>παραστάζων κατὰ μικρὸν μέλι καθ᾿ ἓν, κόπτε καὶ <lb/>διάλυε καὶ πρόσβαλε τοῦ
                    οἴνου, ὥστε ὑπερέχειν, καὶ ἔμβρεχε <lb/>ἐπὶ ἡμέρας τρεῖς, εἶτα κιννάμωμον,
                    κρόκον, κασσίαν, στάχυν, <lb/>θλάσπι, μαλάβαθρον, Λημνίαν σφραγῖδα, χαλκῖτιν
                    κεκαυμένην, <lb/>(αὕτη γὰρ καὶ τὸ μέλαν χρῶμα χαρίζεται <lb/>τῷ φαρμάκῳ καυθεῖσα
                    ἐντέχνως) ἄμωμον, ἄσφαλτον, <lb/>καστόριον κεκομμένον, καὶ σεσησμένον βαλὼν εἰς
                    θυείαν καὶ <lb/>παραχέων οἶνον, λειοτρίβει, ὡς κολλύριον, ἔπειτ᾿ ἐκ τοῦ
                    <lb/>ὅλμου προσβαλὼν τοῖς ἐν τῇ θυείᾳ, λειοτριβήσας καὶ παρεγχέας <lb/>οἶνον
                    πρόσμισγε τὰ ξηρὰ πάντα καὶ ἀνάπλαττε. μετὰ <lb/>δὲ ταῦτα τὸ μέλι καὶ τὴν
                    ῥητίνην καὶ χαλβάνην καὶ ὀποβάλσαμον <lb/>χλιάνας ἐν κακκάβῃ, κατάχει τῶν ἐν τῇ
                    θυείᾳ, καὶ <lb/>ἑνώσας ἀπόθου εἰς ἀγγεῖον κασσιτερινὸν ἢ ἀργυροῦν καὶ <pb n="310"/> χρῶ. Κρίτων δ᾿ ἔγραψε περὶ αὐτῆς οὕτως, ὅτι τὰ θηρία <lb/>περὶ τὰ
                    τελευταῖα τοῦ ἦρος, ἢ τῷ τρυγητῷ συλλέγειν δεῖ, <lb/>καὶ λαμβάνειν ἐξ αὐτῶν τὰ
                    μεγάλα καὶ εὔτροφα καὶ ἕψειν <lb/>μετ᾿ ἀνήθου μόνου. τῷ δὲ τῆς σαρκὸς αὐτῶν ἐκ
                    δέκα θηρίων <lb/>ἀθροισθέντι μιγνύειν ἀξιοῖ σιλιγνίτου ἄρτου μίαν <lb/>οὐγγίαν,
                    καὶ οὕτως ἀναπλάττειν τοὺς καλουμένους ἄρτους· <lb/>τὰς δὲ σκίλλας ἐν τῷ πυρῶν
                    ἀμήτῳ, τηνικαῦτα γάρ εἰσι <lb/>μάλιστα ἀκμαίαι. </p></div></div></body></text></TEI>