[Εἰς τὸ στῆσαι κοιλίαν.] Ὀρίγανον μετὰ ὕδατος ἑψήσας δίδου πιεῖν. ἄλλο. σηπίας ὄστρακον καύσας καὶ τρίψας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν· ἢ βάτου καρπὸν σὺν τοῖς φύλλοις ἀποτριτώσας δὸς πιεῖν. ἄλλο. κύμινον Ἑλλαδικὸν καὶ κηκίδα ἄτριπτον καῦσον καὶ μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν μετὰ τὸ ἀποτριτωθῆναι ἐπὶ ἡμέρας τρεῖς.