[Βηχικοῖς καὶ ἐν ῥίζῃ σταφυλῆς καὶ εἰς κατάῤῥουν.] Λαβὼν ζιγγιβέρεως δραχ. α΄. χαλβάνης, ὀπίου, στύρακος ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλαβὼν ποίει ὀροβιαῖα καὶ ἀντὶ καταποτίου πάρεχε ἐν κοίτῃ δύο καὶ ἐπιῤῥόφα καὶ τὸ γλυκὺ κεκραμένον. ἄλλο. ζιγγιβέρεως δραχ. δ΄. στύρακος δραχ. δ΄. γλυκεῖ ἀναλάμβανε καὶ ποίει ὀρόβια καὶ ἀντὶ καταποτίου δίδου εἰς κοίτην γ΄. ἐπιῤῥοφῶντι γλυκὺ κεκραμένον.