[Ἄλλο εἰς βηχία καὶ βρόγχους καὶ αἵματος ἀναγωγάς.] Λαβὼν τραγακάνθης δραχ. β΄. λινοσπέρμου πεφρυγμένου δραχ. δ΄. ἀμύγδαλα λελεπισμένα ι΄. στροβίλου ὠπτημένης στέατι δραχ. γ΄. τὴν τραγάκανθαν ἐν ὕδατι βρέχε χλιαρῷ καὶ τὰ λοιπὰ μῖξον γλυκὺ καὶ παραχέας λειοτρίβει. πρὸς δὲ τὰς ἀνακοπὰς τῆς φωνῆς καὶ ἐὰν ἀνάγῃ αἷμα, χρῶ μέλιτι ἀντὶ τοῦ γλυκέος. ἄλλο. ῥάφανον κατακόψας καὶ στρογγύλα ποιήσας ὄπτησον ἐπ᾿ ἀνθράκων καὶ μετὰ μέλιτος φάγε νῆστις.