[Ἄλλο πρὸς βήχιον καὶ ἑλκομένην ἀρτηρίαν.] Λαβὼν τερεβινθίνης, κόμμεως, καλοῦ μέλιτος ἀνὰ δραχ. α΄. τὸ μέλι καὶ τὴν τερεβινθίνην προεψήσας βάλλε τὸ κομμίδιον καὶ δίδου ὅσον ἐλαίας μέγεθος διακρατεῖν ἐν τῷ στόματι. ἄλλο. κόμμεως, λυκίου ἀνὰ γο. δ΄. βάλλε εἰς ὕδωρ καὶ ἔασον τακῆναι, εἶτα βάλλε κοτύλην Κρητικοῦ γλυκέος μίαν καὶ ἕψε ἕως οὗ γένηται γλοιῶδες καὶ χρῶ ἐν ἐκλεικτῷ.