[Πρὸς κοιλιακοὺς ἐργαλεῖον.] Μύρτων χλωρῶν, ῥόδων ξηρῶν, σιδίων ῥοιᾶς, βαλαύστια, κηκίδας ε΄. οἰνομέλιτι φυράσας διὰ γαστρὸς παράπεμψον, ἢ κυάμου λέπυρα σὺν οἴνῳ ἀποζέσας ἔνιε διὰ κλυστῆρος· ἢ φακὴν ἀποζέσας τὸν χυλὸν χλιάριον ὁμοίως ποίει· ἢ ὀρύζης μὴ κεκαθαρισμένης τὸν χυλὸν ὁμοίως, ἢ σιδηρίτιδος βοτάνης τὸν χυλὸν χλιαρὸν ὁμοίως, ἢ ἀκακίας χυλὸν ἔνιε, ἢ ψιμύθιον καὶ λιθάργυρον λειώσας μετὰ μέλιτος καὶ οἴνου παράπεμψον.