<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="39"><head>[Ἄλλο ποιῶν καὶ ἐκτηκομένοις.]</head><p>Λαβὼν λιβάνου, πεπέρεως, ﻿<pb n="507"/> ἀρσενικοῦ σχιστοῦ, καρυοφύλλου
                            πάντα ὁμοῦ συντρίψας <lb/>μετὰ μέλιτος καὶ ζυμώσας δίδου πρωῒ καὶ εἰς
                            κοίτην· <lb/>ἢ ἀρσενικὸν σχιστὸν ἀντὶ ἅλατος εἰς ὠὸν ῥυτὸν <lb/>καὶ
                            ῥόφησον νῆστις· ἢ ἀρσενικὸν συντρίψας μετ᾿ οἴνου <lb/>χλιαροῦ πότισον ἐν
                            λουτρῷ· ἢ ἀρσενικὸν σχιστὸν καὶ κρόκον <lb/>ὠοῦ μίξας ἐπάλειφε εἰς
                            βάμβηκα καὶ κάπνιζε διὰ κιχώνης, <lb/>ὅταν δὲ ὀλιγωθῇ ὁ καπνιζόμενος,
                            δίδου αὐτῷ καὶ καταπιεῖν <lb/>βούτυρον, ὅσον λεπτοκαρύου μέγεθος καὶ
                            πάλιν καπνιζέσθω, <lb/>ποίει δὲ ἑπτάκις. ἄλλο. στύρακος καλοῦ καὶ
                            κράμβης <lb/>χυλὸν συντρίψας καὶ ζυμώσας δίδου νήστει καὶ εἰς κοίτην·
                            <lb/>ἢ δαφνελαίου καὶ οἴνου καλοῦ ἀνὰ δραχ. γ΄. μίξας χλιαρὸν
                            <lb/>πότιζον ἐν λουτρῷ καὶ οἰνέλαιον θερμὸν κέραμον πυρίαζε <lb/>τὸν
                            στόμαχον, τὸ οἰνέλαιον μὴ δίδου φθισικῷ πίνειν, <lb/>ἀλλὰ τὴν σκευασίαν
                            τοῦ οἰνελαίου ἀκριβῶς σκευάσας καὶ <lb/>χλιάνας πυρίαζον μετὰ σπόγγων
                            τὸν στόμαχον. ἄλλο. θέρμων <lb/>ἀφέψημα θερμὸν στακτὴν βρέξας πυρίαζε
                            τοὺς πόδας <lb/>βήσσοντος καὶ ἀποσπογγίσας αὐτοὺς ἐπάλειφε βούτυρον καὶ
                                <pb n="508"/> πυρίαζε, τοῦτο τρισέσας ἰαθήσεται. ἄλλο. κισσοῦ
                            κόκκους <lb/>ἢ ξύλα, ἢ φύλλα κάπνισον τὸν βήσσοντα· ἢ ῥητίνην σὺν
                            <lb/>οἴνῳ παλαιῷ συντρίψας πότισον νήστει· ἢ ἀγριοκανάβης <lb/>σπέρμα
                            τρίψας πότισον μετὰ ὕδατος· ἢ κεδρίαν πότισον <lb/>νηστικῷ, ἢ ὕσσωπον
                            καὶ χλήχωνα μετὰ ὀξυκράτου δὸς <lb/>πιεῖν προεψήσας·ἢ βερονίκην φυράσας
                            μετὰ μέλιτος δίδου <lb/>φαγεῖν· ἢ ῥάφανοι ὁπτοὶ ἐσθιόμενοι πρωῒ καὶ ὀψέ·
                            ἢ χαμαιλεύκη <lb/>θυμιωμένη. ἄλλο. δαφνίδας μετὰ πεπέρεως καὶ
                            <lb/>στροβίλους μετὰ μέλιτος δίδου πρωῒ καὶ εἰς κοίτην. <lb/>
                        </p></div></div></div></body></text></TEI>