[Ἄλλο ποιῶν καὶ ἐκτηκομένοις.] Λαβὼν λιβάνου, πεπέρεως,  ἀρσενικοῦ σχιστοῦ, καρυοφύλλου πάντα ὁμοῦ συντρίψας μετὰ μέλιτος καὶ ζυμώσας δίδου πρωῒ καὶ εἰς κοίτην· ἢ ἀρσενικὸν σχιστὸν ἀντὶ ἅλατος εἰς ὠὸν ῥυτὸν καὶ ῥόφησον νῆστις· ἢ ἀρσενικὸν συντρίψας μετ᾿ οἴνου χλιαροῦ πότισον ἐν λουτρῷ· ἢ ἀρσενικὸν σχιστὸν καὶ κρόκον ὠοῦ μίξας ἐπάλειφε εἰς βάμβηκα καὶ κάπνιζε διὰ κιχώνης, ὅταν δὲ ὀλιγωθῇ ὁ καπνιζόμενος, δίδου αὐτῷ καὶ καταπιεῖν βούτυρον, ὅσον λεπτοκαρύου μέγεθος καὶ πάλιν καπνιζέσθω, ποίει δὲ ἑπτάκις. ἄλλο. στύρακος καλοῦ καὶ κράμβης χυλὸν συντρίψας καὶ ζυμώσας δίδου νήστει καὶ εἰς κοίτην· ἢ δαφνελαίου καὶ οἴνου καλοῦ ἀνὰ δραχ. γ΄. μίξας χλιαρὸν πότιζον ἐν λουτρῷ καὶ οἰνέλαιον θερμὸν κέραμον πυρίαζε τὸν στόμαχον, τὸ οἰνέλαιον μὴ δίδου φθισικῷ πίνειν, ἀλλὰ τὴν σκευασίαν τοῦ οἰνελαίου ἀκριβῶς σκευάσας καὶ χλιάνας πυρίαζον μετὰ σπόγγων τὸν στόμαχον. ἄλλο. θέρμων ἀφέψημα θερμὸν στακτὴν βρέξας πυρίαζε τοὺς πόδας βήσσοντος καὶ ἀποσπογγίσας αὐτοὺς ἐπάλειφε βούτυρον καὶ πυρίαζε, τοῦτο τρισέσας ἰαθήσεται. ἄλλο. κισσοῦ κόκκους ἢ ξύλα, ἢ φύλλα κάπνισον τὸν βήσσοντα· ἢ ῥητίνην σὺν οἴνῳ παλαιῷ συντρίψας πότισον νήστει· ἢ ἀγριοκανάβης σπέρμα τρίψας πότισον μετὰ ὕδατος· ἢ κεδρίαν πότισον νηστικῷ, ἢ ὕσσωπον καὶ χλήχωνα μετὰ ὀξυκράτου δὸς πιεῖν προεψήσας·ἢ βερονίκην φυράσας μετὰ μέλιτος δίδου φαγεῖν· ἢ ῥάφανοι ὁπτοὶ ἐσθιόμενοι πρωῒ καὶ ὀψέ· ἢ χαμαιλεύκη θυμιωμένη. ἄλλο. δαφνίδας μετὰ πεπέρεως καὶ στροβίλους μετὰ μέλιτος δίδου πρωῒ καὶ εἰς κοίτην.