[Κάπνισμα.] Ἀρσενικὸν σχιστὸν, πέπερι, πράσιον, κριθῆς ἄλευρον, χαμαίδρυν, ἀμπέλου ῥίζης δέρμα, χαμαιλεύκην, μαστίχην κόστον, κρόκον ὠῶν, πάντα ἑνώσας πλάττε κολλούρια καὶ κάπνιζε νήστει καὶ εἰς κοίτην. ἄλλο. πέπερι, κάρυα, ἀρσενικὸν σχιστὸν συντρίψας καὶ μίξας μέλιτι κάπνιζε. ἄλλο. βούτυρον, στέαρ χηνὸς, ῥητίνην μέλιτι συντρίψας δίδου νήστει καὶ εἰς κοίτην. ἄλλο. ῥάβδον μαράθρου καὶ σπέρμα πεπέρεως συντρίψας καὶ μετὰ μέλιτος ζυμώσας δίδου. ἄλλο. φυσαλίδας ἑψήσας σὺν ταῖς ῥίζαις δὸς πιεῖν.