[Πρὸς χρόνιον βῆχα.] Θεῖον ἄπυρον τρίψας καλῶς, ἐμβαλὼν ὠὸν ῥόφησον ἐν βαλανείῳ· ἢ σίνηπι τρίψας καὶ μίξας μέλιτι δίδου δακόλους τρεῖς· ἢ καρδαμόσπορον λεῖον σὺν ὕδατι πινόμενον εἰς κοίτην, ἢ λίβανον τριβόμενον μετὰ μέλιτος καὶ ἐκλειχόμενον πρωῒ καὶ εἰς κοίτην· ἢ ῥαφάνου χυλὸς μετὰ μέλιτος καταῤῥοφούμενος τῷ πρωΐ. ἄλλο. ἀρκευτίδες ε΄. ἢ ζ΄. μετὰ μέλιτος πινόμεναι. ἄλλο. πεπέρεως δραχ. δ΄. καρύων δραχ. β΄. στροβίλου ὑσσώπου ἀνὰ δραχ. α΄. γλήχωνος δραχ. δ΄. ἴρεως δραχ. δ΄. κνίδης σπέρμα δραχ. δ΄. μέλιτος ἡ δόσις κοχλιάριον α΄. ἄλλο. σίνηπι καὶ κύμινον, μελάνθιον, κάρδαμον ἴσα ὁμοῦ κόψας ἀναλάμβανε οἴνῳ καὶ δίδου. ἄλλο. γλήχωνα δίδου μασᾶσθαι συνεχῶς καὶ συντρίψας μετὰ οἴνου καὶ λεάνας δίδου πιεῖν. ἄλλο. κυμίνου πεφρυγμένου δραχ. α΄. μελανθίου πεφρυγμένου δραχ. α΄. πεπέρεως κοκκία μ΄. συντρίψας καὶ ζυμώσας μέλιτι δίδου νήστει καὶ εἰς κοίτην.