<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="35"><head>[Βηχὸς θεραπεῖαι διάφοροι.]</head><p> Ἀρκευθίδος ὁ καρπὸς <lb/>ἐσθιόμενος καὶ πινόμενος· ἢ βδέλλιον πινόμενον,
                            ἢ δαῦκος <lb/>Κρητικὸς σὺν οἴνῳ πινόμενος· ἢ δρακοντίου ῥίζα ὁμοίως
                            <lb/>ἑψηθεῖσα καὶ λειωθεῖσα μέλιτι· ἢ ἑλενίου βοτάνης καὶ περδικιάδος
                            <lb/>χλιαρὸς νηστικῶς καταῤῥοφούμενος ὁ χυλὸς σὺν <pb n="504"/> ὕδατι
                            πινόμενος, ἢ ἀρκείου βοτάνης ἡ ῥίζα, ἢ στροβιλίου <lb/>σὺν ὕδατι
                            πινόμενον, ἢ πρόπολις θυμιωμένη καὶ ῥητίνη <lb/>πινομένη· καὶ
                            τερεβινθίνη θυμιωμένη, ἢ ἀρσενικὸν σχιστὸν <lb/>μετὰ χαλβάνης
                            θυμιωμένης· καὶ ὁ καπνὸς καταπινόμενος, ἢ <lb/>ἄσφαλτον καὶ λίβανον καὶ
                            στύραξ καὶ κύμινον θυμιαζόμενα, <lb/>ἢ κιννάμωμον σὺν μέλιτι χλιαρῷ
                            πινόμενον, ἢ κυπαρίσσου <lb/>σφαιρία τριβέντα μετὰ γλυκέος καὶ σμύρνης
                            νηστικῶς λαμβανόμενα, <lb/>ἢ μαράθρων ῥίζας καὶ σπέρμα σὺν οἴνῳ ἑψηθέντα
                            <lb/>καὶ πινόμενα, ἢ νάρθηξ χλωρὸς σὺν οἴνῳ ἑψηθεὶς <lb/>καὶ ποθείς· ἢ
                            ὀρίγανον σὺν μέλιτι ἑψηθὲν καὶ ποθέν·ἢ <lb/>μυρίκης ἄνθος καὶ ὁ καρπὸς
                            καὶ τὰ φύλλα σὺν οἴνῳ ἑψηθέντα <lb/>καὶ πινόμενα· ἢ πευκίου ὁ φλοιὸς σὺν
                            ὕδατι πινόμενος· <lb/>ἢ λεύκης φύλλα καὶ τὰ κλωνία σὺν ὕδατι ἢ οἴνῳ
                            πινόμενα, <lb/>ἢ φλόμου ῥίζα σὺν οἴνῳ πινομένη ἐν βαλανείῳ, ἢ
                            <lb/>σκόροδον ὠμὸν καὶ ἡψημένον ἐσθιόμενον, ἢ στρουθίου βοτάνης <lb/>ἡ
                            ῥίζα σὺν μέλιτι ἀναλαμβανομένη τοὺς πάνυ ἐσχάτως <lb/>ἔχοντας ἐν τῷ
                            πάθει· λαγωοῦ κόπρος λεία σὺν οἴνῳ θερμῷ <lb/>ποθεῖσα ὠφελεῖ.
                            ἀρτηριακοὺς καὶ κιονικοὺς καὶ δυσπνοϊκοὺς <pb n="505"/> μεγάλως
                            θεραπεύει ἀετοῦ γλῶσσα περιαπτομένη· ἢ στροβίλιον <lb/>ἀκέραιον καύσας
                            καὶ τρίψας μετὰ πεπέρεως ὀλίγου καὶ <lb/>ἀναλαβὼν μέλιτι δίδου τῷ
                            πάσχοντι κοχλιάριον ἕν. <lb/>
                        </p></div></div></div></body></text></TEI>