[Βηχὸς θεραπεῖαι διάφοροι.] Ἀρκευθίδος ὁ καρπὸς ἐσθιόμενος καὶ πινόμενος· ἢ βδέλλιον πινόμενον, ἢ δαῦκος Κρητικὸς σὺν οἴνῳ πινόμενος· ἢ δρακοντίου ῥίζα ὁμοίως ἑψηθεῖσα καὶ λειωθεῖσα μέλιτι· ἢ ἑλενίου βοτάνης καὶ περδικιάδος χλιαρὸς νηστικῶς καταῤῥοφούμενος ὁ χυλὸς σὺν ὕδατι πινόμενος, ἢ ἀρκείου βοτάνης ἡ ῥίζα, ἢ στροβιλίου σὺν ὕδατι πινόμενον, ἢ πρόπολις θυμιωμένη καὶ ῥητίνη πινομένη· καὶ τερεβινθίνη θυμιωμένη, ἢ ἀρσενικὸν σχιστὸν μετὰ χαλβάνης θυμιωμένης· καὶ ὁ καπνὸς καταπινόμενος, ἢ ἄσφαλτον καὶ λίβανον καὶ στύραξ καὶ κύμινον θυμιαζόμενα, ἢ κιννάμωμον σὺν μέλιτι χλιαρῷ πινόμενον, ἢ κυπαρίσσου σφαιρία τριβέντα μετὰ γλυκέος καὶ σμύρνης νηστικῶς λαμβανόμενα, ἢ μαράθρων ῥίζας καὶ σπέρμα σὺν οἴνῳ ἑψηθέντα καὶ πινόμενα, ἢ νάρθηξ χλωρὸς σὺν οἴνῳ ἑψηθεὶς καὶ ποθείς· ἢ ὀρίγανον σὺν μέλιτι ἑψηθὲν καὶ ποθέν·ἢ μυρίκης ἄνθος καὶ ὁ καρπὸς καὶ τὰ φύλλα σὺν οἴνῳ ἑψηθέντα καὶ πινόμενα· ἢ πευκίου ὁ φλοιὸς σὺν ὕδατι πινόμενος· ἢ λεύκης φύλλα καὶ τὰ κλωνία σὺν ὕδατι ἢ οἴνῳ πινόμενα, ἢ φλόμου ῥίζα σὺν οἴνῳ πινομένη ἐν βαλανείῳ, ἢ σκόροδον ὠμὸν καὶ ἡψημένον ἐσθιόμενον, ἢ στρουθίου βοτάνης ἡ ῥίζα σὺν μέλιτι ἀναλαμβανομένη τοὺς πάνυ ἐσχάτως ἔχοντας ἐν τῷ πάθει· λαγωοῦ κόπρος λεία σὺν οἴνῳ θερμῷ ποθεῖσα ὠφελεῖ. ἀρτηριακοὺς καὶ κιονικοὺς καὶ δυσπνοϊκοὺς μεγάλως θεραπεύει ἀετοῦ γλῶσσα περιαπτομένη· ἢ στροβίλιον ἀκέραιον καύσας καὶ τρίψας μετὰ πεπέρεως ὀλίγου καὶ ἀναλαβὼν μέλιτι δίδου τῷ πάσχοντι κοχλιάριον ἕν.