[Πρὸς τρίχας ῥεούσας, ἵνα δὲ καὶ πλέον γένωνται.] Μυοχόδων δραχ. γ΄. καλάμων κονατήλων κεκαυμένων δραχ. δ΄. ἀμύγδαλα πικρὰ οβ΄. ὀπὸν βαλσάμου, λαδάνου ἀνὰ δραχ. δ΄. πολυτρίχων δραχ. ζ΄. νάρδου Κελτικῆς δραχ. α΄. ἐν ὑγροπίσσῳ βρέξας τὸ λάδανον καὶ οἴνῳ καὶ ἐλαίῳ λειώσας. τὰ δὲ ξηρὰ κόψας εἰς χνοῦν, μετὰ τῶν ὑγρῶν μίξας χρῶ ἀλειφόμενον καθ᾿ ἡμέραν. ἐμοὶ δοκεῖ καὶ φαλακροὺς τριχῶσαι.