[Πρὸς τρίχας ῥεούσας ἀπὸ κεφαλῆς καὶ πώγωνος.] Σεῦτλον μετὰ μυρσινελαίου καὶ πολυτρίχων τρίχας κατάχριε ἢ ἀδίαντον καὶ λάδανον ἴσα λειώσας μετ᾿ ἐλαίου ὀμφακίνου ἢ μυρσινίνου, ἢ σχινίνου ἐπίχριε. ἄλλο. λάδανον ἀποβρέξας σὺν οἴνῳ Ἀμιναίῳ καὶ μυρσινελαίῳ λειώσας ἄμφω πάχος μέλιτος καὶ χρῖε τὴν κεφαλὴν ἐν βαλανείῳ· βέλτιον δ᾿ ἐστὶ καὶ τὸ ἀδίαντον, ὅ τινες καλοῦσι πολύτριχον, τὸ ζ΄. μέρος λαδάνῳ πρόσβαλλε καὶ χρῖε.