[Πρὸς δυσηκοΐας καὶ κωφώσεις.] Χολὴν αἰγείαν πρόσφατον ἴσα μίξας μέλιτι ἀκάπνῳ χλιαρὸν ἔνσταζον εἰς τὸ οὖς. ἄλλο. λαγωοῦ χολὴν νεαρὰν μέλιτι μίξας ἐπίσης καὶ χλιάνας ἐν φλοιῷ κρομμύου ἐπίσταζον εἰς τὸ οὖς· καὶ γὰρ καὶ τοὺς μηδ᾿ ὅλως ἀκούοντας ποιεῖ ἀκούειν. ἄλλο. συὸς ἡμέρου χολὴν ἴσα μέλιτι ἀκάπνῳ ἑνώσας χλιαρὸν ἐγχωμάτισον· ἢ σκίλλης χυλὸν καὶ ῥόδινον μίξας χρῶ. ἄλλο. ὀρόβου χυλὸν ἔνσταζον, ἐπίθες στυππίῳ μετὰ ῥοδίνου.