[Περὶ ἥλων καὶ μυρμηκιῶν.] Ἀρίθμησον τοὺς ἥλους καὶ λαβὼν τοσούτους μύρμηκας δῆσον ἐν λίνῳ πανίῳ καὶ κοχλίαν ἕνα μετ᾿ αὐτῶν καὶ καύσας αὐτοὺς λείωσον σὺν ὄξει καὶ ἐπίχριε, ἢ κόπρον βόειον μετὰ ὄξους λειώσας ἐπίχριε, ἐπὶ ἡμέρας τρεῖς κατάπλασον, καὶ πεσοῦνται οἱ ἦλοι. [Πρὸς ἥλους καὶ μυρμηκιασμούς.] Ὀστέα φοινίκων καύσας καὶ τρίψας μετὰ ἅλατος καὶ θυμιάματος καὶ μίξας ἐν ἡλίῳ ἐπίθες καὶ θεραπεύσεις.