[Τροχίσκος ὁ ἔνδοξος Σωκράτους πρὸς κεφαλαλγίαν καὶ ἡμικρανίαν καὶ πρὸς πάντα τὰ ῥευματικὰ πάθη θαυμάσιος.] Εὐφορβίου δραχ. δ΄. θαψίας χυλοῦ δραχ. στ΄. ζιγγιβέρεος δραχ. α΄. ὀπίου δραχ. γ΄. ὀποπάνακος δραχ. β΄. λῦσον τὰ πάντα ὁμοῦ μετὰ ὄξους καὶ ποίει τροχίσκους, ἐπὶ δὲ τῆς χρήσεως ἀναλαβὼν ὄξει χρῖε τὸ μέτωπον. ἔστι δὲ καὶ καπνιστικὸν καὶ τοῖς μόριόν τι ῥευματιζομένοις ποιεῖ θαυμαστῶς.