[Πρὸς ἥλους δόκιμον, κᾂν ἐν κεφαλῇ εἰσίν.] Σανδαράχης, σχιστῆς, χαλκάνθου, μίσυος καὶ ἀσβέστου ζῶντος καὶ σάπωνος ὅλα μίξας ἐξ ἴσου, τὸ ἄσβεστον διπλοῦν λειώσας μετὰ πρωτείου ζωμοῦ τοῦ σάπωνος χρῶ. θαυμάσιον γάρ ἐστι.