[Πρὸς ἡμικρανίαν.] Πράσου κεφαλὴν καὶ κόμην ἑψήσας ἐλαίῳ βρέχε τὴν κεφαλὴν καὶ παύεται εὐθὺς ἡ ὀδύνη. ἄλλο. κισσοῦ ἀκρέμονας ἐλαίῳ ἑψήσας βρέξον τὴν κεφαλὴν καὶ θαυμάσεις. ἄλλο. ἀμύγδαλα πικρὰ λειοτριβήσας κατάχριε τὸ μέτωπον.