[Περὶ τῶν ἐν βλεφάροις κριθῶν.] Ἀκακίαν σὺν οἴνῳ χρῖε. [Πρὸς ῥευματισμοὺς τῶν ὀφθαλμῶν.] Ἐπὶ δὲ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμοὺς ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία καὶ ὑδροποσία καὶ ἀποχὴ συνουσίας καὶ ἡ κοιλία ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ πρῶτον καὶ ὀλίγου μιγνυμένου ὄξους συνεχῶς τὸ πρόσωπον νιπτέσθω καὶ ἐν τῇ κλίνῃ ὀσφραινέσθω, κονιορτοῦ τε καὶ καπνοῦ καὶ τὴν ἀφ᾿ ἡλίου καὶ λύχνου αὐγὴν ἀποφευγέτω· ἔπειτα ῥόδα χλωρὰ ἢ ξηρὰ βρέξας ἐν γλυκεῖ λείανε καὶ μίξας ὠοῦ λεκίθῳ κατάπλαττε ἢ κριθίνου ἀλεύρου σὺν γλυκεῖ ἑψηθέντος· ἐὰν δὲ ἡ ὀδύνη μεγίστη ᾖ, πρόσμιξον καὶ ὑοσκύαμον.