[Περὶ τῆς ἀνακρεμασθείσης σταφυλῆς.] Ὑσσώπου ῥίζαν καὶ ἰσχάδων χυλὸν μίξας ἀναγαργάριζε, ὁμοίως καὶ εἰς παρίσθμια καὶ σταφυλὴν ὁμοῦ ζέσας ἀναγαργάριζε φοίνικας δηλονότι καὶ φακήν. [Εἰς τὸ τηρεῖν ἀδίψους ἀεί ποτε.] Γλυκυῤῥίζης χυλὸν πότιζε ἢ ἀνδράχνης ὅσον κύαθον κατάπιε. ἄλλο. ἀνίσου γο. α΄. γλυκυῤῥίζης χυλοῦ γο. β΄. τραγακάνθης βεβρεγμένης γο. β΄. ἀνάπλασον τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ καὶ ἐκ τούτων δίδου κατέχειν ὑπὸ τὴν γλῶτταν ἕνα τροχίσκον καὶ τὸν χυλὸν καταπίνειν καὶ οὐ διψήσει.