[Ἄλλο πρὸς ὑποχύσεις παλαιάς τε καὶ νέας καὶ ἀμβλυωπίας καὶ πᾶν ἐπισκοτοῦν τὴν ὅρασιν.] Δαφνίδας ἐκλελεπισμένας ἀριθμὸν κοκκίων ι΄. κόμμεως γο. β΄. ὕδατι ὀμβρίῳ ποιήσας κολλύρια χρῖε τοῖς ὑποκεχυμένοις μετὰ οὔρου παιδίου ἀφθόρου, τοῖς δὲ ἀμβλυωποῦσι μετὰ ὕδατος ὀμβρίου.