[Πρὸς λευκώματα δόκιμον· καὶ γὰρ πολλοὺς ὤνησεν.] Πέρδικος ἄῤῥενος χολὴν μετὰ μέλιτος χρῖε. ἄλλο. λαδάνου γο. β΄. λειώσας μετὰ καλλίστου οἴνου καὶ ἐλαίου ἀφ᾿ ἱκανοῦ χρῖε τοὺς ὀφθαλμούς.