[Πρὸς ὀφθαλμοπονίαν.] Μυελὸν αἴγειον περίχριε καὶ ἰᾶται· ἢ στέαρ αἴγειον ἢ προβάτειον ἀποβρέχων εἰς ὕδωρ  θερμὸν ἐπιτίθει, ἢ λινοσπέρμου χυλὸν, ἢ γάλα γυναικεῖον ἐπίχριε. [Πρὸς λεύκωμα καὶ οὔλας παλαιὰς ἐν ἐλαχίσταις ἡμέραις· ἔστι δὲ καὶ ὀξυδορκικὸν θαυμαστόν.] Ἰοῦ ξυστοῦ γο. δ΄. ἀμμωνιακοῦ γο. δ΄. ψιμυθίου γο. β΄. κόμμεως γο. α΄. τὸ δὲ ὑγρὸν ἔστω σικύου ἀγρίου χυλὸς ὁ τῆς ῥίζης. ἄλλο. δαφνοκόκκων κεκαθαρισμένων καὶ λελειωμένων, κόμμεως τὸ ἀρκοῦν πρόσπλεξον καὶ ποίει κολλύρια, ἐπὶ δὲ τῆς χρείας λειώσας οὔρῳ παιδὸς ἀφθόρου ἀναλάμβανε καὶ οὕτως χρῖε. πεπείραται γάρ.