<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="1"><head>[Περὶ τῆς σταφυλῆς πασχούσης θεραπείας.]</head><p><lb/>Θεραπεύσῃς σταφυλὴν οὕτως· ἐν ἀρχῇ μὲν αὐτῆς τῆς <lb/>φλεγμονῆς
                            δίαιτα λεπτὴ καὶ εὔχυμος ἔστω καὶ ῥοφήματα <lb/>καὶ ἀναγαργαρίσματα δι᾿
                            οἰνομέλιτος, ἢ μελικράτου, ἢ ἑψήματος <lb/>χλιαροῦ, ἢ ὀξυμέλιτος
                            ἀναγαργαριζομένου καὶ ἀποχεομένου <lb/>καὶ μὴ καταπινομένου· καὶ
                            μασήματος διὰ <lb/>πυρέθρου ἢ πεπέρεως, ἢ σταφίδας ἀγρίας λειώσας μετὰ
                                <pb n="493"/> νίτρου καὶ ἁλὸς παράτριβε τὸν οὐρανίσκον καὶ τὴν
                            σταφυλὴν, <lb/>καὶ παύει τὴν φλεγμονήν· ἔξωθεν δὲ ἐπίθετα τὰ <lb/>αὐτὰ
                            καὶ τὰ ὁμοίως θερμαίνοντα καὶ τὴν φλεγμονὴν παρηγοροῦντα <lb/>καὶ τὴν
                            ὀδύνην παύοντα· ἐπιθέματα δὲ καὶ καταπλάσματα ἐπιτήδεια. <lb/>
                        </p></div></div></div></body></text></TEI>