[Περὶ τῆς σταφυλῆς πασχούσης θεραπείας.] Θεραπεύσῃς σταφυλὴν οὕτως· ἐν ἀρχῇ μὲν αὐτῆς τῆς φλεγμονῆς δίαιτα λεπτὴ καὶ εὔχυμος ἔστω καὶ ῥοφήματα καὶ ἀναγαργαρίσματα δι᾿ οἰνομέλιτος, ἢ μελικράτου, ἢ ἑψήματος χλιαροῦ, ἢ ὀξυμέλιτος ἀναγαργαριζομένου καὶ ἀποχεομένου καὶ μὴ καταπινομένου· καὶ μασήματος διὰ πυρέθρου ἢ πεπέρεως, ἢ σταφίδας ἀγρίας λειώσας μετὰ νίτρου καὶ ἁλὸς παράτριβε τὸν οὐρανίσκον καὶ τὴν σταφυλὴν, καὶ παύει τὴν φλεγμονήν· ἔξωθεν δὲ ἐπίθετα τὰ αὐτὰ καὶ τὰ ὁμοίως θερμαίνοντα καὶ τὴν φλεγμονὴν παρηγοροῦντα καὶ τὴν ὀδύνην παύοντα· ἐπιθέματα δὲ καὶ καταπλάσματα ἐπιτήδεια.