<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="8"><p>[α΄. Πρὸς τὸ λευκαίνειν ὀδόντας καὶ τὰ <lb/>πάθη αὐτῶν.] Χρῶνται δὲ καὶ
                            ὀδοντοτρίμμασι τοιούτοις <lb/>τισὶ, ποιοῦσιν ἅμα πρὸς τὰ οὖλα καὶ
                            ὀδόντας λευκαίνουσι <lb/>καὶ στεροῦσι, γῆν ἐρετριάδα καύσαντες καὶ
                            λειώσαντες <lb/>χρῶνται· λευκαίνει τοῦτο τοὺς ὀδόντας σφόδρα καλῶς.
                            <lb/>ὀροβίνῳ βρέχων ἐν οὔρῳ λεῖον κατάχριε. ἄλλο. δασύποδος <lb/>κεφαλὴν
                            καύσας μίξον τῷ μαράθρῳ ὡς λευκοτάτῳ καὶ σηπίας <lb/>ὀστράκοις λείοις
                            χρῶ. ἄλλο. ἐλάφειον ὀστοῦν καύσας <pb n="427"/> καὶ λειώσας χρῶ. τοῦτο
                            καὶ τοὺς πόνους τῶν ὀδόντων ἰᾶται <lb/>καὶ μετὰ ῥοδίνου χριόμενον
                            κεφαλαλγίας παύει. ἄλλο. <lb/>γλήχωνα καὶ ἁλὸς πεφρυγμένον μίξας εἰς τὰ
                            αὐτὰ λείοις <lb/>χρῶ. ἄλλο. ἀστράγαλον προβάτειον καύσας ὁμοίως χρῶ.
                            <lb/>ἄλλο. κριθὰς ὀπτήσας μεθ᾿ ἁλὸς λείοις χρῶ. <lb/>[β΄. Διάκλυσμα πρὸς
                            ἕλκη καὶ ὀδόντας σειομένους καὶ <lb/>ἀστατοῦντας.] Ἀλυκακάβου ῥίζαν
                            καθεψήσας μετὰ σιδίων <lb/>λιπαρῶν κατάχριε. ἄλλο. λευκῆς ῥίζαν καὶ
                            περιστερεῶνος <lb/>βοτάνης τὴν ῥίζαν ἢ ἠρυγγίου ῥίζαν ἢ αὐτὸ τὸ ἠρύγγιον
                            <lb/>ἢ πολίου ῥίζαν λειώσας κατάχριε. <lb/>[γ΄. Πρὸς κινουμένους
                            ὀδόντας.] Ὄνου χηλήνιον καύσας <lb/>τρῖψον ὄξει ἀναλάμβανε καὶ ποιῶν
                            κυκλίσκια ἀπόθου <lb/>καὶ χρῶ, ἀνιὼν ὄξει, ἕνα κυκλίσκον δίδου
                            διακλύζεσθαι, <lb/>παύει παραχρῆμα τοὺς πόνους καὶ ἵστησιν. ἄλλο.
                            χαμαιλέων <lb/>μέλας διακλυζόμενος παύει ὀδονταλγίας. τοῦτο καὶ μῦς
                            <lb/>κτείνει. ἄλλο. σεύτλου διακλυζόμενος χυλὸς ὀδονταλγίας <lb/>παύει
                            παραχρῆμα. ἄλλο. ὑοσκυάμου ῥίζαν διάκλυζε θερμοτέρως <lb/>καὶ ἄπονος
                            ἔσται. ἄλλο. πήγανον καὶ ὕσσωπον καὶ <pb n="428"/> σμύρναν μετ᾿ οἴνου
                            λεάνας διακρατείτω. ἄλλο. φλόμου ῥίζαν <lb/>ἑψήσας μετ᾿ ὄξους ἢ οἴνου ἢ
                            ὀξυκράτου δίδου διακλύζεσθαι. <lb/>ἄλλο. νίτρον σὺν ἐλαίῳ δίδου
                            διακλύζεσθαι, καὶ <lb/>ἄπονον ποιεῖ. ἄλλο. σφαιρία κυπαρίσσου ἑψηθέντα
                            διὰ οἴνου <lb/>καὶ ῥόδου διακλυζέσθω. ἐὰν δὲ ὅλοι πονῶσιν οἱ ὀδόντες,
                            <lb/>κεδρίαν διακλύζων, ἄπονον ποιεῖς παραχρῆμα. ἄλλο. <lb/>μύλη ἐὰν
                            ἀλγοῦσα εἴη, μονοκλώνου μαλάχης ῥίζαν ἐφάπτου <lb/>καὶ ἄπονος ἔσται.
                            δίδου διαμασήσασθαι τοῖς ἀλγοῦσι τοὺς <lb/>ὀδόντας, περδικίου τῆς
                            βοτάνης ῥίζαν, εἰσερχομένοις εἰς τὸ <lb/>βαλανεῖον, καὶ διακρατείτω τὴν
                            μύλην μέχρις ἂν ἐξέλθῃ, καὶ <lb/>ἄπονος ἔσται. ἄλλο. πυρέθρου ῥίζα
                            διαμασηθεῖσα αὐθήμερον <lb/>τὸν πόνον παύει. ἄλλο. βοτάνης ποντίτιδος
                            ῥίζα διαμασηθεῖσα <lb/>παύει τὸν πόνον. <lb/>[δ΄. Ὑποθυμίαμα τοῖς
                            ἀλγοῦσιν ὀδοῦσιν.] Ἀλκυόνιον <lb/>ὑποθυμία καὶ εὐθέως ἄπονος ἔσται.
                            ἄλλο. ὑοσκυάμου σπέρμα <lb/>ὑποθυμιασθὲν ἄπονον ποιεῖ. <lb/>[ε΄. Πρὸς
                            εὐωδίαν ὀδόντων.] Κιμωλίαν μεθ᾿ ἁλὸς <pb n="429"/> διάτριβε, χρίσας τοὺς
                            ὀδόντας. ἄλλο. ὀδόντα κυνὸς λαβὼν <lb/>ἐπὶ πῦρ ἐπίθες καὶ ὑποθυμία· ἅμα
                            γὰρ τῷ καίεσθαι στερεοῦται. <lb/>[στ΄. Πρὸς βεβρωμένους ὀδόντας.] Πρὸς
                            τοὺς δὲ βεβρωμένους <lb/>ὀδόντας ἔμβαλε πέπερι λευκὸν λείῳ ἀνειμένον
                            χαλκάνθῳ <lb/>ἢ κηκίδα. ἢ μετὰ μέλιτος σχιστὴν ἐντίθει εἰς τὸ βρῶμα καὶ
                            <lb/>ἄπονον ποιήσει. ἄλλο. τὸν τοῦ λίμακος λίθον θραύσας εἰς σησαμοειδῆ
                            <lb/>μεγέθη καὶ ἐπίθες εἰς τὸ βρῶμα τοῦ ὀδόντος καὶ <lb/>παραχρῆμα
                            ἄπονον ποιεῖ, ἐπιπωμάτιζε δὲ κηρῷ. ἄλλο. ἧπαρ <lb/>ταύρου ἡσύχως
                            πεφρυγμένον καὶ ἐντιθέμενον εἰς τὸν ὀδόντα <lb/>ἅμα τῇ θίξει ἄπονον
                            ποιεῖ. ἄλλο. ὄνυξ χελώνης ἐντιθέμενος τῇ <lb/>βεβρωμένῃ μύλῃ ποιεῖ
                            καλῶς. ἄλλο. χολὴ ἄρκτου ἐντεθεῖσα <lb/>αὐτίκα ἀπόνους ποιεῖ, θεραπεύει
                            δὲ καὶ πάντα τρόπον ἐπιχριομένη. <lb/>[ζ΄. Πρὸς κινουμένους ὀδόντας.] Τὸ
                            τῆς χελώνης <lb/>αἷμα διακρατούμενον ἐν τῷ στόματι στερεοῖ. ἄλλο.
                            ἀλκυόνιον <lb/>Ἰνδικὸν ἐν οἴνῳ τριπτὸν διακλυζέσθω καὶ ἵστησι τὴν
                            κίνησιν. ﻿<pb n="430"/> [η΄. Πρὸς τοὺς ἐκ πληγῆς κινουμένους ὀδόντας.]
                            Κοράλλιον <lb/>ἐπιτίθει καὶ κράτει ἐπὶ ἱκανὸν χρόνον. <lb/>[θ΄. Πρὸς
                            αἱμωδίαν.] Ἄῤῥωστος διαμασαέσθω| τὴν <lb/>ἀνδράχνην· ἢ ἐλαίῳ ὠμοτρίβει
                            παρατριβέσθω ἢ ἀμόργῃ ἐν <lb/>χαλκῷ ἑψηθείσῃ μέχρι μελιτώδους στάσεως· ἡ
                            γὰρ παλαιωθεῖσα <lb/>διαχριομένη πάνυ ποιεῖ. <lb/>[ι΄. Χωρὶς σιδήρου
                            ἀπόνως ἆραι ὀδόντας.] Περιπλάσας <lb/>ζύμην ἔασον αὐτὸν ὀλίγον· εἶτα
                            περίχυσον αὐτὸν <lb/>σαύρας αἵματι, καὶ ἐκπεσεῖται. <lb/>[ια΄. Ὥστε
                            αὐτόματον ἐκεπεσεῖν.] Πύρεθρον ἐν ὄξει <lb/>φυράσας καὶ ταριχεύσας ἐπὶ
                            ἡμέρας λ΄. ἐν τούτῳ περίπλασσε <lb/>τὸν ὀδόντα καθάρας. ἄλλο. ἀρτεμισίαν
                            τὴν βοτάνην ἐν ὄξει <lb/>τρίψας περίπλασσε. ἄλλο. περιχαράξας τὸν ὀδόντα
                            κάμπαις <lb/>ταῖς εὑρισκομέναις ἐπὶ ταῖς ἀκρέμοσι τῶν βοτανῶν καὶ
                            <lb/>κραμβῶν κατάχριε, φυλασσόμενος τοὺς ἄλλους ὀδόντας· εἰ <lb/>δὲ τοὺς
                            κάτω ἆραι θέλεις, ταῖς εὑρισκομέναις ὑποκάτω χρῶ. <lb/>ἄλλο. σανδαράχην
                            ἐν ὄξει τρίψας χρησίμως ἔασον ξηρανθῆναι <pb n="431"/> καὶ χρῶ ξηρῷ
                            αἱμάξας τὴν μύλην, ἐάσας γὰρ βραχὺ <lb/>ἑλκύσεις τοῖς δακτύλοις αὐτὴν, ἢ
                            κολοκυνθίδος ἀγρίας ἐντίθει <lb/>ῥίζαν τῷ ὀδόντι. ἄλλο. μοίδου ὀμφακίτου
                            ῥίζαν ξηράνας <lb/>ἐν σκιᾷ καὶ κόψας καὶ σήσας περίπασσε τὰς ῥίζας καὶ
                            <lb/>μετ᾿ ὀλίγον ἐπιλαμβάνου τοῖς δακτύλοις καὶ ἀκολουθεῖ, ἢ τῷ <lb/>τῆς
                            Αἰθιοπικῆς ἐλαίας δακρύῳ παράπτου τοῦ πεπονθότος <lb/>ὀδόντος. ἄλλο.
                            σαῦραν ἀγρίαν ξηράνας καὶ ἀνασχίσας καὶ <lb/>κόψας ἀπόθου. ὅταν
                            περικαθάρῃς τὸν ὀδόντα, ἐντίθει καὶ <lb/>μετ᾿ ὀλίγον ἕλκε καὶ
                            ἀκολουθήσει. ἄλλο. κόκκους κνίδης μίξας <lb/>μετὰ χαλβάνης περίπλασσε τῷ
                            πάσχοντι, καὶ παραχρῆμα πεσεῖται. <lb/>[ιβ΄. Ἀπόνως ἆραι ὀδόντας.] Ἡ τῆς
                            ξανθοῦ βοτάνης <lb/>ῥίζα θερμαινομένη καὶ πρὸς τῷ ὀδόντι εὐθέως θεῖσα
                            αἴρει <lb/>τοῖς δακτύλοις. <lb/>[ιγ΄. Ὥστε τοῖς δακτύλοις αἴρειν.]
                            Κολοκυνθίδας ἀγρίας <lb/>κόψον καὶ ὄξει ἀπόβρεξον, ὥστε πάχος σχεῖν
                            μέλιτος, καὶ ἀπόβαπτε <lb/>εἰς τὸ φάρμακον τὸ περιχαρακτήριον
                            περιχάρασσε· <pb n="432"/> καὶ κέλευε συμμῦσαι τὸ στόμα ἐπ᾿ ὀλίγον. εἶτα
                            ἐπιλαμβανόμενος <lb/>τοῖς δακτύλοις ἕλκε τὸν ὀδόντα, ἀπόνως ἀκολουθεῖ.
                            <lb/>ἄλλο. ἄλευρον μετὰ ὀποῦ τιθυμάλλου ἐπιθὲς καὶ ἐπάνω <lb/>κισσοῦ
                            φύλλον, καὶ ἔασον ὥραν· αὐτομάτως γὰρ θρυβήσεται. <lb/>[ιδ΄. Πρὸς τὸ
                            λευκαίνειν ὀδόντας.] Τὸ νίτρον, σηπίας <lb/>ὄστρακον καὶ φοινίκων ὀστοῦν
                            τρίψας χρῶ. ἄλλο καλόν. <lb/>κοράλλιον ἐρυθρὸν, κίσσηριν, φοινίκων ὀστᾶ,
                            σηπίας <lb/>ὄστρακα καὶ τοὺς ἅλας κεκαυμένους τρίψας χρῶ. <lb/>[ιε΄.
                            Πρὸς ὀδονταλγίαν.] Σκινελαίῳ μὴ παλαιῷ ὀδόντας <lb/>σύγκλυζε. ἄλλο.
                            συγκλυζέσθω τὸ στόμα σὺν τοῖς πηγάνου <lb/>φύλλοις ἐν ὀξυμέλιτι
                            ὠπτημένοις, ἢ συγκλυζέσθω σὺν <lb/>ὄξει σκιλλιτικῷ· ἢ ἑψέσθω ἐν ὄξει
                            πύρεθρον καὶ ὕσσωπον. <lb/>χρὴ δὲ καὶ τὸ ὑγρὸν καὶ τὸν χυμὸν κενοῦν.
                        </p></div></div></div></body></text></TEI>