<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="28"><p>[Πρὸς τὸ δῆγμα τῶν ἰοβόλων ζώων.] <lb/>Πρὸς δῆγμα τῶν ἰοβόλων θηρίων τὰ
                            μελίας φύλλα κόψας <lb/>χυλοῦ δίδου κοχλιάρια γ΄. ἀπυρέττουσι μετὰ τῶν
                            γ΄. κυάθων <lb/>τοῦ οἴνου. ἄλλο. φλοῖον δένδρου βαλάνου ἢ εὔζυμον τὸ ἐν
                            <lb/>τοῖς λαχάνοις γιγνόμενον, ἢ χαμαιπίτυα, ἢ σκόροδον, ἓν ἐξ
                            <lb/>αὐτῶν τρίψας σὺν οἴνῳ ἀκράτῳ νήστει δίδου πίνειν. ἄλλο. <lb/>αἷμα
                            τῆς νήττης ἐναντιοῦται πᾶσι τοῖς δηλητηρίοις καὶ <lb/>θανασίμοις. τοῦτο
                            μὲν αὐτὸ ποιοῦσιν αἱ σάρκες τῆς <lb/>ὄρνιθος προσφάτως ἀναιρεθείσης τοῖς
                            δήγμασιν ἐντιθεμέναι· <lb/>ἐναντιοῦνται γὰρ τοῖς ἰοβόλοις ἅπασι καὶ
                            ἰαοῦνται <pb n="490"/> πλὴν δήγματος τοῦ ἀσπίδος. ἄλλο. πήγανον σὺν οἴνῳ
                            δίδου <lb/>πίνειν. ἄλλο. ἐγκέφαλος τῆς ὄρνιθος πινόμενος ὠφελεῖ.
                            <lb/>[Πρὸς τὰ τῆς ἔχεως δήγματα.]Τὴν χαλβάνην σὺν <lb/>κυπρίνῳ πρόσθες.
                            ἄλλο. ἕρπυλλον σὺν ὄξει ὁμοίως κατάχριε. <lb/>[Ὑποθυμιάματα τῶν ἰοβόλων
                            φευτικά.] Τὸ πύρεθρον <lb/>καὶ θεῖον ἐμπύριζε καὶ φευξοῦνται. ἄλλο.
                            ταὐτὸ ποιεῖ τὸ <lb/>κέρας ἐλάφου καὶ τὸ στέαρ αὐτοῦ· ἔτι καὶ τὸ σκύτος
                            καὶ <lb/>πόδες, τὰ μὲν ταῖς πύλαις ἐμπηγνύμενα τὴν ἅπαντος ἰοβόλου
                            <lb/>εἴσοδον κωλύουσιν. ἄλλο. πνεύμων ὄνου ὑποθυμιαζόμενος <lb/>ἅπαν
                            ἰοβόλον φυγαδεύει. <lb/>[Ὡς ἔχιδνα μὴ δήκῃ.] Δρακόντιον τρίψας τὴν χεῖρά
                            <lb/>σου κατάχριε καὶ μὴ δηχθήσῃ. σπέρμα δὲ ταύτης βοτάνης
                            <lb/>τετριμμένον σὺν ὕδατι καὶ τιθὲν ἐν τοῖς ὕδασι τῶν ἀποδημεόντων
                            <lb/>αὐτὰς φυγαδεύει. ἄλλο. χυλῷ στρύχνου χεῖρας κατάχριε. <lb/>[Ἐπίθεμα
                            πρὸς τὰ δήγματα τῆς ἐχίδνης.] Ἐχίδνης <lb/>κεφαλὴν ἀποκόψας τὸ μόριον
                            αἱματηρὸν τῷ τόπῳ ἀποδηχθέντι <lb/>προστίθετι καὶ ἐπίδει καὶ οὕτως ἐᾷ.
                                <pb n="491"/> [Πυρία πρὸς τὸ δῆγμα τῆς ἐχίδνης καὶ μυγάλης.]
                            <lb/>Τρίφυλλον ἀσφάλτιον ἕψε καὶ ἀφεψήματι θερμῷ τόπον ἀποδηχθέντα
                            <lb/>πυριᾷ. οὐδεὶς δὲ πυρίᾳ ταύτῃ χράσθω ὁ μὴ πάσχων. <lb/>μεταβαίνει
                            γὰρ ἡ διάθεσις εἰς αὐτὴν, ὡς νομίζῃ ἑαυτὸν ἀπὸ <lb/>τῆς ἐχίδνης ἢ
                            μυγάλης ἀποδηχθέντα. </p></div></div></div></body></text></TEI>