<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="27"><p>[α΄. Πρὸς τὸ ἀνέντατόν τινα γενέσθαι.] <pb n="487"/> Κήρυκα καύσας σβέσον
                            οὔρῳ βοὸς τομίου καὶ λάμβανε ἀπὸ <lb/>τούτου ἢ ἐν ποτῷ ἢ ἐν βρωτῷ. τὸ δὲ
                            ἄλλο εἰς ἀγγεῖον ἀπόθου. <lb/>ἄλλο. λύσις. ἄναψον τὸ ξυλάριον καὶ
                            παύεται. ἄλλο. <lb/>ὀξύσχοινος ἐντεθεῖσα καὶ γενομένη κηρύκου σχῆμα τοῦ
                            ὄξεως <lb/>ἐκκριθέντος εἰς τὴν κοίτην ἐπιτίθει ὑπὸ τὰ στρώματα καὶ
                            <lb/>κατέχει τὰς ἐπὶ τὰ ἀφροδίσια ὁρμάς. ἄλλο. κορίαννον ἢ γλήχων
                            <lb/>ἐσθιόμενος πολλάκις ἀνέντατον ποιεῖ. ἄλλο. χολὴ νάρκης <lb/>ἐάν τις
                            τὸ μόριον ἀνέντατον ἔσται. ἄλλο. ἀπὸ λύχνου <lb/>αὐτομάτως σβεσθέντος
                            λαβὼν πομφόλυγα τὴν ἔτι ζῶσαν <lb/>βάλλε εἰς τὸ πόμα καὶ δὸς πιεῖν,
                            γενήσεται γὰρ ἀνέντατος <lb/>ὅλην τὴν νύκτα ὁ πιών. <lb/>[β΄. Ἐντατικὰ
                            τοῦ αἰδοίου.] Αἰδοῖον ἐντείνουσι καὶ <lb/>ἐξορμάουσι πρὸς ἀφροδίσια
                            τάδε· κωναρίων, πεπέρεως, πετροσελίνου, <lb/>ἐλαφίου αἰδοίου ῥινήματος
                            τερεβινθίνης ἀνὰ ἴσα <lb/>μέλιτι ἀναλάμβανε καὶ σὺν οἴνῳ δίδου πίνειν.
                            ἄλλο. λαβὼν <lb/>ἐρεβίνθων ὠμῶν, κωναρίων γο. β΄. εὐζόμου σπέρματος,
                            <lb/>πεπέρεως λευκοῦ ἀνὰ γο. α΄. μέλιτος τὸ ἀρκοῦν, δίδου δίδραχμον <pb n="488"/> σὺν οἴνῳ. ἄλλο. αἰδοῖον κατάχριε τῷ μέλιτι πρὸ
                            <lb/>ἀφροδισίας. ἄλλο. εὐζόμου σπέρμα σὺν μέλιτι δίδου πίνειν.
                            <lb/>ἄλλο. χυλοῦ τοῦ εὐζόμου κυάθους β΄. μετὰ πεπέρεως λευκοῦ <lb/>τὸ
                            ἀρκοῦν δίδου διὰ τριῶν ἡμερῶν τῶν ἐπαλλήλων ἡμερῶν. <lb/>ἢ χυλοῦ εὐζόμου
                            καὶ πεπέρεως λευκοῦ δίδου κοχλιάριον α΄. <lb/>νήστει. συμφέρει καὶ
                            ὄστρακον ἐχίνου θαλασσίου πινόμενον <lb/>καὶ τὸ γάλα βόειον πιόν. ἄλλο.
                            πολυγόνου βοτάνης σπέρμα <lb/>καὶ σάρκα ἰχθύων ποταμίων ξηρὰν τρίψας
                            δίδου πίνειν· ἐντατικὸν <lb/>γάρ ἐστι. ὁμοίως σπέρμα τῆς ἀνδράχνης
                            ἑψηθὲν <lb/>μετὰ γάλακτος βοείου δίδου· πάνυ βοηθέει. ὁμοίως ὠὰ πέρδικος
                            <lb/>ἐσθιόμενα. ἄλλο. σπέρμα πράσου σὺν ἀκράτῳ οἴνῳ <lb/>δὸς πίνειν.
                            ἄλλο. χυλὸς πολυγόνου βοτάνης πινόμενος ποιεῖ <lb/>ἀφροδίσια
                            ἑτοιμοτέρους. ἄλλο. τὸ ὕδωρ ἐν ᾧ σβεσθῇ ὁ <lb/>σίδηρος πῖνε σὺν οἴνῳ.
                            ἄλλο. ὀρχιδίου ξηροῦ ἀλώπεκος κοχλιάριον <lb/>α΄. πῖνε. ἄλλο. χυλὸν
                            ἀσφοδέλου ῥίζης ἐκπιέσας <lb/>δίδου πίνειν. ἄλλο. ὅταν ὁ ταῦρος μετὰ
                            συνουσίαν οὐρήκῃ, <lb/>γῆν συμμίξας τῷ πηλῷ ἐξ οὔρου καταπλασσομένῳ
                            αἰδοῖον <lb/>κατάχριε. ἄλλο. κόπρῳ τῇ βοείᾳ προσφάτῳ αἰδοῖον κατάχριε.
                                <pb n="489"/> ἄλλο. κόκκον γνίδιον τρίψας καὶ σὺν ἐλαίῳ ῥοδίνῳ
                            <lb/>διαμίξας κατάχριε. ἄλλο. χυλῷ περιστερεῶνος. <lb/>αἰδοῖον κατάχριε.
                            <lb/>[γ΄. Πρὸς ὕπνον.] Εἰς φύλλον δάφνης ἐπίγραφε καὶ <lb/>ὑποτίθει ἐπὶ
                            τὴν κεφαλὴν λεληθότως, ὀνομάζων κόνκοφον βραχερέον. <lb/>[δ΄. Πρὸς τοὺς
                            μὴ δυναμένους συνουσιάζειν.] Σκαμμωνίαν <lb/>μεθ᾿ ὕδατος χρίου. </p></div></div></div></body></text></TEI>