<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="26"><p>[Πρὸς γυναικεῖα πάθη.] [α΄. Πρὸς <lb/>σύλληψιν.] Ἰσχάδας νήστει μετὰ
                            φύλλων ἐλαινῶν δὸς φαγεῖν. <lb/>ἄλλο. προβάτου μηρυκωμένου ἄρας τῷ
                            δακτύλῳ τὸν <lb/>ἀφρὸν δὸς πιεῖν μετὰ οἴνου. ἄλλο. κάρδαμον λεῖον μετ᾿
                            <lb/>ὄξους δίδου φαγεῖν ἐπὶ ἡμέρας δ΄. μετὰ τὴν κάθαρσιν. ἄλλο.
                            <lb/>ἀλώπεκος ἀφόδευμα ἐν πεσσῷ παρατιθέμενον καὶ ὑποχριόμενον
                            <lb/>συγγιγνέσθω. ἄλλο. ἀρτεμισίαν λείαν πρόσθες καὶ <lb/>συλλήψεται.
                            χριέσθωσαν δὲ τὴν φύσιν κόμμι, ὅταν ᾖ ἀπὸ <lb/>τῶν ἐμμήνων τρίτη, καὶ
                            συλλήψεται. <pb n="476"/> [β΄. Πρὸς σύλληψιν.] Ὑστέραν λαγωοῦ ξηράνας
                            καὶ <lb/>τρίψας δίδου πίνειν μετὰ τὴν ἀπὸ τῶν ἐμμήνων κάθαρσιν.
                            <lb/>[γ΄. Ἐὰν γυνὴ ἄῤῥενα γεννῆσαι θέλει.] Φασκίᾳ λευκῇ <lb/>παιδικῇ
                            δῆσον τὸν δεξιὸν πόδα καὶ συγίνου. <lb/>[δ΄. Ἐὰν δὲ θῆλυ.] Φασκίᾳ
                            μελαίνῃ τὸν ἀριστερόν. <lb/>[ε΄. Πρὸς γνῶναι ἢ ἄῤῥεν ἢ θῆλυ τὸ ἐν
                            γαστρί.] <lb/>Σέλινον μὴ γινωσκούσης ἐπὶ τὴν κεφαλὴν ἐπίθες καὶ ὃ ἂν
                            <lb/>φωνήσῃ πρῶτον, εἴτε ἄῤῥεν, εἴτε θῆλυ, ἐκεῖνο τέξεται· ἀπαράβατόν
                            <lb/>ἐστιν. ἄλλο. λαβὼν τῆς ἐν γαστρὶ ἐχούσης οὖρον <lb/>ὄρυξον
                            βοθρίσκους δύο καὶ εἰς τὸν ἕνα βάλε κριθὰς <lb/>καὶ εἰς τὸν ἕτερον
                            πυροὺς καὶ ἐπίχεε γῆν μετὰ τὸ ἐμβαλεῖν <lb/>τὸ οὖρον αὐτῆς, καὶ ἐὰν
                            πρῶτον ἐκβλαστήσουσιν οἱ πυροὶ, <lb/>ἄῤῥεν τέξεται· ἐὰν δὲ αἱ κριθαὶ,
                            θῆλυ. <lb/>[στ΄. Πρὸς σύλληψιν ἀῤῥενοτόκιον.] Χηνὸς στέαρ <lb/>καὶ
                            ῥητίνην τερεβινθίνην διαχριέσθω ἐπὶ ἡμέρας β΄. τῇ δὲ <lb/>γ΄. συγγινέσθω
                            καὶ συλλήψεται. ἄλλο. ἀνὴρ τὸν δεξιὸν ὄρχιν <lb/>ἀποδήσας συγγενέσθω·
                            ἐὰν δὲ θῆλυ, τὸ ἀριστερόν. <lb/>[ζ΄. Κατόχιον ἐμβρύων.] Ἀετίνην λίθον
                            περίαπτε· <pb n="477"/> κατέχει δὲ ἔμβρυον λίθος ὁ βλαστήσας εἰς ἀχράδα
                            καὶ περιμείνας, <lb/>εἶτα περιαπτόμενος. καὶ μαλάχης δὲ ἀγρίας ῥίζαν
                            <lb/>ἁπτόμενος καὶ ἐπίβοσκον λέγουσι· κατέχει καὶ σαρδὰ ἔμβρυα
                            <lb/>μέχρι τέλους. χρὴ δὲ τῇ κοιλίᾳ περιάπτειν. ἔστι δὲ <lb/>καὶ ἡ
                            σιδηρῖτις βοτάνη τῶν ἐμβρύων. τηρητικὴ περιαπτομένη. <lb/>[η΄. Πρὸς
                            δυστοκίαν.] Χαμαιπίτυν καὶ <lb/>ἄσφαλτον ἐπὶ τῶν ἀνθράκων θεὶς
                            ὑποκάπνιζε ἢ αὐτὰ πρόσθες. <lb/>[θ΄. Ἐκβόλιον ἐμβρύου τεθνηκότος.] Χολῆς
                            ταύρου <lb/>τὸ μέγεθος ἀμυγδάλου διεὶς οἴνῳ ὕδατι κεκραμένῳ, κοχλιάρια
                            <lb/>β΄. δὸς πιεῖν, ἐκβαλεῖ παραχρῆμα. ἄλλο. λύκιον ὠμὸν <lb/>καυλίσκου
                            συγκεκομμένῳ κεδρίᾳ χρίσων καὶ θέρμανον καὶ <lb/>δὸς πίνειν νήστει.
                            ἄλλο. ἀρτεμισίαν ἑψήσας μετὰ μελικράτου <lb/>δὸς πίνειν. ἄλλο. λίθον
                            κυνόδηκτον πρὸς κύνα ἀπεῤῥιμμένον, <lb/>ἐν γῇ τεθειμένον μεταβαινέτω
                            δυστοκίαν ἡ φέρουσα γυνή. <lb/>[ι΄. Πρὸς ἐξάγειν καταμήνια.] Λαβὼν
                            πρασίου, νεπέτης, <pb n="478"/> πηγάνου καὶ καππάρεως φλοιοῦ ἀνὰ δραχ.
                            γ΄. ἐν οἴνῳ <lb/>ἑψήσας ἢ ὕδατι δίδου πιεῖν. ἄλλο. τὸ τὶ ὕδατος, ἐν ᾦ
                            διαλύεται <lb/>ἡ ζύμη παλαιὰ ὅτε ποιεῖται ἄρτος, δὸς πίνειν. <lb/>[ια΄.
                            Πρὸς πόνον ὑστέρας.] Παιονίας ῥίζαν πότιζε· <lb/>ἢ ἴριδος ῥίζαν ἢ
                            παιονίας σπέρματος κόκκους ιε΄. ἢ ψυλλίου <lb/>ἢ ἀκαλήφης χυλὸν πρόσθες.
                            ἢ τὰ φύλλα μελισσοφύλλου <lb/>ἀφηψήμενα ἐν οἴνῳ. ἄλλο. λαβὼν πήγανον
                            χλωρὸν καὶ <lb/>κόψας σὺν βουτύρῳ καὶ στέατι χοιρείῳ ποίει χρῖμα.
                            <lb/>[ιβ΄. Ὡς γυνὴ ἡ βεβιασμένη παραφαίνηται παρθένος.] <lb/>Λαβὼν
                            ὀμφακιτίδων, κύπρου, ξυλοκασσίας, ῥόδων ξηρῶν, <lb/>πεπέρεως λευκοῦ καὶ
                            κόκκου γνιδίου ἀνὰ ἐξάγιον α΄. προλελουμένῃ <lb/>ὑστέρᾳ προσθέτω ταῦτα·
                            ὠφελεῖ δὲ καὶ σπέρμα <lb/>ὀξυλαπάθου τετριμμένον καὶ πρόσθετον.
                            <lb/>[ιγ΄. Ὠκυτόκιον.] Βολβοὺς πικροὺς τρίψας διὰ γλυκέος <lb/>δὸς πιεῖν
                            καὶ παραχρῆμα τέξεται. ἄλλο. δίκταμνον διὰ <lb/>οἴνου ἢ ὕδατος πότιζε.
                            ἄλλο. ὕειον γάλα ἐν μέλιτι πινέτω. <lb/>ἄλλο. χαλβάνην τρίψας ἐν ὕδατι
                            δὸς πιεῖν καὶ τέξεται παραχρῆμα. <pb n="479"/> [ιδ΄. Ὑποθυμίαμα
                            δυστοκούσαις.] Χαμαιπίτυν ἐπὶ <lb/>τῶν ἀνθράκων θεὶς ἢ ἄσφαλτον οἷον οἱ
                            χαλκεῖς χρῶνται β΄. <lb/>προστιθέσθω καὶ εὐθέως ποιεῖ. ἄλλο. γλήχωνος
                            δεσμίδιον <lb/>εἰς ὕδωρ θερμὸν βαλὼν ποίει περικαθίσαι τὴν γυναῖκα καὶ
                            <lb/>λέγε εἰς τὸ οὖς αὐτῆς, χοῦ. κᾶ. μῖ. δοῦς. ἄλλο. λαβὼν <lb/>ἔλαιον
                            εἰς τὰς χεῖρας ἀνάτριψον αὐτῆς τὰ ἰσχία ἐπιλέγων· <lb/>χορίον στῆθι
                            σῶμα, ὅτι ἐπιτάσσει σοι μεγάλη ἡ θεοτόκος. <lb/>[ιε΄. Γάλα κατασπάσαι.]
                            Ῥαφανῖδας μετὰ πυρῶν <lb/>ἀναζέσας ἐν οἴνῳ καὶ διηθήσας δὸς πιεῖν. ἄλλο.
                            πίτυρα <lb/>μετὰ μαράθρων ῥιζῶν ἑψήσας τὸ ὕδωρ δὸς πιεῖν. ἄλλο.
                            <lb/>μελάνθιον διεὶς ἐν μελικράτῳ οἶον ὀλκὴν δίδου πιεῖν. ἄλλο.
                            <lb/>κισσοῦ φύλλα διεὶς ἐν μελικράτῳ δὸς πιεῖν. <lb/>[ιστ΄. Γάλα
                            σβέσαι.] Κατάντλει θαλάσσῃ καὶ κατάπλασσε <lb/>τοῖς στύφειν δυναμένοις
                            καὶ ἀναξηραίνειν. ἄλλο. <lb/>ἅλμην ποιήσας θερμὴν καὶ σπόγγοις ἐκθλίβων
                            καὶ μάννα <lb/>ἐπιπάσσων ἐπίδει καὶ χάρτας ὁμοίως. <lb/>[ιζ΄. Ἐὰν δὲ
                            σκληροὶ ὦσι καὶ φλεγμαίνωσι.] Κατάπλασσε ﻿<pb n="480"/> λινοσπέρμῳ δι᾿
                            ὀξυμέλιτος ἑφθῷ, ἤ τήλει ὁμοίως ἑψηθείσῃ <lb/>ἢ σησάμῳ ἀπλύτῳ, ψυχθέντι
                            καὶ λειωθέντι μίξας μέλιτι ἢ <lb/>σύκοις κατάπλασσε. ἄλλο. κύμινον
                            τρίψας μετ᾿ οἰνομέλιτος <lb/>καὶ κηρωτῆς πάχος ποιήσας ἔμπλασσε εἰς
                            ὀθόνιον ἐπιθείς. <lb/>[ιη΄. Πότημα ἐκβόλιον ἐμβρύου τεθνηκότος ἤ μὴ
                            <lb/>φερομένου κατὰ φύσιν.] Χολῆς ταύρου τὸ μέγεθος ἀμυγδάλου <lb/>διεὶς
                            οἴνῳ παλαιῷ κεκραμένῳ κοχλιάρια β΄. δὸς πιεῖν, <lb/>ἐκβάλλει παραχρῆμα.
                            ἄλλο. ὠὸν ὠμὸν κεδρίᾳ χρῖσον καὶ <lb/>θέρμανον καὶ δὸς ῥοφῆσαι νήστει.
                            ἄλλο. ἀρτεμισίαν ἑψήσας <lb/>μετὰ μελικράτου δὸς πιεῖν. ἄλλο. ὁ
                            φοινικίτης λίθος ἐγχριόμενος <lb/>ἐκβόλιόν ἐστιν· ἀτελὲς δὲ ἔμβρυον
                            ἐκβάλλει λίθος <lb/>κυνόδηκτος ἂν τεθῇ καὶ ὑπερβῇ αὐτὸν ἢ κύουσα, ὡς
                            τάχος <lb/>ἐκβάλλει τὸ κατὰ γαστρός. <lb/>[ιθ΄. Γυναῖκα γνῶναι εἰ
                            ἐκτρώσει τὸ ἐν γαστρί.] Ἐὰν <lb/>οἱ μαστοὶ ἰσχναίνοιντο, σημαίνει
                            ἔκτρωσιν. <lb/>[κ΄. Κατάπλασμα φθόριον.] Ἐρεγμοῦ καθαροῦ κύαθοι <lb/>δύο
                            ἕψει ἐν πολταρίῳ μετ᾿ ὄξους· μετὰ δὲ τὸ ἡμίεφθον <pb n="481"/> γενέσθαι
                            ἀλόης γο. α΄. καὶ μαλαγματῶδες ποιήσας ἐπιτίθει <lb/>κατὰ τοῦ ὀμφαλοῦ
                            μέχρι κτενὸς καὶ ἐπίδει. <lb/>[κα΄. Κατάπλασμα ὥστε φθεῖραι ἄνευ πάσης
                            βλάβης <lb/>καὶ βασάνου.] Κυπαρίσσου φύλλων ἑψήσας μέρος ὕδατι
                            <lb/>λείανον ἐπιμελῶς ὡς μαλαγματῶδες γενέσθαι καὶ ἐπίθες ἐπὶ <lb/>τὸν
                            ὀμφαλόν καὶ τὸ ἐπιγάστριον καὶ κατάδει φασκίᾳ· κέλευον <lb/>ἐπικαθίσαι
                            ὑπτίαν ἢ ἐπὶ κουρικοῦ βάθρου καθίσαι καὶ <lb/>κοιμωμένη ἀπόνως ἐκβάλλει.
                            <lb/>[κβ΄. Ἐκβόλιον ἀκίνδυνον ὥστε μηνῶν τριῶν ἣ δ΄. <lb/>ἐκβάλλειν.]
                            Ὀποπάνακος ὀβολοῦ κολλύριον ποιήσας ὑπόθες. <lb/>ἀκίνδυνόν ἐστι καὶ
                            πεπείραται ἐπὶ πολλῶν. ἄλλο. στρουθίον <lb/>λεῖον μετὰ μέλιτος ἀναλαβὼν
                            ἀνάπλασσε πεσσοὺς μικροὺς <lb/>καὶ ὑποτίθει. ἄγει καὶ τὰ δεύτερα καὶ
                            καταμήνια. ἄλλο. <lb/>ἀρτεμισίας τῶν φύλλων λειοτριβήσας μετὰ ῥοδίνου
                            καὶ ποιήσας <lb/>γλοιοῦ πάχος προστίθει· καταμηνίων ἀγωγόν. ἄλλο.
                            <lb/>ἰσχάδας β΄. (S"). νίτρου ὀβολὸν πεσσὸν ποιήσας ἐπιτίθει. <lb/>ἄλλο.
                            ἀρτεμισίαν τρίψας ἐπιτίθει. ἄλλο. πηγάνου ἀγρίου <pb n="482"/> σπέρμα
                            προστίθει. ἄλλο. γαγάτης λίθος ὑποθυμιώμενος τὰς <lb/>μὴ καθαιρομένας
                            καθαίρει. <lb/>[κγ΄. Ἐὰν τεκούσῃ αἷμα μὴ ἐκκριθῇ.] Ἄρου σπέρμα
                            <lb/>τρίψας ἐν οἴνῳ λευκῷ νηστικῇ δίδου πιεῖν. <lb/>[κδ΄. Πρὸς τὰς ἐκ
                            τοκετοῦ χλωράς.] Πάνακος ῥίζας <lb/>τρίψας ἐν οἴνῳ γλυκεῖ δίδου πιεῖν
                            νηστικῇ. ἄλλο. κυτίνων <lb/>ἄνθος ῥοῶν μετὰ μύρων ἑψημένων δὸς πιεῖν.
                            ἄλλο. λαβὼν <lb/>τρύγα οἴνου παλαιοῦ καὶ ῥίζαν κρίνου καὶ σκόροδα λεάνας
                            <lb/>κατάχριε πρόσωπον δείλης καὶ πρωῒ ἀπόπλυνε καὶ τοῦτο <lb/>ἕως ἄν τὸ
                            πρόσωπον ἐρυθρὸν γένηται. <lb/>[κε΄. Πρὸς κοιλίαν κατεῤῥωγυῖαν καὶ
                            μαστοὺς καὶ <lb/>μηροὺς καὶ ἰσχία.] Κοχλίου θαλασσίου τὸν ὑπόμακρον
                            <lb/>καύσας καὶ λειοτριβήσας πρόσβαλε ὠοῦ τὸ λευκὸν ἢ ὄνειον <lb/>γάλα
                            καὶ κατάχριε. ἄλλο. διαφανὲς κόψας καὶ τρίψας ὅταν <lb/>εἰς βαλάνειον
                            εἰσέρχεται καὶ κατάχριε πρὶν ἀλείψασθαι. ἐπὶ <lb/>ἡμέρας κ΄.
                            ἀφανίζονται. <lb/>[κστ΄. Πρὸς τὸ κοιλίαν, ἢ ὑποχόνδριον, ἢ μηροὺς <pb n="483"/> ἱδροῦσθαι ἐκ τοκετῶν.] Κιμωλίας καὶ μάννης ἑκάστου
                            <lb/>ἴσον ἀναλάμβανε ὠοῦ λευκῷ καὶ κατάχριε μετὰ κηρωτῆς κυπρίνης.
                            <lb/>[κζ΄. Πρὸς τὰ ἐν τοῖς ἰσχίοις ἐμφυσήματα.] <lb/>Ἄρτου τὸ ἐντὸς καὶ
                            μελαντηρίαν συμφυράσας ἐπιτίθει· τοῦτο καθίστησιν. <lb/>[κη΄. Πρὸς
                            ἐξομφάλους.] Κηκίδας καύσας, τρίψας <lb/>μετὰ ὕδατος κατάπλασσε.
                            <lb/>[κθ΄. Ὀμφαλὸν ἐκ τοκετοῦ μέγαν καὶ καλὸν ποιῆσαι.] <lb/>Λαβὼν βύσμα
                            ἀπὸ ληκύθου βίβλινον περιείλησον ὀθονίῳ, <lb/>ἔπειτα μάνναν ὠοῦ τῷ λευκῷ
                            ἀναλαβὼν κατάχρισον καὶ ἔνθες <lb/>εἰς τὸν ὀμφαλὸν καὶ ἐπίδει προστύπως.
                            <lb/>[λ΄. Πρὸς ὑστερικὰς πνίξεις.] Χελώνης χερσαίας <lb/>ἧπαρ λεῖον ἐν
                            πεσσῷ ὑποτίθει, ἀπαράβατόν ἐστι, μηδενὶ μεταδίδου. <lb/>[λα΄. Πόμα πρὸς
                            πόνον ὑστέρας.] Λαγωοῦ καρδίαν <lb/>ξηράνας ἐπιξύων δίδου πιεῖν.
                            <lb/>[λβ΄. Πρὸς τοὺς γενομένους στρόφους ἀπὸ τοκετοῦ <pb n="484"/> καὶ
                            φθορὰς καὶ πνιγμούς.] Λεπτοσφαίρους ὀβολοῦ (S"). <lb/>ὀρεσίνημα καλοῦσι,
                            τοῖς τρισὶ δακτύλοις μετὰ γλυκέος πινέτω. <lb/>[λγ΄. Πρὸς ὑστέρας
                            πόνους.] Γλυκείας ῥοᾶς ῥίζαν <lb/>ἐν οἴνῳ πινέτω. <lb/>[λδ΄. Πρὸς τὰς ἐκ
                            μήτρας σκληρίας.] Κύμινον λεῖον <lb/>καὶ πηγάνου φύλλα ἀναλάμβανε πίσσῃ
                            ὑγρᾷ καὶ βουτύρῳ <lb/>καὶ πεσσὸν ποιήσας δι᾿ ἐρίου ἐντίθει. <lb/>[λε΄.
                            Πόμα πρὸς ὑστερικὰς γυναῖκας.] Καστόριον <lb/>μετὰ ἀνίσου πότιζε. ἄλλο.
                            κύμινον τρίψας καὶ μελανθίου <lb/>μέρος (S"). μετὰ ὀξυμέλιτος πότιζε.
                            <lb/>[λστ΄. Πόμα πρὸς ῥοῦν γυναικεῖον.] Πευκεδάνου ῥίζαν <lb/>καὶ
                            κυπαρίσσου σφαιρίων ἴσα ἑκάστου ἐν οἴνῳ λευκῷ <lb/>δίδου πιεῖν. ἄλλο.
                            γίγαρτα σταφυλῆς μελαίνης ξηρὰ λειώσας <lb/>ἐν οἴνῳ μελαυστηρῷ δίδου
                            πίνειν. ἄλλο. πιτυὰν ἐρίφου <lb/>λαβὼν λείανον σὺν ὄξει δριμυτάτῳ καὶ
                            δίδου νήστει πιεῖν. <lb/>ἄλλο. κοράλλιον δίδου ἐν οἴνῳ μέλανι καὶ
                            παραχρῆμα στήσεται. <lb/>ἄλλο. νάρθηκος σποδὸν καὶ μήκωνος κονίαν ἐν
                            ὕδατι <lb/>δίδου πίνειν πρὸς ὀλίγον· εἰ δὲ εἴη πλέον φερόμενον, σπόγγον
                                <pb n="485"/> καύσας δίδου ὅσον δραχ. γ΄. ἄλλο. κέρας ἐλάφειον
                            καύσας <lb/>δὸς πιεῖν. <lb/>[λζ΄. Πρόσθετα.] Ῥοιὰν σὺν ἐρίῳ καταπλάσας
                            προστίθει. <lb/>ἢ σίδια ἑψήσας καὶ τρίψας ἐν ἐρίῳ δεῖ προστίθεσθαι
                            <lb/>ἐν πεσσῷ. ἄλλο. κηκίδος τὸ ἐντὸς καὶ λιβάνου ἀναλαβὼν <lb/>ἐν πεσσῷ
                            προστίθει διὰ ὕδατος. ἄλλο. γλήχωνα λεῖον ἀναλαβὼν <lb/>ἐρίῳ καθαρῷ
                            προστίθει· βοηθεῖ δὲ ὄξει ξεστῷ σπόγγος <lb/>βαπτόμενος καὶ ἐκθλιβόμενος
                            συμμέτρως καὶ μηρῶν <lb/>δὲ συναγωγὴ καὶ δέσις ἄκρων καὶ κατάκλισις ἐπὶ
                            κεφαλήν. <lb/>[λη΄. Πρὸς τὸ μὴ καθυγραίνεσθαι τὸ αἰδοῖον ἐν ταῖς
                            <lb/>συνουσίαις τῶν γυναικῶν.] Κηκίδος ὀμφακίνης κόκκους δ΄.
                            <lb/>σποδίου, ᾧ χρῶνται εἰς τὰ ὀφθαλμικὰ, μύστρα δύο τρῖψον <lb/>καὶ
                            μῖξον εἰς τὸ αὐτὸ καὶ ἀπόθου εἰς ἀγγεῖον καθαρὸν καὶ <lb/>τούτου
                            λαμβάνουσα μύστρον οἴνῳ παλαιῷ διεῖσα καὶ τούτῳ <lb/>ὑπονοτιζέσθω ταῖς
                            πρώταις ἡμέραις, ἡ γαμηθεῖσα καθ᾿ ὅλου <lb/>τοῦ βίου διαμενεῖ τοὺς
                            τόπους μὴ καθυγρουμένη. ἄλλο. <lb/>κηκίδας ἐμβρέχων εἰς ὕδωρ ἡμέρας η΄.
                            εἶτα βρέχε ἔριον ﻿<pb n="486"/> τεθυωμένον τρυφερὸν τῷ ἀποβρέγματι καὶ
                            μὴ ἐκπιέζων ἔα <lb/>ξηρανθῆναι καὶ πεσσὸν ποιῶν τοῦ ὀρίου δίδου
                            ὑποτίθεσθαι· <lb/>καὶ ἔσται ὡς παρθένος ἐν τῇ συνουσίᾳ. αἱρείτω τὸ
                            <lb/>ἔριον καὶ ξηραινέτω καὶ πάλιν χρήσθω εἰ θέλει. ἄλλο. ὀξυλαπάθου
                            <lb/>σπέρμα τρίψας δίδου ὑποτίθεσθαι καὶ ἔσται ὡς <lb/>παρθένος. ἄλλο.
                            κηκίδας κόψας εἰς ὕδωρ ἔμβαλε καὶ δίδου <lb/>προσκλύζεσθαι καὶ
                            θερμοτέρας ποιεῖ τὰς γυναῖκας. ἄλλο. <lb/>ὀθόνια ἰσχνὰ ἀποβρέχειν εἰς
                            στυπτηρίαν μετὰ ὕδατος ἀνειμένην <lb/>καὶ ξηραίνειν· εἶτα κυπέρου καὶ
                            κασσίας καὶ κηκίδος <lb/>ἴσον ἑκάστου τρῖβε ἐν οἴνῳ παλαιῷ πάχος ποιεῖν
                            μέλιτος. <lb/>τούτῳ τὰ ὀθόνια βρέχων ἀναξήρανον καὶ δίδου προστίθεσθαι
                            <lb/>καὶ κέλευε συνέχειν ὥραις δυσὶ ταμιευομένην πρὸς τὴν <lb/>χρείαν·
                            ὅταν δὲ ὁμιλεῖν μέλλῃ, τότε ἀφαίρετο ἐκεῖνα. ἄλλο. <lb/>λαβοῦσα δὲ μέλι
                            καὶ νίτρον καταχριέτω τὸ μόριον μέχρι <lb/>τοῦ ἐφηβαίου. οὕτως συγγίνου.
                        </p></div></div></div></body></text></TEI>