<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="25"><p>[Πρὸς δυσουριῶντας καὶ λιθιῶντας] Σκορπίοι <lb/>ὠπτημένοι τρωγόμενοι·
                            πρὸς δὲ τοὺς ἀπροθύμως ἔχοντας <pb n="473"/> στέατι ἐμφυράσας καὶ
                            ὀπτήσας δίδου φαγεῖν ἀνυπόπτως. <lb/>παραδόξως ποιεῖ. καὶ οὐρηθεὶς δὲ
                            λίθος, πυρίνῃ ὁμοίως <lb/>ἐλαίας τριβόμενος ἂν εἴη ἔμπυρον λευκὸν, οὗτος
                            ποτιζόμενος <lb/>τοὺς ἐν κύστει λίθους τήκει. καὶ αἰλούρου δὲ ἧπαρ
                            καυθὲν <lb/>καὶ τριβὲν ὥστε ποθῆναι τοὺς λιθιῶντας ἰᾶται. καὶ ὁ
                            <lb/>ἴασπις λίθος πινόμενος θρύπτει τοὺς ἐν κύστει λίθους. ἄλλο.
                            <lb/>κοτυληδόνος ῥίζα ποθεῖσα καὶ λεῖα, πινομένη καθ᾿ ἡμέραν <lb/>ὁλκὴ
                            μία κατὰ κράματος, ποιεῖ πρὸς τοὺς ἐν νεφροῖς λίθους <lb/>λίαν καλῶς.
                            ὀμφακίου καὶ κισσοῦ πυῤῥοῦ τῶν κορύμβων <lb/>μετ᾿ οἴνου λευκοῦ
                            τετριμμένων τὸν ὄμφακα περίχριε τοὺς δυσουροῦντας. <lb/>[Πεσσὸς πρὸς
                            λιθιῶντας.] Ὅταν οὐρήσῃ, βούτυρον <lb/>παλαιὸν μαλάξας περίχριε τὸ
                            αἰδοῖον· εἰς δὲ τὴν κοίτην <lb/>ἐρίῳ προστεθείσθω ἡμέρας γ΄.
                            <lb/>[Ἐπίθεμα διουρητικὸν, ποιεῖ δὲ καὶ πρὸς νεφριτικούς.]
                            <lb/>Καλαμίνθην μετ᾿ ὄξους καὶ πεπέρεως κηρωτῇ ἀναλάμβανε <lb/>καὶ τῷ
                            ὀμφαλῷ ἐπιτίθει. ἄλλο. εἰς ἕψημα σαμψύχου ἐγκάθιζε. <pb n="474"/> ἄλλο.
                            βοτάνην περδίκιον καθεψήσας δι᾿ ἐλαίου <lb/>κατάπλασσε τὰ περὶ τὴν
                            κύστιν καὶ παραχρῆμα οὐρήσει. <lb/>[Πρὸς λιθιῶντας.] Χαμαίδρυν ὀρεινὴν
                            καθεψήσας <lb/>δι᾿ ὑδρομέλιτος δίδου πιεῖν· τούτῳ ἐχρήσατο Σάμιος
                            Πρίσκος. <lb/>ἄλλο. κισσοῦ λευκοῦ κορύμβους πότιζε ἐν οἴνῳ, τήκει
                            <lb/>λίθους. ἄλλο. φύλλα ἰτέας λειοτριβήσας ἐν οἴνῳ αὐστηρῷ <lb/>πότιζε
                            ἕως ὑγιάσῃς. <lb/>[Πρὸς ἐνουροῦντας ἀπροαιρέτως.] Ἀλέκτορος λαρύγγια
                            <lb/>καύσας δίδου πιεῖν νήστει ἐν ὕδατι κοχλιάριον α΄. ἄλλο. <lb/>ἄνθη
                            λευκανθέμου τῇ ζ΄. πότιζε ἐν ὕδατι τρίψας. ἄλλο. <lb/>λαγωοῦ ὄρχιν ξηρὸν
                            ξύων εἰς οἶνον εὐώδη δίδου πιεῖν. ἄλλο. <lb/>κόρεις γ΄. θλάσας μετὰ
                            οἴνου αὐστηροῦ δὸς πιεῖν ἐπὶ <lb/>ἡμέρας θ΄. ἄλλο. καλαμίνθην καὶ
                            σμύρναν ἐν ὕδατι δὸς <lb/>πιεῖν πρὸ τοῦ δειπνῆσαι. ἄλλο. χηνείας γλώσσας
                            ἑφθὰς <lb/>δὸς φαγεῖν ἐπὶ ἡμέρας γ΄. ἀνὰ μίαν. ἄλλο. πηγάνου ἀγρίου
                            <lb/>σπέρμα δὸς φαγεῖν ἐπὶ ἡμέρας γ΄. ἄλλο. καταχριέσθω αὐτοῦ <lb/>τὸ
                            αἰδοῖον κιμωλίαν μετὰ περδικίου χυλοῦ. ﻿<pb n="475"/> [Πρὸς δυσουρίαν.]
                            Ῥοῶν καὶ τοὺς κισσοῦ ἐρυθροῦ <lb/>κορύμβους τρίψας σὺν οἴνῳ λευκῷ
                            κατάχριε μόρια τὰ τῶν <lb/>δυσουριώντων ὀμφάλῳ ὑποκειμένων. <lb/>[Ὡς
                            διαβήτης ἵσταται.] Λαβὼν ὑμένια τὰ τῆς ἀλεκτορίδων <lb/>κοιλίας ἔσωθεν
                            καὶ ξηράνας ἐν ἡλίῳ ἀναλάμβανε <lb/>ἐξ αὐτῶν δραχ. α΄. ἄλλο. λαβὼν
                            σταγονίου καὶ βαλάνου ξηρᾶς <lb/>καὶ βαλαυστίου καὶ κηκίδων ἀνὰ δραχ.
                            γ΄. τρίψας δίδου ἐξ <lb/>αὐτῶν νήστει σὺν μέλιτι ῥοδίνῳ ἐν ὕδατι ψυχρῷ.
                        </p></div></div></div></body></text></TEI>