<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="24"><p>[Πρὸς τὰ γαστρὸς πάθη καὶ πρῶτον πρὸς <lb/>στρόφον καὶ ὀδύνην γαστρός.]
                            Ἀριστολοχίας ῥίζαν ἐν οἴνῳ <lb/>δὸς πιεῖν. πρὸς στρόφον καὶ λυγμὸν καὶ
                            κεφαλαλγίαν καὶ <lb/>δυστοκίας καλῶς ποιεῖ. ἁρμόζει πταρμὸς πρὸς στρόφον
                            καὶ <lb/>πάντα τὰ ἐντὸς πάθη. ἄλλο. τῆς λυχνίτιδος ἡ ῥίζα πλυθεῖσα
                            <lb/>καὶ ἑψηθεῖσα μετὰ γλυκέος, εἶτα διυλισθεῖσα καὶ ποθεῖσα <lb/>ποιεῖ
                            καλῶς. εἰ δὲ μὴ, βρώματι σεαυτοῦ πρόσβαλλε <lb/>ὀλίγην κασσίαν καὶ
                            ὀλυρίδα μὴ κόψας. <lb/>[Πρὸς στρόφον ἐντέρων καὶ κοιλίας.] Κυμίνου
                            πεφρυγμένου <lb/>καὶ κεκομμένου κοχλιάριον α΄. ἢ β΄. μεθ᾿ ὕδατος
                            <lb/>κυάθων τριῶν δίδου πιεῖν· καὶ πρὸς ἐμπνευματώσεις ὄξος <lb/>ζέσας
                            καὶ ψύξας. ἔπειτα σελίνου σπέρματος τρῖβε, παραζέων <lb/>τὸ ὄξος καὶ ἐκ
                            τοῦ αὐτοῦ δίδου πιεῖν. ἄλλο. ἐρύσιμον <lb/>βοτάνην μετὰ ὕδατος τρίψας
                            δίδου πίνειν. ἄλλο. ἐκ τοῦ <lb/>λαμπροῦ τὸ ἀρκοῦν τρίψας ὄξους δίδου
                            πίνειν νήστει. ﻿<pb n="465"/> ἄλλο. δάφνην μασησάμενος νῆστις τὸν χυλὸν
                            καταπινέτω. <lb/>καὶ τὸ μάσημα ἐπιτιθέτω ἐπὶ τὸν ὀμφαλὸν καὶ παραχρῆμα
                            παύσεται. <lb/>[Πρὸς κάθετον δακτύλιον καθαρτικὸν κοιλίας.] Εἰς
                            <lb/>χολὴν ταύρου κροκίδα βρέξας ἐντίθει εἰς τὸν δακτύλιον. <lb/>ἄλλο.
                            σαπῶνα Γαλλικὸν εἰς ἔριον ἐνδύσας ὑπόθου ἢ μάλιστα <lb/>στυπτηρίαν
                            ὑγράν. <lb/>[Πρὸς δυσεντερικούς.] Φακὸν ἑψήσας σὺν βάτου <lb/>ῥίζῃ
                            τρυφερὸν κεκομμένον ἐπίβαλε καὶ δὸς φαγεῖν. ἄλλο. <lb/>κυτίνους
                            καθεψήσας, εἰς ὀξύγαλα λειοτριβήσας ἔμβαλλε ἔλαιον <lb/>τὸν αὐτὸν τρόπον
                            καὶ δίδου φαγεῖν. ἄλλο. κέγχρον κεκομμένον <lb/>ἑψήσας βάλε στέαρ
                            μόσχειον. καὶ ποιήσας λιπαρώτατον <lb/>δὸς ῥοφῆσαι θερμότατον, εἶτα
                            ψυχρότατον τὸ ὕδωρ <lb/>ἐπιῤῥοφείτω καὶ παραχρῆμα ὑγιὴς ἔσται. ἄλλο.
                            κηκίδος τὸ <lb/>ἐντὸς λαβὼν τρῖψον λεῖον καὶ μίξας ἄλευρον καὶ ὠοῦ τὸ
                            <lb/>λευκὸν φυράσας ποίησον ἀρτίσκον καὶ ὀπτήσας κατάκλα καὶ <lb/>ἔγχει
                            εἰς οἶνον ἀπαράχυτον καὶ δὸς φαγεῖν. <pb n="466"/> [Ἔκλειγμα πρὸς
                            δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ <lb/>λειεντερίαν.] Σιλφίου ξύσματα
                            μέλιτι παραμίξας δὸς ἐκλείχειν. <lb/>ἄλλο. ὠὸν, μέλι, οἶνον, σίδια ἴσα
                            διαβάλλων τηγάνιζε <lb/>καὶ πεπέρεως μικρὸν ἐπιπάσσων δίδου πιεῖν ἄκρως.
                            ἄλλο. <lb/>ὠὰ τρία βαλὼν εἰς ὄξος ἔα ἐμβρέχεσθαι ἐπὶ ἡμέρας τρεῖς
                            <lb/>καὶ λαβὼν σεμιδάλιον φύρασον τοῖς ὠοῖς τοῖς τρισὶ καὶ <lb/>ὀπτήσας
                            καὶ ἐμβάψας εἰς ἄκρατον δός. <lb/>[Πότημα πρὸς δυσεντερικοὺς καὶ
                            κοιλιακοὺς καὶ λειεντερίαν.] <lb/>Ῥοῦν καθεψήσας δι᾿ οἴνου στύφου εἰς
                            τρίτον, <lb/>δίδου πιεῖν, οἷς ἡ κοιλία οὐ καλὰ φέρει. ἄλλο. κηκίδα δι᾿
                            <lb/>οἴνου αὐστηροῦ καθεψήσας πότιζε τοὺς ῥευματισμένους τὴν
                            <lb/>κοιλίαν πρὸς δύναμιν. <lb/>[Πρὸς στρόφον καὶ ὀδύνην γαστρός.] Δίδου
                            κύμινον <lb/>μασώμενον καὶ καταπινόμενον. ἄλλο. κνίκον καὶ τήλεα τρίψας
                            <lb/>καὶ ἑψήσας δίδου ἀφέψημα πίνειν. ἄλλο. δαφνίδας ξηρὰς <lb/>καὶ
                            φλοισθείσας τρίψας δίδου πίνειν κοχλιάρια θ΄. ἄλλο. <pb n="467"/>
                            ἕρπυλλον τρίψας δίδου σὺν οἴνῳ πίνειν. ἄλλο. ἀφέψημα <lb/>σαμψύχου δίδου
                            πίνειν σὺν οἴνῳ. ἄλλο. ἠρυγγίου ῥίζαν δίδου <lb/>σὺν οἴνῳ πίνειν ἢ
                            ἀφέψημα σταχύος ἢ καστόριον. <lb/>πρὸς τὴν δὲ ὀδύνην τῶν δυσεντερικῶν
                            κυδώνια σὺν κηρωτῇ <lb/>ῥοδίνῃ ἢ μυρσινίνῃ τὰ ἴσα τῇ γαστρὶ ἐντίθετι.
                            <lb/>[Πρὸς κωλικήν.] Γῆρας ὄφιος ἐν ἀγγείῳ χαλκείῳ <lb/>φρύξας σὺν ἐλαίῳ
                            μέχρι τοῦ καίεσθαι, αὐτὸ δὲ διαλύσας ἐν <lb/>ἐκείνῳ ἐλαίῳ καὶ ἐξ αὐτοῦ
                            σὺν δακτύλῳ σου κατάχριε. ἄλλο. <lb/>βάλανον ὀπίῳ ἐν χυλῷ τῆς θρίδακος
                            τετηγμένῳ περιχρίσας <lb/>εἰς δακτύλιον ἐντίθετι. <lb/>[Πρὸς διάῤῥοιαν
                            γαστρός.] Καλλίτριχον ἑψήσας ἐν <lb/>ὕδατι δίδου πιεῖν. ἄλλο. στοιβὴν
                            τὴν εἰς τὰ κεράμια, τὴν <lb/>ἀκανθώδη κόψον εἰς ὅλμον καὶ ἕψει δι᾿
                            ὕδατος καὶ δίδου <lb/>πιεῖν τὸ ὕδωρ κοιλιαλγοῦντι, ἀπυρέτῳ δι᾿ οἴνου,
                            πυρέττοντι <lb/>χωρὶς οἴνου. ἄλλο. καρύων φλοιὸν τὸν περικείμενον περὶ
                            <lb/>τὰ τρωγόμενα, λεῖον δι᾿ ὕδατος, δίδου πιεῖν κοχλιάρια γ΄.
                            <lb/>ἄλλο. κέρας ἐλάφειον τρυφερὸν καύσας δίδου μετὰ κηκίδος <lb/>ἴσης
                            πιεῖν. ἄλλο. λαπάθου σπέρμα λειώσας καὶ ἐπιπάσας <pb n="468"/> εἰς τὸν
                            ποτὸν δίδου ἢ εἰς τὸ βρωτόν. ἄλλο. καρύων τὸ ἐντὸς <lb/>τὸ ὡσανεὶ
                            κιόνιον καὶ μήκωνος κωδειῶν τὸ ἐπικείμενον ὡς <lb/>πῶμα, ἴσον δίδου δι᾿
                            οἴνου. ἄλλο. δρυὸς βαλάνους κόψας <lb/>καὶ σήσας πλεῖον ἐπίπασσε εἰς
                            οἶνον αὐστηρὸν ὡς ἄλφιτα <lb/>καὶ δίδου πιεῖν. ἄλλο. καράβου τὰ ὄστρακα
                            φρύξας λεῖα <lb/>διὰ ὕδατος. ἄλλο. στρουθιοκαμήλου κοιλία πινομένη καὶ
                            <lb/>ὀρνίθων ὁμοίως ὅσον κοχλιάρια β΄. ἀπυρέτοις δι᾿ οἴνου, πυρέσσουσι
                            <lb/>δὲ δι᾿ ὕδατος. ἄλλο. λιβάνου χόνδρον κυαμιαῖον <lb/>διεὶς οἴνῳ
                            μέλανι κυάθον α΄. καὶ στρύχνου χυλοῦ κυάθους <lb/>β΄. δίδου πιεῖν. ἄλλο.
                            κόμμι τὸ λευκὸν κόψας μετ᾿ οἴνου <lb/>μέλανος κυάθων στ΄. δίδου γο. α΄.
                            πίνειν, ποιεῖ ὑπόθετον <lb/>τοῖς αὐτοῖς. ἄλλο. κοχλιάριον Ἀφρικανὸν
                            λαβὼν βάλλε εἰς <lb/>αὐτὸ πίσσαν ὑγρὰν καὶ θερμάνας ἔξελε τὸ κρέας καὶ
                            ὑπόθες <lb/>εἰς τὸν δακτύλιον δὶς ἢ τρίς. ἄλλο. ὄφεως γῆρας ἐν
                            <lb/>χαλκώματι μετὰ ἐλαίου φρύξας ἕως ἀνθρακωθῇ, συλλειώσας, <lb/>τῷ
                            ἐλαίῳ διάχριε τὸ δακτύλιον τῷ δακτύλῳ. <pb n="469"/> ἄλλο. βοτάνῃ
                            ὑποκάτω ὕδατος μὴ ἁπτόμενος. ἄλλο. σεύτλιον <lb/>κεκομμένον μετ᾿ ὄξους
                            καταπλαττόμενον ἀπ᾿ ἄνωθεν μέχρι <lb/>κάτω καλῶς ποιεῖται δυσεντερικοῖς.
                            ἄλλο. κερατίων ὀστᾶ <lb/>κόψας κατάπλασσε τὴν κοιλίαν. <lb/>[Πρὸς
                            ἀλγήματα δυσεντερικῶν.] Μῆλον κυδώνιον ὀπτὸν <lb/>μετὰ κηρωτῆς ῥοδίνης
                            ἑκάστου τὸ ἴσον μίξας κατάπλασσε. <lb/>παραχρῆμα ἄπονον ποιεῖ.
                            <lb/>[Πρὸς κωλικούς.] Ὀστρέων ὄστρακα καύσας καὶ λεάνας <lb/>δίδου πιεῖν
                            κοχλιάρια β΄. δι᾿ ὕδατος θερμοῦ κυάθων γ΄. <lb/>ἄλλο. θύμον Κρητικὸν
                            καθεψήσας διὰ ὕδατος ἕως εἰς τρίτον <lb/>καταστῇ μέρος, μετὰ μέλιτος
                            Ἀττικοῦ δὸς πιεῖν. ἄλλο. ἱερὰν <lb/>ῥίζαν λεπτὴν κόψας βάλε εἰς ὕδωρ καὶ
                            ἕψει εἰς ἥμισυ <lb/>καὶ δίδου πιεῖν τὸ ἀφέψημα ἐπὶ ἡμέρας ε΄. καὶ ἰᾶται.
                            ἐπὶ <lb/>πολλῶν δεδοκίμασται. ἄλλο. ἡδύοσμον χλωρὸν καθεψήσας <lb/>δὸς
                            ἐπὶ τρεῖς ἡμέρας καὶ οὐδέποτε πονήσει. ἄλλο. τῆς δάφνης <lb/>οἱ
                            ἀκρέμονες τρυφεροὶ ζύλοι τρωγόμενοι ἐπὶ ἡμέρας <lb/>ἰῶνται. τὸ δὲ
                            πολταρίδιον, ἐν ᾧ ἑψεῖς τὸ ἡδύοσμον, βλέπε <lb/>μὴ γῆς ἅψηται ἐπὶ τὰς
                            τρεῖς ἡμέρας. ﻿<pb n="470"/> [Πρὸς διάφραγμα.] Φραξίνου ξύλου κύαθον δὸς
                            ἐπὶ <lb/>ἡμέρας γ΄. πιεῖν ξύσματα καὶ ὑγιὴς ἔσται. ἄλλο πολύχρηστον.
                            <lb/>κολοκυνθίδα Ἀλεξανδρεινὴν τρήσας μὴ σιδήρῳ καὶ ἐκκενώσας <lb/>βάλε
                            εἰς οἴνου Κώου κοτύλην α΄. καὶ ἀναζέσας καὶ εὔκρατον <lb/>ποιήσας δὸς
                            πιεῖν καὶ περιπατείτω καὶ ἀνάλγητος <lb/>ἔσται. κατάγει ἀπολύματα πολλὰ
                            τουτὶ πότημα. κατέχειν <lb/>δὲ ἅλας ἐν τῷ στόματι, ἵνα μὴ ναυτιάσῃ.
                            ποιεῖ δὲ καὶ <lb/>πρὸς ἰσχιάδας. <lb/>[Πρόσθετον κωλικοῖς.] Ὄπιον Σπανὸν
                            ἀναλάμβανε <lb/>θρίδακος καὶ πεσσὸν ποιῶν ἐντίθει τῷ δακτυλίῳ. ἄλλο.
                            <lb/>σκορόδου σκελιδόνιον α΄. κονίᾳ θερμάνας θὲς εἰς τὸν δακτύλιον
                            <lb/>καὶ σκύβαλα κατασπάσας ὑγίασται. ἄλλο. ἐὰν κῶλον <lb/>πονῶν κύνα
                            κοιμώμενον ἐγείρει, κατὰ δὲ αὐτὸν τόπον <lb/>οὗ ἐκοιμᾶτο ὁ κύων, οὐρήσῃ,
                            εὐθέως ἄπονος ἔσται, ὁ δὲ <lb/>κύων ἀποθανεῖται. <lb/>[Ἐπίθεμα κωλικοῖς
                            καὶ ἐμπνευματουμένοις.] Κηρωτῇ <lb/>Κυπρίνῃ σίλφιον ἀναλάμβανε πολὺ καὶ
                            ἐπιτίθει· ἐγὼ δὲ <lb/>σμήγω καὶ καστόριον ὀλίγον καὶ γίνεται
                            ἐνεργέστερον. <pb n="471"/> [Πρὸς στρόφον.] Κύμινον Ἑλληνικὸν μασάσθω
                            καὶ <lb/>καταπινέτω. ἄλλο. κνίκον κόψας καὶ τῆλιν ἑψήσας πότιζε <lb/>τῷ
                            χυλῷ. ἄλλο. κτένα εἰς θερμὸν ὕδωρ ἐμβρέξας καὶ ἀποκλύσας <lb/>πότιζε.
                            ἄλλο. δαφνίδων ξηρῶν λεπισμάτων ὅσον <lb/>κοχλιάρια θ΄. δίδου πιεῖν.
                            ἄλλο. ἕρπυλον λειώσας μετὰ <lb/>ἀκράτου δίδου πιεῖν. <lb/>[Πρὸς πάντα τὰ
                            ἐντὸς ἀλγήματα.] Ἔντερα ἀλγοῦντι <lb/>εἴ τις τοὺς πόδας νίψῃ, δὸς πιεῖν
                            τὸ ἀπόνιμμα, ἄπονος <lb/>ἔσται παραχρῆμα. <lb/>[Πρὸς διακοπὴν ἐντέρων.]
                            Λαβὼν ἀκάνθης Αἰγυπτίας <lb/>ῥίζαν καὶ κρέα ἐρίφεια σὺν ταῖς θριξὶ καὶ
                            τῷ δέρματι, ἢ <lb/>αἴγεια λείωσον καὶ ἐκ σεμιδάλεως γενομένων κρομμύων
                            καὶ <lb/>ἐν οἴνῳ συγκεράσας δίδου πίνειν. αὐτὴ ἡ ῥίζα ἐπειράθη <lb/>καὶ
                            ἐπὶ πνευμονιακοῖς πινομένη· ἡ δὲ αὐτὴ καὶ περιαπτομένη <lb/>ποιεῖ πρὸς
                            τριταῖον καὶ ἀμφημερινὸν καὶ μετὰ ἐλαίου <lb/>πινομένη ἐστὶ τραυματική.
                            <lb/>[Πρὸς νεφρῶν καὶ ἰσχιάδος ἀλγήματα.] Λαβὼν <lb/>ἄλευρον ἴρεως καὶ
                            τὸ ἰσχυρὸν ὄξος αὐτοῖς διαμίγνυθι <pb n="472"/> ῥητίνην πιτυίνην καὶ
                            θερμοὺς καὶ πύρεθρον καὶ τερεβινθίνην <lb/>καὶ θεῖον καὶ νίτρον καὶ
                            δαφνίδας, πάντα μίξας σὺν <lb/>μέλιτι πρόσθες. <lb/>[Ἰσχιάδος
                            καθαρτικόν.] Τιθυμάλλου τοῦ ὀποῦ ἐνστάξας <lb/>σταλαγμοὺς ε΄. εἰς τὸ
                            σῦκον δίδου φαγεῖν, καθαίρει. <lb/>[Ἐπίθεμα κοιλίας λυτικόν.] Κόκκον
                            Κνίδιον σαλεπὶς <lb/>ἀναλάμβανε κηρωτῇ καὶ ἐπιτίθει ἐπὶ τῆς κοιλίας τοῖς
                            παιδίοις <lb/>ἐπὶ τὸν ὀμφαλόν. ἄλλο. χολῇ ταύρου διάχριε τὸν ὀμφαλόν.
                            <lb/>ἄλλο. ἀστράγαλον χοίρειον καύσας καὶ λειοτριβήσας <lb/>δὸς πιεῖν
                            διὰ ὕδατος. ἄλλο. τὴν ἄνθεμιν βοτάνην τρίψας <lb/>μετὰ ἐλαίου ἄλειψον
                            καὶ παύσεται. ἄλλο. κροκοφάντιον <lb/>λαβὼν οἷον θέλεις ἀπὸ κεφαλῆς
                            γυναικὸς ἐπίθες ἐπὶ τὴν <lb/>κεφαλὴν τοῦ πάσχοντος καὶ ἰάσῃ. κάλλιον δὲ
                            ἐὰν θερμάνας <lb/>αὐτὸ, οὕτως ἐπιθῇς. ἄλλο. κορίαννον καύσας καὶ
                            <lb/>διεὶς ἐλαίῳ ἐπίθες ἐπὶ τὸν ὀμφαλὸν καὶ ἐπάνω ἔρια. </p></div></div></div></body></text></TEI>