<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="21"><p>[Πρὸς σπληνικούς.] Λαπάθου ἀγρίου <lb/>ῥίζαν κόψας ἐν ὅλμῳ καὶ τρίψας τὸν
                            χυλὸν δίδου πιεῖν <lb/>ἐπὶ ἡμέρας γ΄. ἀνὰ κύαθον α΄. ἄλλο. πάνακος ῥίζαν
                            κόψας <lb/>δὸς νήστει ἐν ὕδατι θερμῷ κυάθων γ΄. κοχλιάριον α΄.
                            <lb/>[Πρὸς σπληνικοὺς, κᾂν ὦσιν ἐσκιῤῥωμένοι.] Λαβὼν <lb/>καππάρεως
                            ῥίζης τοῦ φλοιοῦ γο. β΄. ὄξους κοτύλης τὸ ἥμισυ, <lb/>ὕδατος κοτύλην α΄.
                            ἕψει ἕως εἰς τρίτον κατέλθῃ μέρος καὶ <lb/>δίδου εὐπέπτῳ ὄντι κύαθον α΄.
                            ἢ β΄. καὶ τοῦτο ποίει ἐκ <lb/>διαστημάτων. ἄλλο. κισσοῦ φύλλα ἑψήσας ἐν
                            ὄξει καὶ κόψας, <lb/>ἔκθλιψον τὸ ὑγρὸν, κᾂν ἰσχυρὸς ᾖ, ἄκρατον αὐτῷ
                            <lb/>δίδου πιεῖν. τοῖς δὲ τῶν τρυφερωτέρων ὕδωρ ἐπιμίσγων <lb/>τῷ χυλῷ.
                            δεῖ μὲν πρὸ τοῦ πίνειν αὐτοὺς ἀναγκάζειν συχνῶς <lb/>περιπατεῖν. ἄλλο.
                            κενταυρίου λεπτοῦ γεγηρακότος, κοπτομένου <pb n="459"/> ἐν ὅλμῳ δίδου
                            κοχλιαρίου τὸ πλῆθος ἀπυρέτοις. ἄλλο. <lb/>λαγωοῦ σπλὴν πρόσφατος
                            καταπινόμενος, ὥστε τοῖς ὀδοῦσι <lb/>μὴ ἅπτεσθαι, ὑγιάζει τοὺς
                            σπληνικούς. ἀγνοείτω δὲ ὁ <lb/>πάσχων ὅ τι κατέπιεν ἐνδεδεμένος τοὺς
                            ὀφθαλμοὺς, ποιεῖ <lb/>δὲ καὶ ὁ τῶν μήπω βλεπόντων κυνιδίων σπλὴν ὡσαύτως
                            <lb/>καταπινόμενος. ἄλλο. κυνηγετικοῦ κυνὸς σκυλάκιον λεῖον <lb/>ξηρὸν
                            δίδου νήστει προσβαλὼν νάρδου ὀλίγης. ἔλεγε δὲ <lb/>Μάρκελλος ποιεῖν
                            καλῶς πρὸς σπληνικοὺς καρδαμώμου κοχλιάριον <lb/>α΄. ἢ β΄. μετὰ ὄξους
                            σκιλλητικοῦ κυάθου α΄. ἢ β΄. <lb/>διδόμενον πιεῖν ἐπὶ ἡμέρας β΄. νήστει
                            δίδου. ἄλλο. κισσοῦ <lb/>ῥίζας ἁπαλὰς ἑψήσας δι᾿ οἴνου πότιζε. ἢ ὠμὰς
                            κόψας πότιζε <lb/>δι᾿ οἴνου. ἄλλο. ὀνίδας ξηρὰς διάλυσον ὄξει καἰ
                            διηθήσας <lb/>δι᾿ ὀθόνης δίδου πιεῖν. ἄλλο. ῥαφάνου χυλὸν λειοτριβήσας
                            <lb/>δι᾿ ὀξυμέλιτος δὸς ἐπὶ ἡμέρας γ΄. τῆς ἡμέρας ἀνὰ <lb/>κυάθους β΄.
                            πιεῖν. τήκει τὸν σπλῆνα. ἄλλο. σκωρίαν σιδήρου <lb/>δίδου πιεῖν, ὅσον
                            κοχλιάριον μετὰ ὀξυκράτου. ἄλλο. <lb/>ἴριν μακρὰν ἑψήσας διὰ ὄξους δίδου
                            πιεῖν τὸ ὄξους ἀπόζεμα. <lb/>ἄλλο. ἑλκοροδάνου καρδίαν δίδου πιεῖν καὶ
                            ἐσθίειν. ﻿<pb n="460"/> ἄλλο. μοῦξιν καθεψήσας δι᾿ ὕδατος, ἐὰν ᾖ ξηρὸς,
                            δὸς πιεῖν <lb/>τὸν χυλόν· μοῦξιν δὲ λέγεται Καππαδοκιστί. ἄλλο.
                            στοιχάδος <lb/>κοχλιάριον μετὰ οἴνου σχοινίνου κύαθον α΄. λειοτριβήσας
                            δὸς <lb/>πιεῖν. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος λειοτριβήσας μετ᾿ <lb/>ὄξους
                            δίδου πιεῖν κύαθον νήστει. ἄλλο. μυὸς σπλῆνα καὶ <lb/>πεπέρεως κόκκους
                            ζ΄. εἰς σῦκον ὀπτήσας δὸς λεληθότως φαγεῖν. <lb/>[Ἐπίθεμα πρὸς
                            σπληνικούς.] Λίθον ἄσιον ἐμβαλὼν <lb/>εἰς κύστιν βοείαν καὶ ὄξος δριμὺ
                            ἀποδήσας ἐπιτίθει κατὰ <lb/>τοῦ σπληνὸς καὶ καταδιέλῃς. ἄλλο.
                            μυροβάλανον μετ᾿ ὄξους <lb/>λειοτριβήσας καὶ ποιήσας κηρωτῆς πάχος
                            ἐπιτίθει. ἄλλο. <lb/>ἀλώπεκος σπλὴν ἐπιδεσμούμενος ἰᾶται σπληνικούς.
                            <lb/>ἄλλο. ἐρίφου σπλὴν ἐπιτιθέμενος τήκει σπλῆνα. ἄλλο. ἀγρία
                            <lb/>κράμβη καταπλασσομένη ἰᾶται σπληνικούς. ἄλλο. Περσικῆς <lb/>φύλλα
                            καταπλασσόμενα ποιεῖ καλῶς. ἄλλο. μυρίκης καρπὸν <lb/>ἐν ὄξει καθεψήσας,
                            λεῖον ἑλκύσας ἐπιτίθει. ἄλλο. ἀμμωνιακὸν <lb/>θυμίασμα λειοτριβήσας μετ᾿
                            ὄξους ἔνελκε καὶ ἐπιτίθει. <lb/>ἄλλο. κροκόμαγμα ἐν ὄξει λειοτριβήσας
                            καὶ ποιήσας κηρωτῆς <pb n="461"/> πάχος ἐπίθες. οὐκ ἀφίσταται μέχρις οὗ
                            ἀποθεραπεύσεται. <lb/>ἄλλο. καππάρεως ῥίζαν κόψας ἐπιμελῶς εἰς ὀθόνην
                            <lb/>ἐπιτίθει, αὐθήμερον ἐπιτιθέμενον ὠφελήσει. <lb/>[Πρὸς σπληνικούς.]
                            Καππάρεως ῥίζης φλοιοῦ μεθ᾿ <lb/>ὕδατος λίτραν α΄. καὶ ὄξους λίτραν
                            (S"). ἕψει ἕως ἂν ἀποτριτωθῇ <lb/>καὶ δίδου γο. α΄. (S"). ἄλλο. φύλλα
                            κισσοῦ ἑψήσας <lb/>σὺν ὄξει καὶ κοπανίσας ἐκπίασον τὸ ὑγρὸν καὶ τοῖς μὲν
                            <lb/>ἰσχυροτέροις δίδου ἐξ αὐτοῦ, τοῖς δὲ τρυφεροῖς ὕδωρ μιγνύων,
                            <lb/>περιπατείτω δὲ καὶ οὕτως πότιζε. ἄλλο. καππάρεως <lb/>ῥίζαν
                            κοπανήσας καὶ ζέσας μετ᾿ ὄξους καὶ μέλιτος δίδου <lb/>πιεῖν νήστει.
                            <lb/>[Πρὸς σπλῆνα.] Λαβὼν κυπαρίσσου κώνους κόψον <lb/>εὐτόνως καὶ
                            ἄλευρον ὀρόβινον λεπτότατον βάλε εἰς ὄξος καὶ <lb/>ἕψε ἕως γένηται ὡς
                            ἔμπλαστρον. ἐπιτίθει εἰς τὸν σπλῆνα <lb/>ἕως ἡμερῶν γ΄. καὶ μετὰ γ΄.
                            ἡμέρας λῦσον καὶ εὑρήσεις τὸ <lb/>ἔμπλαστρον πεπληρωμένον. ἄλλο.
                            Ἀμμωνιακοῦ θυμιάματος <lb/>ἐναποβρέξας ὄξει σκιλλητικῷ ἐπὶ ἡμέρας γ΄.
                            καὶ λειώσας εἰς <lb/>ῥάκος ἐπιθὲς καὶ μὴ λύσῃς, ἕως τὸ ἔμπλαστρον
                            ἀποπέσῃ. <pb n="462"/> ἄλλο. φύλλα συκαμίνου χλωρὰ ψύξας ἐν σκιᾷ καὶ
                            τρίψας <lb/>ποίησον ξηρίων γραμμάρια δ΄. καὶ μετὰ ὀλίγου πεπέρεως
                            <lb/>καὶ καρυοφύλλων μετὰ οἴνου ἀκράτου θερμοῦ εἰς ἔμβασιν <lb/>δίδου
                            πιεῖν. </p></div></div></div></body></text></TEI>