<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="20"><p>[Πρὸς ἰκτερικοὺς καὶ νεφριτικοὺς καὶ λιθάρια <lb/>μικρὰ ἐξουροῦντας.]
                            Ἀκάνθου ῥίζας ὃ καλεῖται Ῥωμαϊστὶ <lb/>τρικαρδουμαίας χλωρὰς γ΄. ἐὰν δὲ
                            μὴ, ξηρὰς δ΄. μεθ᾿ <lb/>ὕδατος ἕψει ἕως ἥμισυ λειφθῇ καὶ τὴν ῥίζαν
                            ἐκθλίψας δίδου <lb/>τὸ ὕδωρ πιεῖν. <lb/>[Πρὸς ἴκτερον καλὸν λίαν καὶ ἐπὶ
                            πολλῶν πεπειραμένον.] <lb/>Ῥαφάνους χλωροὺς σὺν τοῖς φύλλοις λειώσας,
                            τοῦ <lb/>χυλοῦ μετὰ οἴνου κυάθου α΄. ἢ δύο, πότιζε δὲ πρὸ τοῦ βαλανείου,
                            <lb/>ἐὰν νῆστις ᾖ. καὶ εἰς τὸ θερμὸν ἐμβαίνειν ποίει. <lb/>ὄψει γὰρ τὸν
                            ἴκτερον εἰς τὸ ὕδωρ ἐπιπλέοντα. ἐὰν δὲ πλείονα <lb/>νόσον ἔχῃ, τοῦ χυλοῦ
                            δίδου πιεῖν ἢ ἀγχούσης τῆς <lb/>ῥίζης ξηρᾶς κοχλιάρια β΄. λαβὼν μεθ᾿
                            ὕδατος κυάθων <lb/>γ΄. δίδου πίνειν· ἢ θείου ἀπύρου κοχλιάρια δ΄. δίδου
                            ἐν <lb/>οἴνῳ ἢ βράθυος γο. α΄. μετὰ οἰνομέλιτος δίδου πίνειν. <lb/>ἐγὼ
                            μέντοι καὶ τοιούτῳ χρῶμαι ἐναργῶς ποιοῦντι. ἀφρονίτρου <pb n="456"/> γο.
                            β΄. βρέχων ἐν οἴνῳ Ἀμιναίῳ κυάθων β΄. καὶ ἐξαιθριάσας <lb/>τὴν νύκτα
                            ὅλην δίδωμι νήστει πιεῖν· ποιῶ δὲ τοῦτο <lb/>τριῶν ἡμερῶν ἢ δ΄. ἐφεξῆς
                            καὶ ἰῶμαι. ἄλλο. βοτάνην ὑπερικὸν <lb/>καὶ ἀδίαντον ἐν ὕδατι ἑψήσας δὸς
                            πιεῖν. ἄλλο. μυρίκην <lb/>μετ᾿ ὄξους τρίψας δὸς πιεῖν, ἰᾶται ἰκτερικούς.
                            ἀπάγων <lb/>εἰς βαλανεῖον τὸν ἰκτερικὸν καὶ ἐμβιβάσας εἰς τὴν ἐμβατὴν
                            <lb/>δίδου σχοίνου ἄνθος γο. ιβ΄. μετ᾿ οἰνομέλιτος κυάθων <lb/>γ΄.
                            πιεῖν, βάψει τὴν μακρὰν καὶ ἀπαλλαγήσεται. ἄλλο. βοτάνῃ <lb/>ῥυβίᾳ
                            χρώμενος τῇ καθημερινῇ διαίτῃ χωρὶς χοιρείου <lb/>κρέως, κόψας ταύτην
                            καὶ σήσας, δίδου ἐπὶ ἡμέρας στ΄. τῇ <lb/>α΄. κοχλιάριον μετὰ κοχλιαρίων
                            δ΄. οἴνου. εἶτα προσαφαιρῶν <lb/>τοῦ οἴνου δὸς κοχλιάρια θ΄. εἶτα η΄.
                            εἶτα ζ΄. εἶτα στ΄. εἶτα <lb/>ε΄. εἶτα δ΄. εἶτα γ΄. ἐὰν δὲ τῇ λ΄. εἴη
                            κατάλειμμα, |δίδου τὰ <lb/>αὐτὰ ὁμοίως ποιῶν. ἄλλο. ἀνθεμὶς σὺν ὕδατι
                            πινομένη ἴκτερον <lb/>ἀποκαταστήσει καὶ ἡπατικοῖς ἄκρως ποιεῖ. ἄλλο.
                            <lb/>στρούθιον μετὰ μέλιτος καὶ γάλακτος ἰᾶται πινόμενον. ἄλλο.
                            <lb/>ὀνίσκοι οἱ ὑπὸ τῆς ὑδρίας γεννώμενοι, λεῖοι δι᾿ οἰνομέλιτος
                            <lb/>πινόμενοι ἰῶνται ἴκτερον. ἄλλο. ἕρπυλλον ἑφθὸν σὺν ὕδατι <pb n="457"/> πινόμενον ἀποκαταστήσει ἰκτερικούς. ἄλλο. θεῖον ἄπυρον
                            <lb/>δι᾿ οἴνου πινόμενον θεραπεύει ἴκτερον, ὅσον κοχλιάριον α΄. <lb/>καὶ
                            β΄. λαμβανόμενον τοῦ σιδήρου ἰὸς καταστήσει ἐν τάχει. <lb/>ἄλλο. αἰγὸς
                            βοσκάδος ἄφοδον ξηράνας, κόψας σῆσον, δὸς <lb/>νήστει λουσαμένῳ, οἴνῳ
                            εὐώδει κυάθους δ΄. κοχλιάριον μὴ <lb/>δειπνήσαντος· πυρέσσουσι δὲ δι᾿
                            ὕδατος τὸ αὐτὸ πλῆθος. <lb/>ἄλλο. χολῆς ἀρκείας ὅσον κύαμον Ἑλληνικὸν
                            δίδου, εἶτα <lb/>ὕδωρ ἐπιπινέτω. ἄλλο. βράθυος κύαθον α΄. μετ᾿
                            οἰνομέλιτος <lb/>πινόμενον ἰᾶται ἴκτερον. ἄλλο. λίβανον ἀφέψων τῷ
                            <lb/>ὕδατι πότιζε. ἄλλο. γῆς ἔντερον λειοτριβήσας δίδου πιεῖν.
                            <lb/>ἄλλο. ἀριστολοχίας δι᾿ ὑδρομέλιτος πότιζε. ἄλλο. κιχωρίου
                            <lb/>χυλοῦ κυάθους δ΄. δὸς πιεῖν καὶ ἰαθήσεται. ἄλλο. εἰς τὸν <lb/>μέσον
                            οἶκον τοῦ βαλανείου ἱδρώσειν ἐμβίβασον καὶ ἐξελθὼν <lb/>ἀποθήσει. ἄλλο.
                            κυνείας λευκῆς τῆς καλουμένης γενούβεως <lb/>κοχλιάριον α΄. μετ᾿ οἴνου
                            καλοῦ κυάθων γ΄. δίδου <lb/>πιεῖν ἐπὶ ἡμέρας ι΄. ποιεῖ δὲ καὶ πρὸς
                            κωλικοὺς καὶ πνευματώσεις ὁμοίως. <pb n="458"/> [Ἔῤῥινον πρὸς
                            ἰκτερικούς.] Ἐλατήριον ὅσον κύαμον <lb/>Ἑλληνικὸν διεὶς γάλακτι
                            γυναικείῳ εἰς τοὺς μυκτῆρας ἔγχει. <lb/>ἄλλο. μελάνθιον ἑψήσας
                            ἐγχυμάτιζε τοὺς μυκτῆρας ἐν βαλανείῳ, <lb/>ἐκχεῖ τὸν ἴκτερον. </p></div></div></div></body></text></TEI>