<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="19"><p>[Πρὸς ἡπατικούς.] Πετροσελίνου σπέρματος <lb/>κοχλιάριον α΄. ἡδύοσμον
                            πασσόμενον καὶ πινόμενον <lb/>ὠφελεῖ. ἄλλο. ἡ καλουμένη ἄκαπνος βοτάνη
                            κλυθεῖσα καὶ <lb/>εἰς τροχίσκους ἀναπλασθεῖσα καὶ ξηρανθεῖσα ἀπονίαν
                            παρέχει· <lb/>τρίτον δὲ ποθεῖσα μεθ᾿ ὕδατος ἀπαλλάσσει. ἄλλο, <lb/>λύκου
                            ἧπαρ διδόμενον ὠφελεῖ ὁλκῇ δηναρίου διὰ γλυκέος <lb/>ξέστον. ἄλλο.
                            πεπέρεως λευκοῦ κόκκους θ΄. καὶ σμύρνης <lb/>μέγεθος καρύου Ποντικοῦ,
                            τρίψας πάντα ὁμοῦ, αἰθρίου <lb/>ὄντος παρὰ μίαν ποιήσεις ἡμέραν ἢ τρεῖς.
                            ἄλλο. ἧπαρ ἵππου <lb/>ἀπόθου ἐν κεδρίνῳ γλωσσοκόμῳ. καὶ ἀπὸ τούτου δίδου
                            <lb/>μετὰ οἴνου Χίου καὶ ὕδατος. οἷς τὸ ἧπαρ ἥλκωται καὶ νομὴν
                            <lb/>ἴσχει. ἄλλο. μαλάχης χύλισμα πινόμενον μετὰ μέλιτος <lb/>ἡπατικοὺς
                            ἰᾶται. ἄλλο. ἀσφοδέλου ῥίζα πινομένη ἰᾶται πόνους <lb/>ἥπατος. ἄλλο.
                            λευκόϊον πινόμενον ἐπὶ ἡπατικῶν ἔξεστιν <lb/>εὐθὺς ἀπόνους ποιεῖν.
                            <lb/>[Ἐπίθεμα πρὸς ἡπατικούς.] Σίλφιον κόψας ἀναλάμβανε <lb/>ἀξουγγίῳ
                            παλαιῷ καὶ ἐμπλάσας εἰς ὀθόνην ἐπιτίθει. <lb/>ἄλλο. σῦκον ἐν μελικράτῳ
                            ἑψήσας καὶ λειάνας μίσγε. ἀψίνθιον ﻿<pb n="455"/> λεῖον εἰς πλεῖστον καὶ
                            χρῶ. ἄλλο. κράμβη <lb/>ὠμὴ καταπλασσομένη ὠφελεῖ ἡπατικοὺς ἐν τάχει.
                        </p></div></div></div></body></text></TEI>