<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="18"><p>[α΄. Πρὸς χολέραν καὶ ἔμετον <lb/>καὶ εἰλεὸν καὶ κόπρον ἐμοῦντας.]
                            Ὀλβίνος οἶνος ἐπὶ τῶν <lb/>χολερικῶν εὔθετός ἐστι· καὶ γὰρ εὐστόμαχος
                            καὶ πρὸς κοιλίαν ποιῶν. <lb/>[β΄. Ἔμετον παῦσαι.] Πολυγόνου χυλῷ χρῖε τὰ
                            <lb/>ἐσθιόμενα. ἄλλο. ἀψίνθιον ἑψήσας ἐν ὕδατι, εἰς τρίτον <lb/>μέρος
                            καθεψηθέντος πιεῖν, πρὸς τὴν ἕξιν ἀποβλέπων. ἢ <lb/>κενταυρίου ἢ θύμου ἢ
                            μυρτίδας μελαίνας. <lb/>[γ΄. Ὥστε ἐμέσαι ἀλύπως.] Σαμψύχου φύλλα δὸς
                            <lb/>φαγεῖν. ἄλλο. στακτῇ κονίᾳ χρῖε τὸ ἔσχατον ποτήριον. <pb n="453"/>
                            [δ΄. Πρὸς εἰλεὸν θαυμαστὸν καὶ κόπρον ἐμοῦσι.] <lb/>Ποίησον οὕτω. ἑψήσας
                            ἔλαιον ἐξ ἀνήθου δὸς πιεῖν· ἕως <lb/>δὲ τοῦτο ἑψηθῇ, αὐτὸν εἰς θερμὸν
                            καχλάζον ἔμβαλε καὶ <lb/>μετὰ τὸ πιεῖν τὸ ἔλαιον θερμοὺς τοὺς ψωμοὺς δὸς
                            φαγεῖν. <lb/>σωθήσεται καὶ ἐὰν ἤδη πνίγεται. τούτῳ ἔσωσα ἡγεμόνα
                            <lb/>κατὰ τὴν ἡμετέραν Ἀσίαν. <lb/>[ε΄. Πρὸς τοὺς πυκνὰ ἐμοῦντας.] Ῥοῦν
                            καὶ κύμινον <lb/>τρίψας ἐν τῷ αὐτῷ δὸς πίνειν ὀξυμέλιτι κυάθων στ΄.
                            <lb/>οὐγγίαν α΄. <lb/>[στ΄. Πρὸς χολερικοὺς λίαν καλόν.] Ἡδύοσμον ἐν
                            οἴνῳ <lb/>δὸς πιεῖν, ἐὰν ἀπύρετος ᾖ. καὶ βοτάνην πενταδάκτυλον ξηράνας
                            <lb/>δὸς πιεῖν. λειάνας ἐν οἴνῳ διὰ κυάθων ζ΄. ἢ διὰ <lb/>ὕδατος θερμοῦ
                            κυάθων β΄. εὐθέως ἄπονος ἔσται. ἄλλο. κοχλίαν <lb/>τρίψας σὺν τῷ κελύφει
                            δίδου πιεῖν. <lb/>[ζ΄. Πρὸς τὴν τῶν ἐμέτων ἐποχήν.] Ἀμπέλων φύλλα
                            <lb/>καὶ ἕλικας χυλίσας μετὰ ἀλφίτων δίδου πιεῖν νήστει ἐν <lb/>ὕδατι
                            κοχλιάριον ἕν. ἄλλο. πάνακος ὀβολὸν ἐν οἴνῳ καὶ. <lb/>ἐλαίῳ θερμῷ
                            πότιζε. <pb n="454"/>
                        </p></div></div></div></body></text></TEI>