<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="17"><p>[α΄. Πρὸς στομαχικούς.] Κεδρίας κοχλιάρια <lb/>δύο, ἐλαίου ὠμοτριβοῦς
                            κύαθον ἴσα μίξας δὸς <lb/>ῥοφῆσαι. τοῦτο πάντα πόνον παντελῶς
                            ἀποθεραπεύει. ἔστι <lb/>δὲ τοῦ Σεραπίωνος ἀπαράβατον. ἄλλο. ἄνισον εἰς
                            ὀθόνιον <lb/>ἐνδήσας κάθυγρον καὶ ἀποβρέξας εἰς ὕδωρ θερμὸν δίδου
                            καταῤῥοφεῖν. <lb/>[β΄. Πρὸς ἀτόνους καὶ ναυτιῶντας.] Ἡδυόσμου κλῶνας
                            <lb/>β΄. ἢ γ΄. ῥοᾶς γλυκείας χυλῷ καὶ ὄξει ἀναζέσας δὸς
                            <lb/>καταῤῥοφεῖν. ἄλλο. ἀκτέος τὰ ἁπαλὰ φύλλα καθαρίως διὰ <lb/>ὕδατος
                            δίδου πιεῖν, ἀπαράβατόν ἐστι. <lb/>[γ΄. Πρὸς δηγμοὺς ἄνευ τοῦ ἀναχεῖσθαί
                            τι χολῶδες.] <lb/>Τραγορίγανον λεάνας ἐν ὕδατι ἴσα δίδου καταῤῥοφεῖν
                            γαλακτῶδες <lb/>ποιῶν τὸ κρᾶμα. <lb/>[δ΄. Πρὸς τὰς τοῦ στομάχου
                            ἀτονίας.] Σίνηπι πεφρυγμένον <lb/>λεῖον μετὰ ὕδατος δίδου πίνειν.
                            <lb/>[ε΄. Ἐπίθεμα πρὸς στομαχικοὺς καὶ ὑποχονδριακούς.] <pb n="451"/>
                            Τρύγα ξηρὰν ἀναλάμβανε κηρωτῇ ἢ μυρσίνῃ ἢ ῥοδίνῃ, καὶ χρῶ. <lb/>[στ΄.
                            Πρὸς λυγμόν.] Ἐὰν ἅπαξ ἐπαίσθῃ τοῦ λυγμοῦ, <lb/>τὸν δάκτυλόν σου τῆς
                            ἀριστερᾶς χειρὸς τὸν ἀσπαστικὸν τρὶς <lb/>κράτησον, ἢ ὄξος ἐπιῤῥοφησάτω,
                            ὥστε καὶ κύμινον καὶ χόνδρον· <lb/>ἢ ἐμεσάτω καὶ παύσεται· ἢ πνεύματος
                            κατοχὴν <lb/>ποιείτω· ἢ πταρμοῖς χρήσθω· ἢ πήγανον μετὰ οἴνου πινέτω·
                            <lb/>ψωμὸν ἐν ὄξει δεύσας καταπινέτω· ἢ ὀστάριον χοίρειον <lb/>τῇ χειρὶ
                            ἀνατριβέτω. παύει δὲ τοὺς λυγμοὺς καὶ ἔκπληξις. <lb/>[ζ΄. Πρὸς τὴν τοῦ
                            στομάχου ὀδύνην.] Καστόριον <lb/>δίδου πίνειν δι᾿ ὀξυκράτου· καὶ εἰ μὲν
                            φύσημα τὸ αἴτιον ᾖ, <lb/>ἑψήσας ἐν ἐλαίῳ κύμινον, δαύκου σπέρμα καὶ
                            πετροσέλινον <lb/>κατάχριε· εἰ δὲ τὸ ψῦχος, ἕψε τὰς ἐν ἐλαίῳ δαφνίδας
                            καὶ <lb/>πήγανον καὶ μελάνθιον καὶ μαράθρου σπέρμα. ἐπὶ δὲ τῆς
                            <lb/>μέσης ὀδύνης ποίει τὰ πυρία διὰ κέγχρων. ὠφελεῖ σικύα
                            <lb/>εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλόν. <lb/>[η΄. Πρὸς ἀτονίαν
                            στομάχου.] Ὠφελεῖ ἔλαιον μήλινον <lb/>ἢ διὰ χυλοῦ τῶν ῥόδων. ἄλλο. τὸ
                            σινήπεως σπέρμα κεκαυμένον <pb n="452"/> τρίψας καὶ σὺν ὕδατι δίδου
                            πίνειν. ἄλλο. λαβὼν <lb/>μαστίχης, ἀλόης, στύρακος ἀνὰ μέρη β΄.
                            ἀψινθίου, οἰνάνθης <lb/>ἀνὰ μέρη γ΄. μηλίνου μέρη δ΄. οἴνου τὸ ἀρκοῦν,
                            ῥόδων μέρη <lb/>β΄. ταῦτα λειούμενα ἀναλαμβάνεται πορφύρᾳ ἢ ἐρίῳ καὶ
                            <lb/>ἐπιτίθεται τῷ στομάχῳ. τινὲς καὶ κῦφι καλούμενον, τινὲς <lb/>δὲ καὶ
                            κηρὸν προσπλέξαντες κηρωτὴν ποιοῦσιν. ἄλλο. <lb/>ἡδυόσμου κλῶνας β΄. ἢ
                            γ΄. ἐν τῷ ῥοιᾶς γλυκείας χυλῷ καὶ <lb/>τῷ ὄξει δίδου πίνειν. </p></div></div></div></body></text></TEI>