<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="15"><p>[Πρὸς τὰ μαστῶν πάθη.] [α΄. <lb/>Πρὸς τοὺς μαστοὺς κεκλιμένους ὀρθῶσαι.]
                            Λαβὼν γῆν <lb/>γραφικὴν, μετὰ μέλιτος ἑψήσας εἰς ῥάκος ἐπιτίθει ἀπὸ <pb n="447"/> ὄρθρου ἕως ἑσπέρας. εἶτα σπόγγον ἐκ χύτρας ἐπιτίθει, ἕως
                            <lb/>ἀποσπάσῃς τὸ κατάπλασμα. ποιεῖ δὲ τοῦτο καὶ ὀρθοὺς <lb/>καὶ
                            τεταμένους. κατάπλασσε δὲ ἐπὶ πάχος, ἐὰν θέλῃς ἐνεργότερον <lb/>αὐτὸ
                            ποιῆσαι κηκίδος ὀμφακίτιδος γο. ι΄. <lb/>[β΄. Μαστοὺς μένειν ἁπαλοὺς ἐπὶ
                            πολλὰ ἔτη.] Κωνείῳ <lb/>κατάπλασσε καρυϊστίῳ. <lb/>[γ΄. Μαστοὺς μείζονας
                            μὴ γίνεσθαι.] Χοῖρον ἐκτεμὼν <lb/>τῷ αἵματι κατάχριε τοὺς μαστοὺς καὶ
                            οὐκ αὔξονται. <lb/>[δ΄. Πρὸς τὸ ξηραίνειν τὸ γάλα.] Κρητάριον λειωθὲν
                            <lb/>ὄξει καὶ καταχρισθὲν καὶ ἐπιτιθέμενα τὸ γάλα ἵστησι. <lb/>[ε΄. Πρὸς
                            φλεγμονὴν ἢ ἀπόστημα τῶν μαστῶν.] Κιμωλίαν, <lb/>λίβανον καὶ ἔλαιον
                            ῥόδινον διαμίξας ἐπιτίθει. ἄλλο. <lb/>κατ᾿ ἀρχὰς μὲν σπόγγον ἁπαλὸν
                            ὀξυκράτῳ χλιαρῷ βρέξας <lb/>καὶ ἐκπιάσας ἐπιτίθει καὶ ἐπιδέσμει. ἄλλο.
                            φοίνικας καὶ <lb/>ἄρτου ψίχιον συντρίψας ὀξυκράτῳ καὶ χλιαρὸν ἐπιτίθει.
                            ἄλλο. <lb/>κορίαννον, στυπτηρίαν καὶ ψύλλιον μετὰ κηρωτῆς ἐπιτίθει.
                            <lb/>ἄλλο. ἄρτον μετὰ περδικιάδος χλωρᾶς ἅμα κηρωτῇ ἐπιτίθετι <lb/>τὴν
                            ἡμέραν. ἄλλο. ἄρτον σὺν μελικράτῳ ἢ μέλιτι ἢ οἴνῳ <pb n="448"/>
                            κατάπλασσε. εἰ δὲ μὴ φέροιεν τὸ βάρος καταβροχῇ διὰ <lb/>γλυκέος ἐλαίου
                            χρηστέον θερμοῦ δι᾿ ἐρίων τρυφερῶν. πυριατέον <lb/>δὲ αὐτοὺς ἀτμῷ θερμοῦ
                            ὕδατος ἢ ἀφεψήματι τήλεως <lb/>ἢ ἀλθαίας ἢ σελινοσπέρμου. <lb/>[στ΄.
                            Πρὸς ἐφέλκειν τὸ γάλα.] Ῥάφανον σὺν πιτύροις <lb/>ἐν οἴνῳ ἑψήσας καὶ
                            ἠθήσας δίδου πίνειν. ἄλλο. σήσαμον <lb/>σὺν οἴνῳ γλυκεῖ δίδου πίνειν.
                            ἄλλο. ἄνητον ἢ αὐτοῦ <lb/>σπέρμα ἑψήσας σὺν σαρξὶ ἢ τοῖς τὴν γάλακτος
                            εὐπορίαν <lb/>ποιέουσιν. ἄλλο. πίτυρα σὺν ῥίζαις τοῦ μαράθρου ἑψήσας
                            <lb/>ἐν ὕδατι δίδου πίνειν. ἄλλο. μελανθίνου δραχ. α΄. τίθετι ἐν
                            <lb/>μελικράτῳ καὶ δίδου. ἄλλο. πράσον ἑψήσας ἐν ὕδατι καὶ <lb/>δίδου
                            πίνειν αὐτοῦ ἀφέψημα. ἢ πράσον τρίψας καὶ ἠθήσας <lb/>δίδωτι τὸ ὕδωρ
                            πίνειν. ἄλλο. χυλὸν μαράθρου δίδου <lb/>πίνειν. ἄλλο. ῥίζαν μαράθρου καὶ
                            ῥηθὴν κεκαυμένην ἑψήσας <lb/>ἐν ὕδατι καὶ τὸ βούτυρον διαμίξας δίδου
                            πίνειν. ἄλλο. <lb/>ἀφέψημα ἱππομαράθρου δίδου πίνειν. ἢ δίδου καὶ
                            κατεσθίειν <lb/>αὐτὸν ἱππομάραθρον. ἄλλο. καρδάμωμον σὺν οἴνῳ <lb/>δίδου
                            πίνειν. ἄλλο. σπέρμα τοῦ ἄγνου δίδου σὺν οἴνῳ <pb n="449"/> πίνειν.
                            ἄλλο. χυλὸν τεύτλου δίδου πινόμενον. δεῖ δὲ τοῖς δριμέσι <lb/>καὶ
                            ἀλμυροῖς καὶ ὀξέσι καὶ λαχάνοις ἀπέπτοις ἀπέχεσθαι. <lb/>[ζ΄. Πρὸς
                            κωλύειν τὸ γάλα.] Μαστοὺς τῷ ὕδατι <lb/>θαλασσίῳ πυριάσας καὶ αὐτοῖς τὰ
                            στυπτικά τε καὶ ξηραντικὰ πρόσθες. <lb/>[η΄. Διαφυλακτικὰ μαστῶν, οἷς
                            αὐταὶ διὰ πολλοῦ τεταμέναι <lb/>καταμένουσι.] Κιόνιον λεάνας μαστῷ
                            ἐπιτίθει ἐπὶ <lb/>ἡμέρας θ΄. καὶ τὸ σπόγγον ἔξωθεν τῷ ὀξυκράτῳ
                            βρεχόμενον. <lb/>ἄλλο. κύμινον σὺν ὕδατι τρίψας κατάπλαττε τοὺς τιτθοὺς,
                            <lb/>εἶτα ἔξωθεν ἐπιθεὶς σπόγγον ἀπὸ ὀξυκράτου σφίγγε τὸ στῆθος
                            <lb/>δεσμίδι· μετὰ δὲ τρεῖς ἡμέρας τὸ κύμινον ἄρας κατάπλαττε <lb/>τοὺς
                            τιτθοὺς κρίνου βολβῶν μετὰ μέλιτος· καὶ δήσας <lb/>πάλιν ἔα τρεῖς
                            ἡμέρας. καὶ τοῦτο ποίει τρεῖς τοῦ μηνός. </p></div></div></div></body></text></TEI>