<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="14"><p>[α΄. Πρὸς πλευριτικούς.] Φλοιοῦ ῥίζης <lb/>δίδου πίνειν. κυμίνου ἐπὶ τὰ
                            ὄψα ἐπίπασον ὕδατι καὶ δὸς <lb/>πιεῖν. ἄλλο. πηγάνου κλωνία ε΄. δίδου
                            λειάνας καθ᾿ ἡμέραν. <lb/>ἢ στοιχάδος βοτάνης τρισὶ δακτύλοις δίδου.
                            τριφύλλου σπέρμα <lb/>πότιζε. πάνακος ῥίζαν πότιζε. χαμαιπίτυν ὁμοίως.
                            <lb/>[β΄. Πρὸς πλευρίτιδα.] Εἰ μὲν οὖν ἄχρι κλειδὸς ἡ <lb/>ὀδύνη
                            διατείνῃ, φλεβοτομητέον αὐτούς. εἰ δὲ εἰς ὑποχόνδριον <lb/>κάτω,
                            καθαρτέον καὶ κλυσμοῖς δριμέσι χρηστέον. καὶ <lb/>εἰ μὲν μέτριον ᾖ τὸ
                            ἄλγημα, μετὰ τὸ κλύσμα δοτέον αὐτοῖς <lb/>μελίκρατον καὶ τὸν πτισάνης ἢ
                            τοῦ χόνδρου χυλόν· παρακμάσαντος <pb n="446"/> δὲ τοῦ πάθους, ἐμβλητέον
                            τοῖς χυλοῖς καλαμίνθην <lb/>ἢ πράσιον. ποιεῖ καὶ τῆς κνίδης σπέρμα σὺν
                            μέλιτι. <lb/>πρὸς τὰ δὲ σφοδρὰ τῶν ἀλγημάτων μετὰ τὴν κένωσιν
                            παρηγορητέον, <lb/>ὡς ταῖς διὰ κέγχρον καὶ πιτύρων ἐν μαρσίππῳ
                            <lb/>πυρίαις ἢ διὰ θερμοῦ ὕδατος ἢ ἐλαίου ἐν κύστῃ ἢ |διὰ <lb/>ἐρίου
                            οἰσυπηροῦ σὺν ἐλαίῳ καὶ οἴνῳ τεθαλασμένῳ ἐπιτιθεμέναις. <lb/>περὶ δὲ τὴν
                            τετάρτην ἡμέραν θρέψον τοῖς ῥοφήμασι <lb/>σὺν ὀλίγῳ μέλιτι. μετὰ δὲ τὴν
                            ἑβδόμην καὶ τῇ πηγανερᾷ <lb/>ἐμπλάστρῳ κατὰ τῶν ὀδυνωμένων χρησώμεθα
                            τόπων. καὶ <lb/>βολβοὶ δὲ σὺν ὀξυγγίᾳ τεθέντες πολλάκις ἤρκεσαν. δοτέον
                            <lb/>ἔκλεγμα διὰ στροβιλίων καὶ ἀμυγδάλων πικρῶν καὶ λινοσπέρμου
                            <lb/>καὶ ἀμύλου. <lb/>[γ΄. Τὸ χρίσμα καλόν.] Λαβὼν βδέλλιον, κόστον,
                            <lb/>κράμβης καυλοὺς καυθέντας τῇ τέφρᾳ καὶ στέατι μιγισμένα.
                            <lb/>διαφορητικὸν καὶ ἰσχυρῶς ἐστὶ τὸ φάρμακον. </p></div></div></div></body></text></TEI>