<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="13"><p>[Πρὸς τὰ τοῦ θώρακός τε καὶ πνευμονῶν <lb/>πάθη καὶ πρῶτον πρὸς
                            κατάῤῥους.] Τυρὸς παλαιὸς λαμβανόμενος <lb/>ὠφελεῖ, ἀναξηραίνει γὰρ
                            αὐτούς. ἐν ἐλαίῳ παλαιῷ <lb/>διάχριε τοὺς μυκτῆρας συνεχῶς, ἢ θείῳ καὶ
                            σμύρνῃ <lb/>τετριμμένῃ μετ᾿ οἴνου καὶ μέλιτος καὶ ἐλαίου. <lb/>[Πρὸς
                            βῆχας.] Σῦκα βαπτόμενα εἰς ἄκρατον καὶ <lb/>λαμβανόμενα ὠφελεῖ. ἄλλο.
                            ῥητίνην τερεβινθίνην σὺν μέλιτι <lb/>ἑψῶν δίδου ἐκλείχειν· καὶ οἶνον
                            κεκραμένον γλυκεῖ δίδου ἐπιῤῥοφεῖν. <lb/>[Ἄλλο παιδίοις μᾶλλον ἁρμόζον.]
                            Πητυὰν <lb/>καθαρὰν ἀναλάμβανε μέλιτι ἑψηθέντι καὶ δίδου. ἄλλο.
                            λυκοῦργον <pb n="441"/> τὸν λεγόμενον κυνὰ ψιλὸν δίδου φαγεῖν. ἄλλο.
                            <lb/>σκόροδα ἑφθὰ μετὰ μέλιτος ὠφελεῖ. ἄλλο. σκίλλαν λαβὼν περιόρυξον
                            <lb/>αὐτῆς τὴν κεφαλὴν καὶ βαλὼν ἐκεῖ ὠὸν, περιπήλωσον <lb/>τὸν τόπον
                            καὶ ὀπτήσας δὸς φαγεῖν. <lb/>[Πρὸς τοὺς διηνεκῶς πυρέσσοντας.] Ὑσσώπου
                            δεσμίδιον <lb/>μετὰ ὕδατος εἰς τρίτον ἐκζέσας δὸς πιεῖν νήστει ἐπὶ
                            <lb/>ἡμέρας λ΄. εἰς θερμὸν, παιδίοις δὲ καὶ μετὰ ἰσχάδων. ἄλλο.
                            <lb/>πτερίνην κόψας καὶ σήσας ἐπίπασον ὡς ἄλφιτα εἰς τὸν <lb/>τόπον.
                            ποιεῖ δὲ τοῦτο καὶ πρὸς αἱμοπτοϊκοὺς καλῶς. ἄλλο. <lb/>σίνηπι κόψας καὶ
                            λειοτριβήσας δίδου κοχλιάριον α΄. μετὰ <lb/>οἴνου κυάθων β΄. πίνειν ἑξῆς
                            ἐπὶ ἡμέρας γ΄. <lb/>[Πρὸς τὰς νυκτερινὰς βῆχας.] Ἡδύοσμον τρίψας βάλε
                            <lb/>εἰς ὄξος καὶ δίδου ῥοφεῖν. <lb/>[Ὑποκαπνισμὸς πρὸς τὴν βῆχα.]
                            Στύρακος, μαστίχης, <lb/>πεπέρεως, πετροσελίνου ἀνὰ δραχ. α΄. σανδαράχης
                            δραχ. στ΄. <lb/>ἀκρόδρυον τῆς δάφνης α΄. τοῖς ἄνθραξιν ἐναπτομένοις
                            ἐπιθὲς <lb/>καὶ καλάμῳ τὸν παπνὸν ἐν τῷ στόματι δέχηται ὁ πάσχων. <pb n="442"/> [Πρὸς ἀσθματικούς.] Σκίλλαν ἑψήσας ἐν οἴνῳ ἢ μελικράτῳ
                            <lb/>πίνειν δίδου. ποιεῖ καὶ πνεύμων ἀλώπεκος ξηρὸς <lb/>καταξυόμενος
                            εἰς οἶνον μέλανα καὶ πινόμενος. ἄλλο. κάρδαμον <lb/>λευκὸν κόψας καὶ
                            μίξας μέλιτι δὸς ἐκλείχειν. <lb/>[Πρὸς δυσπνοοῦντας.] Λαβὼν προβάτων τὰς
                            κατὰ τὸν <lb/>δακτύλιον τρίχας καὶ καύσας καὶ τρίψας ἐν γλυκεῖ δὸς
                            πιεῖν. <lb/>ἄλλο. θεῖον ἄπυρον δὸς πιεῖν μετὰ οἴνου κοχλιάρια δ΄.
                            <lb/>[Πρὸς ὀρθοπνοϊκούς.] Στρούθιον ἐν ὕδατι θερμῷ <lb/>δὸς πιεῖν. ἄλλο.
                            ἀείζωον μετὰ μέλιτος δίδου λεῖον ἐκλείχειν <lb/>ἢ βολβὸν ἢ ἀβρότονον, ὡς
                            χόνδρον δίδου μεθ᾿ ὑδρομέλιτος <lb/>ἢ ὑσσώπου ἑφθῶν δίδου σὺν
                            ὑδρομέλιτι, ἢ στοιχάδα τὴν <lb/>βοτάνην, ἢ καστόριον μετὰ γλυκέος
                            πινόμενον, ἢ σκίλλης <lb/>τὸ ἐντὸς μετὰ ὀξυμέλιτος. <lb/>[Πρὸς
                            αἱμοπτοϊκούς.] Συμφύτου ῥίζαν δὸς φαγεῖν <lb/>ὅσον δύναται καὶ τῇ αὐτῇ
                            ἡμέρᾳ ὄξος μὴ ἁπτέσθω. ἄλλο. <lb/>Σαμίας γῆς ἀστέρα δίδου, ὁτὲ μὲν μετὰ
                            πολυγόνου χυλοῦ, <lb/>ὁτὲ δὲ καθ᾿ ἑαυτό. ἔλεγε δὲ Ἱππίων ὁ Κενταύριος
                            πρὸς <pb n="443"/> αἱμοπτοϊκούς· καλῶς ποιεῖ κνίδης χυλὸς διδόμενος σὺν
                            οἴνῳ <lb/>κυάθων γ΄. ποιεῖ δ᾿ ἐπὶ τούτῳ καὶ ὄξος ῥοφόμενον καὶ μάλιστα
                            <lb/>ὁ σκιλλίτης. ἔτι δὲ χυλὸς ἡδυόσμου καὶ τραγακάνθης <lb/>ὑπὸ τὴν
                            γλῶσσαν κατεχόμενος. <lb/>[Πρὸς τοὺς ἔκ τινος βίας εἰς τὰ ἔνδον
                            αἱμοῤῥαγοῦντας.] <lb/>Λαβὼν ἀμπελίνην σποδὸν ὄξει κατάσβεσον καὶ ἐπιχέας
                            <lb/>πλεῖον ὄξος δεῦσον καὶ διήθησον διὰ ῥάκους, καὶ μίξας <lb/>ὕδατι
                            ὀλίγῳ δὸς πιεῖν ὅσον κοχλιάρια στ΄. τοῦτο καὶ στύφει <lb/>τὸν
                            αἱμοῤῥαγήσαντα τόπον καὶ τὸ πηχθὲν αἷμα καὶ <lb/>βρωθὲν ἐκκρίνει καὶ
                            ἵστησι τὴν αἱμοῤῥαγίαν. ἴσχαιμον γάρ <lb/>ἐστι τῶν ἐντὸς αἱμοῤῥαγιῶν.
                            <lb/>[Πρὸς πᾶσαν αἱμοῤῥαγίαν.] Συμφύτῳ μετ᾿ ὄξους κατάπλασσε <lb/>τὸ
                            πρόσωπον, ἐὰν μὲν ἀπὸ μυκτῆρος ᾖ· ἐὰν δὲ <lb/>ἀπὸ θώρακος τὸ στέρνον·
                            ἐὰν δὲ ἀπὸ κύστεως ἢ μήτρας <lb/>ἢ νεφρῶν καὶ τὰ ἰσχία κατάπλασσε.
                            <lb/>[Πρὸς ἀναφορικοὺς καὶ φθισικούς.] Κόμμεως <lb/>τὸ μέλαν καθεψήσας
                            διὰ γλυκέος δίδου ὑπὸ γλῶσσαν <pb n="444"/> κατέχειν καὶ καταπίνειν·
                            ποιεῖ γὰρ πρὸς ἀναφορικοὺς κόμμεως <lb/>τὸ μέλαν καὶ πρὸς βῆχα καλῶς.
                            <lb/>[Φθίσιν μὴ τελείαν παῦσαι.] Πνεύμονα ἐλάφου καλάμῳ <lb/>ἐξελὼν καὶ
                            ξηράνας λειοτρίβησον καὶ δίδου κοχλιάρια <lb/>γ΄. μετὰ μέλιτος κυάθων
                            γ΄. εἶτα διαστήσας ὀλίγας ἡμέρας <lb/>δὸς πάλιν πιεῖν. <lb/>[Ἐπὶ τῶν
                            φθισικῶν καὶ τῶν ἀγόντων αἱμόπυα.] Χρώμεθα <lb/>τῷ ταρίχῳ μετ᾿ ἄρτου
                            διδόντες ἐσθίειν, οὕτως βρέχοντες <lb/>αὐτὸ εἰς ὕδωρ τρὶς ἢ τετράκις,
                            ἕως οὗ πλυνόμενον <lb/>τὸ ὕδωρ μὴ ἐνδιδοῖ ἅλμην εἰς αὐτὸ, ἐνδεσμεύοντες
                            αὐτὸν <lb/>εἰς χάρτην ὀπτῶμεν καὶ δίδομεν χωρὶς οἰνομέλιτος ὀλίγον
                            <lb/>ἐπιχέοντες. Ἡρόφιλος δὲ ἐπ᾿ αὐτῷ χωρὶς τινὸς δίδωσι <lb/>ταρίχους
                            σὺν ἄρτῳ καὶ ἐπιπίνειν ὕδωρ κελεύει, λέγων ὅτι <lb/>ἐπείπερ ἅλες ἐπὶ
                            ταρίχῳ συστρέφουσι τὴν κοιλίαν, οἶνος δὲ <lb/>δοθεὶς λύει. χρώμεθα δὲ
                            καὶ σκίλλῃ ὀπτῇ καὶ μετὰ ταρίχου <lb/>ἐν αὐτῇ καὶ ἀνακαθαίρονται
                            ἰσχυρῶς. καὶ πράσοις δὲ <lb/>μετὰ ἄρτου. εἶτα ὅταν δόξωσιν ἀνακεκάρθαι
                            ἐπιμελῶς καὶ <lb/>εἰ ἀσθενέστεροι ὦσιν, ἀνατρέφομεν αὐτοὺς κρέασι καὶ
                            τοῖς ﻿<pb n="445"/> ὁμοίοις, τῇ αὐτῇ δ᾿ ἀγωγῇ χρώμεθα καὶ ἐπὶ τῶν
                            συῤῥαγέντων <lb/>ἀποστημάτων ἐν τοῖς πρὸς κάθαρσιν. καὶ ἰχθὺς δὲ ἡ
                            <lb/>βοτάνη μετὰ ἀξουγγίου ἀνάλου διδομένη τρώγειν τοὺς ἀναφορικοὺς
                            <lb/>καὶ βήσσοντας ποιεῖ καλῶς. <lb/>[Πρὸς τὴν αἵματος πτύσιν ἢ
                            ἀναγωγήν.] Ποιεῖ καὶ <lb/>γῆ σφραγὶς καὶ οἱ τροχίσκοι ἐκ τοῦ ἠλέκτρου
                            καὶ τροχίσκοι <lb/>ἐκ κοραλλίου καὶ ἡ θηριακὴ ἐν κλίνῃ διδομένη. </p></div></div></div></body></text></TEI>