<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="12"><p>[Πρὸς τὰ τοῦ βρόγχου καὶ φάρυγγος πάθη.] <lb/>[α΄. Πρὸς παρεκκοπὰς καὶ
                            ἐλαττώσεις τῆς φωνῆς.] Βολβοὺς <lb/>δύο μετὰ μέλιτος δίδου φαγεῖν ὠμούς.
                            ὠφελεῖ δὲ καὶ <lb/>τὸ σῦκον ἑψόμενον καὶ ἀναγαργαριζόμενον μετὰ λιβάνου
                            καὶ <lb/>σμύρνης. ποιεῖ δὲ καὶ τὸ θεῖον ἄπυρον μετὰ ὠῶν λαμβανόμενον
                            <lb/>κοχλιάρια β΄. ἢ γ΄. ἄλλο. λαβὼν ἀμύγδαλα πικρὰ <lb/>κ΄. σπέρματος
                            λίνου κεκαυμένου δραχ. δ΄. τραγακάνθης τῆς ἐν <lb/>ὕδατι βεβρεγμένης
                            δραχ. β΄. στροβίλους λ΄. τῷ μέλιτι ἀναλαβὼν <lb/>χρῶ. ἄλλο. τοῦ γλήχωνος
                            δραχ. δ΄. σπέρματος λίνου, <pb n="439"/> πεπέρεως, καλαμίνθης ἀνὰ δραχ.
                            β΄. πετροσελίνου δραχ. α΄. μέλιτος <lb/>λίτρ. α΄. <lb/>[β΄. Πρὸς τοὺς
                            ἤδη πνιγομένους.] Ἀνθρωπείαν κόπρον <lb/>εἰς ῥάκος ἐνδήσας καὶ καύσας
                            δίδου πιεῖν· τοῦτο τοῖς <lb/>ἤδη πνιγομένοις βοηθεῖ. ἄλλο. ποιεῖ δὲ καὶ
                            κόπρος αἰγεία <lb/>σὺν μέλιτι καὶ πίσσῃ ὑγρᾷ διαχριομένη ἐπὶ τῆς
                            συναγγικῆς <lb/>ἅκρως. ἢ πηγάνου χυλῷ καὶ γάλακτι κλύζε διὰ κλυστῆρος
                            <lb/>τὸν φάρυγγα τοῦ συναγχικοῦ· κατασπᾷ γὰρ δάκρυον πολὺ <lb/>καὶ
                            κουφίζει. ἄλλο. οὖρον συνεχῶς ἀναγαργαριζόμενον ὑγιάζει· <lb/>δεῖ δὲ
                            συναναγαργαρίζεσθαι καὶ χυλὸν κράμβης. <lb/>[γ΄. Πρὸς τὰς τῶν παίδων
                            ἐσχάρας.] Τὰς ἐν τῷ <lb/>φάρυγγι γιγνομένας διάχριε· εἶτα δίδου
                            ἀριστολοχίαν ἐν <lb/>οἴνῳ ἑψήσας ἀναγαργαρίζεσθαι. τάχιστα θεραπεύει.
                            <lb/>[δ΄. Πρὸς ὀστᾶ ἀκαφθέντα καὶ πάντα ἐκ τοῦ βρόγχου <lb/>ἐκβαλεῖν.]
                            Ὕδατος καὶ ἐλαίου τὸ ἴσον εἰς τὸ στόμα ἐγχέας <lb/>κατεχέτω ἕως ἐκβάλῃ
                            τὸ καταποθέν. ἐάν τις ἐσθίων καὶ καταπίνει <lb/>καὶ πνίγεται, ἐκ τοῦ
                            αὐτοῦ οὗ τρώγει εἰς ἑκάτερον ﻿<pb n="440"/> ὠτίων ἐπάνω ἐπιτιθέτω καὶ
                            ἐπὶ τὴν κεφαλήν· ὑποβιβάζεται <lb/>γὰρ τὸ καταποθὲν καὶ πνῖγον.
                            <lb/>[ε΄. Πρὸς βδέλλας ἐκ βρόγχου ἐκβαλεῖν.] Ἀναγαργαριζέσθω
                            <lb/>θαλασσίαν ἅλμην. ἄλλο. ἐλαίου ἢ ὀποῦ Κυρηναϊκοῦ <lb/>τὸ μέγεθος
                            ὀρόβου τρίψας μετὰ ἀκράτου δίδου πιεῖν <lb/>θερμόν. ἢ χυλὸν ἀναγαλλίδος
                            πότιζε ἢ ὄξος μετὰ θύμου <lb/>δριμύ· μετὰ δὲ ταῦτα ἀναγαργαριζέσθω θερμῷ
                            ὕδατι. </p></div></div></div></body></text></TEI>