<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="11"><p>[Πρὸς φλεγμονὰς παρισθμίων καὶ συνάγχας.] <lb/>Ποιεῖ δὲ τοῦτο καλῶς ἐπὶ
                            παρισθμίων. οἱ τὰ μύρτα <lb/>κατασκευάζοντες εἰώθασιν ἐν μέλιτι χρίειν
                            καὶ ἀψινθίῳ· <lb/>τοῦτο οὖν διαχριόμενον ἢ μετά τινος ἀναγαργαριζόμενον
                            <lb/>θαυμαστῶς ποιεῖ. ἐὰν ἐπιμένῃ τι τῆς φλεγμονῆς μετὰ τοῦ
                            <lb/>τετραχύνθαι τὰ παρίσθμια, χρηστέον γάλακτι πάντῃ θερμῷ <lb/>καθ᾿
                            ἑαυτὸ καὶ μετά τινος τῶν εἰρημένων. ἢ πιτύροις ἀφηψημένοις <lb/>δι᾿
                            ὕδατος ἢ ὑδρομέλιτος ἢ πιτύρων ἀποβρέγματι <lb/>ἢ τράγου ῥᾶγας, ὀρύζης
                            βρέξας ἐν ὕδατι θερμῷ ἄλευρον, <lb/>δὶς ἢ τρὶς χρῶ τῷ χυλῷ. ἢ ζωμῷ
                            ὀρνιθείῳ ἢ ἐριφείῳ <lb/>ἢ πτισάνην ἕψει μετὰ σταφίδος καὶ τῷ χυλῷ, ἢ
                            <lb/>μαλάχης ἀφεψήματι καθ᾿ αὑτό. ἢ καὶ μετὰ μέλιτος ἕψει τὴν
                            <lb/>μαλάχην ἢ καὶ μετὰ θερμῶν καὶ μετὰ γλυκέος χρῶ. <pb n="437"/> [Πρὸς
                            παρίσθμια καὶ συναγχικούς.] Γλυκυῤῥίζης χυλὸν <lb/>ἀνεὶς χρῶ· ἐὰν δὲ
                            ἐσχάραι γένωνται, πρὸς τὸ ταύτας <lb/>σχολάσαι, ὑδρομέλιτι
                            ἀναγαργαρίζεσθαι δεῖ. ἢ φακῆς ἀφεψήματι <lb/>καθ᾿ αὑτὸ καὶ μετὰ ὑσσώπου
                            ἢ ἴρεως ἢ κολυμβάδων <lb/>ἐλαιῶν ὕδατι ἀναγαργαριζέσθω, ἢ κρόκου βραχὺ
                            καὶ <lb/>σμύρνης μετὰ βραχέος γλυκέος ἀναζεσθέντα. ἢ σῦκα παρεψήσας,
                            <lb/>παρέμπλασον αὐτοῖς ὠμήλυσιν καὶ χυλώσας διήθησον <lb/>καὶ τῷ χυλῷ
                            χρῶ ἢ τῷ τῶν σύκων ἀφεψήματι μίξας <lb/>νᾶπυ ὀλίγον, δίδου
                            ἀναγαργαρίζεσθαι· φλέγμα γὰρ ἄγει <lb/>καὶ λύει τὴν φλεγμονήν.
                            <lb/>[Πρὸς δὲ τὰς ἀποστάσεις τὰς ἐν παρισθμίοις.] Συμφέρει <lb/>τι τῶν
                            εἰρημένων· ἀφρονίτρῳ λείῳ παράπτου, ἐνίοτε <lb/>δὲ καὶ ἄνθος νίτρου
                            μίσγε. ἀποχύει γὰρ τὰς ἐσχάρας καὶ <lb/>τήκει τὰς ἀποστάσεις ἐν
                            διακλύσματι διδόμενον. καὶ στακτῇ <lb/>κονίᾳ πρασίου χυλὸς διηθείς· ἢ
                            αὐτὸ τὸ πράσιον τὴν βοτάνην <lb/>ἐν ὑδρομέλιτι ἑψηθεῖσαν· ἢ πηγάνου
                            ἀφέψημα μετὰ <lb/>πρασίου ἢ καθ᾿ ἑαυτὸ ἢ ἐν ὑδρομέλιτι καθεψηθὲν ποιεῖ.
                            <lb/>καὶ ὁ χυλὸς ἀναγαργαριζόμενος καὶ ὀρόβων ἀφεψήματι ἀναγαργάριζε <pb n="438"/> ἢ μίσυ μίσγων μετὰ κηκίδος ὀμφακίνης καὶ μυρσίνης <lb/>ἐξ
                            ἴσου λειοτριβήσας μετὰ στυπτηρίας ὑγρᾶς καὶ μέλιτος <lb/>ἴσον μίσγων
                            διάχριε. τοῦτο οὐ μόνον ἐσχάρας ἐκβάλλει, <lb/>ἀλλὰ καὶ τὰς ἀντιάδας
                            τήκει θαυμαστῶς. ἢ δέλφακος <lb/>αἵματι χρίσας τὰς χεῖρας καθάψου τοῦ
                            τραχήλου τρίς. <lb/>ἄλλο. κοχλίας γυμνοὺς βάλε εἰς πολτάριον καὶ καῦσον
                            <lb/>καὶ λειώσας τὴν τέφραν ἀναλάμβανε μέλιτι λείῳ, διάχριε·
                            <lb/>ἀπαράβατόν ἐστιν. </p></div></div></div></body></text></TEI>