[Πρὸς φλεγμονὰς παρισθμίων καὶ συνάγχας.] Ποιεῖ δὲ τοῦτο καλῶς ἐπὶ παρισθμίων. οἱ τὰ μύρτα κατασκευάζοντες εἰώθασιν ἐν μέλιτι χρίειν καὶ ἀψινθίῳ· τοῦτο οὖν διαχριόμενον ἢ μετά τινος ἀναγαργαριζόμενον θαυμαστῶς ποιεῖ. ἐὰν ἐπιμένῃ τι τῆς φλεγμονῆς μετὰ τοῦ τετραχύνθαι τὰ παρίσθμια, χρηστέον γάλακτι πάντῃ θερμῷ καθ᾿ ἑαυτὸ καὶ μετά τινος τῶν εἰρημένων. ἢ πιτύροις ἀφηψημένοις δι᾿ ὕδατος ἢ ὑδρομέλιτος ἢ πιτύρων ἀποβρέγματι ἢ τράγου ῥᾶγας, ὀρύζης βρέξας ἐν ὕδατι θερμῷ ἄλευρον, δὶς ἢ τρὶς χρῶ τῷ χυλῷ. ἢ ζωμῷ ὀρνιθείῳ ἢ ἐριφείῳ ἢ πτισάνην ἕψει μετὰ σταφίδος καὶ τῷ χυλῷ, ἢ μαλάχης ἀφεψήματι καθ᾿ αὑτό. ἢ καὶ μετὰ μέλιτος ἕψει τὴν μαλάχην ἢ καὶ μετὰ θερμῶν καὶ μετὰ γλυκέος χρῶ. [Πρὸς παρίσθμια καὶ συναγχικούς.] Γλυκυῤῥίζης χυλὸν ἀνεὶς χρῶ· ἐὰν δὲ ἐσχάραι γένωνται, πρὸς τὸ ταύτας σχολάσαι, ὑδρομέλιτι ἀναγαργαρίζεσθαι δεῖ. ἢ φακῆς ἀφεψήματι καθ᾿ αὑτὸ καὶ μετὰ ὑσσώπου ἢ ἴρεως ἢ κολυμβάδων ἐλαιῶν ὕδατι ἀναγαργαριζέσθω, ἢ κρόκου βραχὺ καὶ σμύρνης μετὰ βραχέος γλυκέος ἀναζεσθέντα. ἢ σῦκα παρεψήσας, παρέμπλασον αὐτοῖς ὠμήλυσιν καὶ χυλώσας διήθησον καὶ τῷ χυλῷ χρῶ ἢ τῷ τῶν σύκων ἀφεψήματι μίξας νᾶπυ ὀλίγον, δίδου ἀναγαργαρίζεσθαι· φλέγμα γὰρ ἄγει καὶ λύει τὴν φλεγμονήν. [Πρὸς δὲ τὰς ἀποστάσεις τὰς ἐν παρισθμίοις.] Συμφέρει τι τῶν εἰρημένων· ἀφρονίτρῳ λείῳ παράπτου, ἐνίοτε δὲ καὶ ἄνθος νίτρου μίσγε. ἀποχύει γὰρ τὰς ἐσχάρας καὶ τήκει τὰς ἀποστάσεις ἐν διακλύσματι διδόμενον. καὶ στακτῇ κονίᾳ πρασίου χυλὸς διηθείς· ἢ αὐτὸ τὸ πράσιον τὴν βοτάνην ἐν ὑδρομέλιτι ἑψηθεῖσαν· ἢ πηγάνου ἀφέψημα μετὰ πρασίου ἢ καθ᾿ ἑαυτὸ ἢ ἐν ὑδρομέλιτι καθεψηθὲν ποιεῖ. καὶ ὁ χυλὸς ἀναγαργαριζόμενος καὶ ὀρόβων ἀφεψήματι ἀναγαργάριζε ἢ μίσυ μίσγων μετὰ κηκίδος ὀμφακίνης καὶ μυρσίνης ἐξ ἴσου λειοτριβήσας μετὰ στυπτηρίας ὑγρᾶς καὶ μέλιτος ἴσον μίσγων διάχριε. τοῦτο οὐ μόνον ἐσχάρας ἐκβάλλει, ἀλλὰ καὶ τὰς ἀντιάδας τήκει θαυμαστῶς. ἢ δέλφακος αἵματι χρίσας τὰς χεῖρας καθάψου τοῦ τραχήλου τρίς. ἄλλο. κοχλίας γυμνοὺς βάλε εἰς πολτάριον καὶ καῦσον καὶ λειώσας τὴν τέφραν ἀναλάμβανε μέλιτι λείῳ, διάχριε· ἀπαράβατόν ἐστιν.