<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="10"><p>[Πρὸς κιονίδας.] Κηκίδα λείαν καθ᾿ αὑτὴν <lb/>προσάπτου, βρέχων τὸν
                            δάκτυλον εἰς ἔλαιον ἢ εἰς κοχλιάριον <lb/>βαλὼν παράπτου. ἄλλο. ἀκάνθης
                            Αἰγυπτίας τὸ <lb/>σπέρμα λειώσας ξηρῷ παράπτου. ἄλλο. ἰσχάδας νήστει
                            μετὰ <lb/>φύλλων ἐλαΐνων δὸς φαγεῖν. ἄλλο. ὀπὸν Κυρηναϊκὸν μεθ᾿
                            <lb/>ἁλὸς λεάνας ξηρῷ προσάπτου, πρότερον ἀναγαργαρίσας ὕδατι
                            <lb/>θερμῷ· ἢ σχιστὴν καύσας ἐπιμελῶς παράπτου· ἢ ἀσκαλαβώτην <lb/>ἐπ᾿
                            ἀμπελίνοις ξύλοις παράπτου, ποιεῖ καλῶς. ἄλλο. <lb/>βάτου τοὺς καυλοὺς
                            μετὰ μέλιτος καὶ πίσσης ὑγρᾶς λειώσας <lb/>κατάπλασσε. ἄλλο. λίθου
                            ἀγηράτου ἄνθος μίξας δίδου ἀναγαργαρίζειν <lb/>ἢ κράμβης χυλῷ μίξας
                            στυπτηρίαν σχιστὴν <lb/>ἀναγαργαριζέτω, ὠφελεῖ καλῶς. <lb/>[Καυστικὸν
                            κιονίδος.] Μίσυ καὶ ἄσβεστον ἀναλαβὼν ﻿<pb n="435"/> ἴσα ῥητίνῃ
                            τερεβινθίνῃ ὑποτίθει καὶ ἔα ὑποκρατεῖν· αἴρει <lb/>ἐντὸς ὡρῶν τριῶν.
                            ποιεῖ δὲ καὶ πρὸς σταφυλὰς καλῶς τὸ <lb/>ἀπόῤῥυμμα τῆς πίσσης, τὸ
                            φερόμενον ἀπὸ Κιλικίας λαμβανόμενον <lb/>εἰς κοχλιάριον καὶ
                            ὑποτιθέμενον. καὶ ὀμφάκιον μετὰ <lb/>μέλιτος ἢ γλυκέος λίαν. λέγεται δὲ
                            ἀπαθῆ φυλάσσειν τὴν <lb/>κιονίδα, ἐάν τις ῥᾶγας σταφυλῆς καταπίνῃ νῆστις
                            ἑκάστου <lb/>ἔτους, καὶ οὐδέποτε ἕξει τὸ πάθος. καὶ τοῖς ἐπὶ τῶν
                            <lb/>παρισθμίων τεχθησομένοις ἀναγαργαρίσμασι χρηστέον, ἐπὶ
                            <lb/>σταφυλῆς πασχούσης. πρῶτον καὶ ἐν ἀρχῇ κέλευε ὕδωρ <lb/>θερμὸν
                            διακρατεῖν καὶ ἀναγαργαρίζεσθαι ψυχρῷ, ἢ ὀξυκράτῳ <lb/>ἢ ῥοιᾶς γλυκείας
                            χυλῷ καθηψημένῳ, μέχρις ἂν <lb/>σχῇ πάχος μέλιτος, ἀνεθέντι μετ᾿
                            ὀξυμέλιτος ἢ ὀξυκράτου <lb/>ἢ δρακοντίου χυλῷ, καὶ ποιήσουσι καλῶς.
                            <lb/>[Πρὸς σταφυλὴν τῇ φλεγμονῇ ἐπιληφθεῖσαν.] Σκευαζέσθω
                            <lb/>γαργάρισμα σὺν χυλῷ τῆς ῥοιᾶς μετὰ μελικράτου, <lb/>ἢ σὺν ὕδατι τῶν
                            ἀφεψήματος ῥόδων, ἢ σὺν τῷ διάμβαρ ἐξ <lb/>ὕδατος θερμοῦ. ποιεῖ καὶ ὁ
                            τῆς γλυκυῤῥίζης χυλὸς σὺν <pb n="436"/> μέλιτι παρατεθειμένος καὶ γῆ
                            σφραγὶς, τῆς τε Αἰγυπτίας <lb/>ἀκάνθου ὁ καρπός. ἀδηκτότερά ἐστι κόμμι
                            Ἀραβικὸν, τραγάκανθα, <lb/>σαρκόκολλα προστεθειμένα. ἄλλο. τὸν τῆς
                            Αἰγυπτίας <lb/>ἀκάνθου καρπὸν καὶ ὀπὸν προσθές· ἢ βάτου ἀκρέμονας
                            <lb/>τρίψας σὺν μέλιτι κατάπλασσε. </p></div></div></div></body></text></TEI>