<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="preface"><head>ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ <lb/>ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.</head><p>Προοίμιον. [Τοῖς ἔξω πόλεων παραμένουσι καὶ <lb/>τοῖς κατ᾿ ἀγροὺς καὶ
                            τοὺς ἐρήμους τόπους διατρίβουσι τῶν <lb/>εὐπορίστων χρῆσιν προσήκουσαν
                            εἶναι.] Τὴν ἰατρικὴν τέχνην, <lb/>οὐ πόλεσιν οὐδὲ δημοσίοις τόποις, ἢ
                            ἀνδράσι πλουσίοις <lb/>καὶ εὐγενέσιν ἄρχουσί τε καὶ μεγάλως δυναμένοις
                            ὁριζομένην, <lb/>διὰ δὲ τὸ φιλάνθρωπον καὶ πολύχρηστον αὐτῆς
                            <lb/>ποικίλως ἐπὶ πάντας ἀνθρώπους διήκουσαν καὶ ἄχρις ἀγροικίας
                            <lb/>καὶ ἐρήμων τόπων φθάνουσαν μὲν ὁρῶν τῇ δυνάμει, <lb/>ἐλλείπουσαν δὲ
                            τῇ ἐνεργείᾳ διὰ τὸν ἀμελέτητον τῆς περὶ <pb n="312"/> αὐτὴν φιλοτιμίας,
                            δίκαιον ᾠήθην κατ᾿ ἐμὴν δύναμιν εἰσενέγκασθαι <lb/>ἐπικουρίαν τοῖς ἐν
                            ὁδοῖς, μάλιστα καὶ κατ᾿ ἀγροὺς <lb/>καὶ κατά τινας ἐρήμους τόπους
                            διατρίβουσιν, ἐφ᾿ ὧν τὰ μὲν <lb/>πάθη ῥᾳδίαν καὶ ἀπροσδόκητον ἔχει τὴν
                            κατὰ τῶν σωμάτων <lb/>φορὰν καὶ δύναμιν, οὐκ ἔτι δὲ καὶ τὴν ἐκ τῶν
                            ἰαμάτων ἐπικουρίαν <lb/>εὔπορον. οὔτε γὰρ φαρμάκων πολυτελῶν ἐν παντὶ
                            <lb/>τόπῳ ῥᾴδιον εὐπορεῖν οὔτε τοὺς χρησομένους αὐτοῖς ἰατροὺς
                            <lb/>ἀφθόνως ἔχειν ἐπιτηδείους, οὔτε μὴν τὰς περιστάσεις παρεῖναι
                            <lb/>τῆς ὑποπροσθέσεως καὶ ἀναβολῆς καιροὺς διδούσας, οἷον <lb/>ἐπὶ
                            συνάγχης καὶ δηλητηρίων φαρμάκων καὶ τῶν ἰοβόλων, <lb/>αἱμοῤῥαγίας τε
                            καὶ χολέρας καὶ τῶν τούτοις παραπλησίων. <lb/>διὰ ταῦτ᾿ οὖν οὐκ ἀκριβῶς
                            καὶ ἐπιστημονικῶς θεραπείαν <lb/>καὶ πάντη τοῖς οἰκείοις θεωρήμασι
                            συνεκπληρουμένην ἐνθάδε <lb/>λέγειν προυθέμην, ἀλλ᾿ ὅπως ἄν τις καὶ
                            ἰδιώτης ἐκ <lb/>τοῦ παραχρῆμα βοηθεῖν ἕλῃ τοῖς κινδυνεύουσιν ἢ ἄλλως
                            <lb/>πάσχουσι κατὰ τὸ ἐνδεχόμενον ἐκ τῶν ὡς οἷόν τε ἐπ᾿ <lb/>ἀπόροις
                            εὐπορουμένων βοῃθημάτων, ὑποθέσθαι δίκαιον ᾠήθην <pb n="313"/> τὸ μὲν
                            ἀκριβὲς ἄγαν τῆς κατὰ τὴν τέχνην ὕλης καὶ <lb/>τῆς ἐπιστημονικῆς χρήσεως
                            τῶν βοηθημάτων, ἐν οἶς φαρμάκων <lb/>καὶ ἰατρῶν εὐπορία καὶ τὰ πάθη
                            συγχωρεῖ, ἀναγκαῖον <lb/>εἶναι κρίνει, ὅπου δὲ ὀξὺς ὁ καιρὸς καὶ οὐκ
                            εὔπορος <lb/>ἡ τῶν βοηθημάτων εὐπορία καὶ ἀφθονία, τὴν ἐκ τῶν εὐπορίστων
                            <lb/>φαρμάκων δύναμιν ἀναγκαιοτάτην εἶναι λογιζόμενος <lb/>τοῖς ὁτιοῦν
                            μέρος τοῦ σώματος πάσχουσιν. ἀναγράψω τοιγαροῦν <lb/>εὐπορίστων
                            βοηθημάτων ὕλης σπανίως που πολυτελεστέρων <lb/>μὲν, συνήθων δὲ τοῖς
                            πολλοῖς, καὶ διὰ τοῦτο εὐπορουμένων <lb/>φαρμάκων μνημονεύσομεν, ἀπὸ
                            κεφαλῆς ἀρξάμενοι. <lb/>αὕτη γὰρ καθάπερ τις ἀκρόπολίς ἐστι τοῦ σώματος
                            καὶ <lb/>τῶν τιμιωτάτων καὶ ἀναγκαιοτάτων ἀνθρώποις αἰσθήσεων
                            <lb/>οἰκητήριον, διὸ καὶ τὴν ἀρχὴν τῶν βοηθημάτων ἀπ᾿ αὐτῆς
                            <lb/>ποιησόμεθα τοῦ δυνατοῦ μάλιστα καὶ σαφῶς στοχαζόμενοι. <lb/>πάσχει
                            δὲ αὕτη ποικίλως, ἐγκαιομένη τε καὶ ψυχομένη, καὶ <lb/>ὑπὸ ἀναθυμιάσεων
                            τῶν ἐκ τῆς κοιλίας πληρουμένη, καὶ ἀπὸ <lb/>τῶν ἔξωθεν, τῶν καρωδῶν καὶ
                            δυσωδῶν, καὶ διὰ πολλὰ ἕτερα. <pb n="314"/> ἐξ ἐπιμέτρου καὶ ταῖς κατὰ
                            τὸ δέρμα καὶ τὰς τρίχας ἀπρεπείαις <lb/>ἁλισκομένη, ἀλωπεκίαις,
                            ὀφιάσεσι, διαφόροις ἑλκώσεσιν. <lb/>ἐγκαύσεως μὲν οὖν καὶ ψύξεως καὶ τῆς
                            ἀπὸ τῶν <lb/>ἔξωθεν ἀναθυμιάσεως ἱκανὰ σημεῖα ταῦτα προκατάρχοντα
                            <lb/>αἴτια. ἤδη δὲ τοῖς ἐξ ἐγκαύσεων ἄλγημα παρακολουθεῖ
                            <lb/>σφυγματῶδες ὅλης σφακελιζούσης δοκεῖν τῆς κεφαλῆς μετὰ
                            <lb/>πυρώδους αἰσθήσεως καὶ διάτασις τῶν περὶ τὸ μέτωπον <lb/>ἀγγείων
                            καὶ ὀφθαλμῶν ἔρευθος, τὰ πολλὰ καὶ ἀγρύπνια· <lb/>τοῖς δὲ ἀπὸ ψύξεως
                            ναρκῶδες βάρος καὶ πῆξις καὶ τῶν <lb/>μετὰ τὸ μέτωπον ἀγγείων σύμπτωσις·
                            εἰ δὲ μεθ᾿ ὑγρότητος <lb/>καταψύχοιντο, καὶ καταφορώδης ὕπνος· τοῖς δ᾿
                            ἐξ ἀναθυμιάσεων <lb/>ἄλγημα νυγματῶδες καὶ σφυγμὸς τῶν περὶ τὸ
                            <lb/>μέτωπον ἀρτηριῶν, ἴλιγγοί τε καὶ παροράσεις καὶ ὤτων <lb/>ἦχοι.
                            ὁμοίως καὶ τοῖς ἀπὸ τῶν ἐντὸς ἀναθυμιάσεων πληρουμένοις <lb/>τὰ αὐτὰ
                            ταῦτα συμπίπτειν εἴωθεν. </p></div></div></div></body></text></TEI>