<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><p>[Τί ἐστιν ἰατρική.] Ὅροις μὲν ἐχρήσαντο <lb/>οἱ λογικοί· ὑπογραφαῖς δὲ οἱ
                        ἐμπειρικοί· τὸ δὲ περὶ τούτων <lb/>ζητεῖν φιλοσόφοις μόνοις ἁρμόζει· ἁπλῶς
                        δὲ καἰ οὕτως <lb/>ὡρίσαντο οἱ παλαιοὶ ἰατροὶ τὴν ἰατρικὴν, ἢ ὑπέγραψαν. <pb n="687"/> ἰατρική ἐστι κατὰ μὲν Ἱπποκράτην πρόσθεσις καὶ ἀφαίρεσις·
                        <lb/>πρόσθεσις μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ τῶν πλεοναζόντων <lb/>ἐπὶ
                        ἀνθρωπίνων σωμάτων. ὃν γάρ τινες ὅρον ἰατρικὸν <lb/>ᾠήθησαν, οὐκ ἔστιν ὄρος·
                        τό τε μὴ παράπαν ἀπαλλάσσειν <lb/>τῶν νόσων τοὺς κάμνοντας καὶ τὸ τὰς
                        σφοδρότητας <lb/>ἀμβλύνειν καὶ τὸ τοῖς κεκρατημένοις μὴ ἐγχειρεῖν. οὐ γὰρ
                        <lb/>ἐξ ὧν μὴ δύνανται αἱ τέχναι, ἀλλ᾿ ἐξ ὧν δύνανται οἱ ὅροι <lb/>αὐτῶν
                        εἰσιν. ἐρεῖ γὰρ αὐτῆς ὅσα μὴ δύναται, οὐ τὰ μὴ <lb/>ὑπάρχοντα αὐτῇ ὁρίζει.
                        οἱ δὲ νεώτεροι οὕτως ὡρίσαντο. <lb/>ἰατρική ἐστιν ἐπιστήμη, ὑγιείας μὲν
                        τηρητικὴ, νόσων δὲ <lb/>ἀπαλλακτικὴ, οὐκ ὀρθῶς. οὐ γὰρ αὐτὴ ταῦτα ἐνεργεῖ,
                        ἀλλ᾿ <lb/>ἐξ ὧν ἐνεργεῖ ταῦτα ἀποτελεῖται καὶ οὐκ ἀεί. διὸ οὐκ ἐκ
                        <lb/>τούτων συνέστηκεν, ἀλλ᾿ ἐκ τῶν ὑπ᾿ αὐτῆς ἀεὶ παραλαμβανομένων.
                        <lb/>ταῦτα δέ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις. ὥσθ᾿ <lb/>ἅπερ λαμβάνει ἡ
                        ἰατρικὴ, ταῦτα εἶπεν αὐτὴν εἶναι ὁ Ἱπποκράτης, <lb/>οἷς ἐπί τε τῶν
                        ὑγιαινόντων χρῆται, ὅταν τὴν <lb/>ὑγείαν αὐτῶν συντηρῇ, καὶ ἐπὶ τῶν
                        νοσούντων, ἵνα τῶν <pb n="688"/> νόσων ἀπαλλάττωνται· ἃ τοίνυν ἀεὶ ἐνεργεῖ,
                        ταῦτά ἐστι τὰ <lb/>συνιστάντα αὐτὴν, οὐ τὰ ἀπὸ τούτων ἀποτελούμενα. ἕτερον
                        <lb/>γάρ τί ἐστιν ἡ τέχνη καὶ ἕτερον τὸ τέλος αὐτῆς. οὗ γὰρ <lb/>ἐφίεται,
                        τοῦτο ἄλλο τί ἐστι παρὰ ταύτην, ἀμέλει καὶ οὐκ <lb/>ἀεὶ τοῦτο σὺν αὐτῇ ἔχει.
                        διὸ μέχρι μὴ τυγχάνει αὐτοῦ, οὐδὲ <lb/>τὸ τέλος αὐτῆς λέγεται, ἀλλὰ σκοπὸς,
                        ὅταν δὲ τύχῃ, τέλος. <lb/>οὕτως οὖν καὶ κυβερνητικὴ καὶ τοξικὴ οὐκ ἀπὸ τῶν
                        <lb/>τελῶν ὁρίζονται. οὐ γὰρ ἀεὶ τούτου τυγχάνουσιν, ἀλλ᾿ ἐξ <lb/>ὧν
                        συνεστήκασι καὶ δι᾿ ὧν ἐνεργοῦσιν, ἵνα τῶν τελῶν περιγίνωνται. <lb/>δοκεῖ δὲ
                        τοῖς μετὰ Ἱπποκράτην σχεδὸν ἅπασιν <lb/>οὗτος ὁ ὄρος ὀρθῶς ἔχειν. Ἡροφίλῳ
                        δὲ, ὅτι ἰατρική ἐστιν <lb/>ἐπιστήμη ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων.
                        τριῶν γὰρ <lb/>τούτων γνῶσιν ἔχει, ὑγιεινῶν μὲν ὅσα τῶν κατασκευαζόντων
                        <lb/>τὰ ἐν ἀνθρώπῳ οὕτως ἔχειν, ἐξ ὧν εὖ ἡρμοσμένων πρὸς <lb/>ἄλληλα τὸ
                        ὑγιαίνειν συνίσταται. νοσωδῶν δὲ τῶν τὴν ὑγιεινὴν <lb/>ἁρμονίαν διαλυόντων.
                        οὐδετέρων δέ ἐστιν ἅπαντα τὰ <lb/>προσφερόμενα ἐν ταῖς νόσοις βοηθήματα καὶ
                        ἡ ὕλη αὐτῶν. ﻿<pb n="689"/> ταῦτα γὰρ πρὶν ἢ παραληφθῆναι ὑπὸ τοῦ ἰατροῦ,
                        οὐδέτερά <lb/>ἐστιν, οὐδὲ ὑγιεινὰ οὐδὲ νοσώδη. </p></div><div type="textpart" subtype="chapter" n="7"><p>[Πόσα μέρη ἰατρικῆς.] Μέρη ἰατρικῆς <lb/>τὰ μὲν πρῶτά ἐστι, τό τε
                        φυσιολογικὸν καὶ τὸ αἰτιολογικὸν, <lb/>ἢ παθολογικὸν καὶ τὸ ὑγιεινὸν καὶ τὸ
                        σημειωτικὸν καὶ <lb/>τὸ θεραπευτικόν. Ἀθήναιος δὲ ἀντὶ τοῦ σημειωτικοῦ τὸ
                        <lb/>ὑλικὸν τάττει, ὅ ἐστιν ἐν τῷ θεραπευτικῷ. ἄνευ γὰρ τοῦ <lb/>ὑλικοῦ τὸ
                        θεραπευτικὸν οὐκ ἂν εἴη. σημείωσις δὲ καὶ εἰς <lb/>θεραπείαν μὲν ἀναγκαία,
                        ἀλλ᾿ οὐκ ἔστιν αὐτὴ ἡ θεραπεία. <lb/>διὰ γὰρ τῆς ὕλης ἡ θεραπεία συντελεῖται
                        καὶ τὸ μὲν ὑλικὸν <lb/>ἄνευ θεραπείας οὐδὲν ἕτερον συμβάλλεται. τὸ δὲ
                        σημειωτικὸν <lb/>καὶ ἄνευ θεραπείας ἀναγκαῖον πρὸς τὸ εἰδέναι <lb/>τίνα
                        θεραπευτικὰ καὶ τίνα ἀθεράπευτα καὶ περιΐστασθαι <lb/>αὐτὰ, ὅπως μὴ
                        ἐπιβαλλόμενοι ἀδυνάτοις σφαλλώμεθα. ἔστι <lb/>δὲ καὶ τῶν πέντε μερῶν τῆς
                        ἰατρικῆς ὑποδιαίρεσις ἑκάστου. <lb/>φυσιολογικὸν μὲν οὖν ἐστιν αὐτῆς μέρος,
                        ἐν ᾧ περὶ τῆς <lb/>φύσεως τοῦ ἀνθρώπου διαλαμβάνομεν. διαιρεῖται δὲ εἰς τὸν
                        <lb/>περὶ τῶν στοιχείων λόγον, ἐξ ὧν συνέστηκεν ὁ ἄνθρωπος, <pb n="690"/>
                        καὶ εἰς τὸν περὶ γενέσεως καὶ διαπλάσεως ἐμβρύου καὶ τρίτον <lb/>εἰς τὴν τῶν
                        ἐκτὸς μερῶν τοῦ σώματος ἐπίσκεψιν, ὅτε <lb/>ἀνατέμνομεν, ἢ ὀστεολογοῦμεν.
                        αἰτιολογικὸν δὲ ἐστιν, ὃ καὶ <lb/>παθολογικὸν, ἐν ᾧ τὰ παρὰ φύσιν ἐξετάζομεν
                        καὶ τὰς αἰτίας <lb/>τῶν νόσων ἐρευνῶμεν καὶ τὰς συνδρομὰς τῶν συμπτωμάτων
                        <lb/>καὶ τὰς καταστάσεις τῶν παθῶν πολυπραγμονοῦμεν. <lb/>ἄνευ γὰρ τούτων
                        οὐκ ἔστιν ὀρθῶς ἐνίστασθαι πρὸς <lb/>αὐτὰ τὴν θεραπείαν. διαιρεῖται δὲ καὶ
                        τὸ ὑγιεινὸν μέρος <lb/>τῆς ἰατρικῆς εἴς τε τὸ συντηρητικὸν ὑγείας καὶ εἰς τὸ
                        προφυλακτικὸν <lb/>τῶν νόσων καὶ εἰς τὸ ἀναληπτικὸν ἀπὸ τῶν <lb/>νόσων.
                        διαιρεῖται δὲ καὶ τὸ σημειωτικὸν εἰς τρία, εἴς τε <lb/>ἐπίγνωσιν τῶν
                        παρεληλυθότων καὶ εἰς τὴν ἐπίσκεψιν τῶν <lb/>συνεδρευόντων καὶ εἰς πρόγνωσιν
                        τῶν μελλόντων. τὸ δὲ θεραπευτικὸν <lb/>ὁμοίως καὶ αὐτὸ εἰς τρία διαιρεῖται,
                        εἴς τε <lb/>δίαιταν καὶ χειρουργίαν καὶ φαρμακείαν. </p></div><div type="textpart" subtype="chapter" n="8"><p>[Εἰ ἀναγκαία ἡ εἰς τὰ πέντε μέρη τῆς <lb/>ἰατρικῆς διαίρεσις.] Τὸ μὲν οὖν
                        φυσιολογεῖν ἀναγκαῖόν <lb/>ἐστιν, ὅτι οὐχ οἷόν τε τὰ παρὰ φύσιν εἰδέναι μὴ
                        πρότερον <lb/>ἐπιστάμενον τὰ κατὰ φύσιν. παρὰ γὰρ τὴν τούτων φύσιν <pb n="691"/> συνίσταται τὰ νοσήματα. τὸ δὲ αἰτιολογεῖν καὶ παθολογεῖν
                        <lb/>καὶ αὐτὰ ἀναγκαῖα· τὸ μὲν ἵνα τὰς αἰτίας τῶν παθῶν ἴδωμεν, <lb/>πρὸς ἃς
                        δεῖ ἐνίστασθαι, τὸ δὲ ἵνα καὶ αὐτὰ <lb/>πάθη γνωρίζωμεν τὰ κατωνομασμένα
                        τοῖς παλαιοῖς καὶ τὰς <lb/>καταστάσεις αὐτῶν. εὔχρηστος δὲ καὶ ἡ τῶν
                        συμπτωμάτων <lb/>συνεδρευόντων τοῖς πάθεσιν ἐπίγνωσις· ἀπὸ γὰρ τῆς τούτων
                        <lb/>συνελεύσεως, ἣν συνδρομὴν καλοῦσιν οἱ ἐμπειρικοὶ, τὰ <lb/>πάθη
                        εἰδοποιοῦνται. ἀλλ᾿ οἱ μὲν ἐμπειρικοὶ ἐπὶ ταῖς συνδρομαῖς <lb/>ἐτήρησαν τὰ
                        πρὸς ἕκαστον συμπτώματα ἁρμόζοντα· <lb/>τοῖς δὲ μεθοδικοῖς τὰ πάθη
                        ἐνδείκνυται τὴν θεραπείαν, ὡς <lb/>τοῖς λογικοῖς τὰ αἴτια. ἐξετάζουσι δὲ
                        οὐδὲν ἧττον οἱ λογικοὶ <lb/>καὶ τὰ πάθη καὶ τὰς συνδρομάς. τὸ δὲ πᾶν τοῖς
                        αἰτίοις <lb/>παρέχουσιν, αἰτίων δὲ τὰ μὲν προκαταρκτικὰ, τὰ δὲ συνεκτικὰ,
                        <lb/>τὰ δὲ συνεργὰ, τὰ δὲ συναίτια, τὰ δὲ προηγούμενα. <lb/>προκαταρκτικὰ
                        μὲν οὖν ἐστιν ὅσα προκατάρχει καὶ <lb/>ποιήσαντα ἀπαλλάσσεται, ὡς ψύξις,
                        κόπος, ἔγκαυσις, ἀπεψία· <lb/>συνεκτικὸν δὲ αἴτιόν ἐστιν, οὗ παρόντος
                        πάρεστι καὶ τὸ <lb/>νόσημα καὶ ἐξαιρουμένου λύεται, ὡς σκόλοψ καὶ βέλος·
                        συναίτιον <pb n="692"/> δὲ τὸ καθ᾿ αὑτὸ μὲν δυνάμενον ποιεῖν τὸ πάθος,
                        <lb/>ποιοῦν δὲ καὶ σὺν ἑτέρῳ, ὡς λίθος ἐν κύστει καὶ φλεγμονή. <lb/>ἀμφότερα
                        γὰρ ἰσχουρίας αἴτια. δύναται δὲ καὶ καθ᾿ ἑαυτὸ <lb/>ἑκάτερον τὴν ἐποχὴν τῶν
                        οὔρων ἐπιφέρειν. συνεργὸν <lb/>δέ ἐστι μέρος αἰτίου, καθ᾿ ἑαυτὸ μὲν οὐ
                        δυνάμενον <lb/>ἐπιτελέσαι τὸ πάθος, συνεργαζόμενον δὲ ἑτέρῳ, ὡς συνεργεῖ
                        <lb/>λαγνεία πρὸς ἀρθρῖτιν καὶ εἰρεσία πρὸς αἵματος ἀναγωγήν.
                        <lb/>προηγούμενον δέ ἐστι αἴτιον τὸ ὑπὸ τοῦ προκαταρκτικοῦ <lb/>ἢ
                        κατασκευαζόμενον ἢ συνεργούμενον, οἷον πλεονασμὸς <lb/>αἵματος γίνεται μὲν
                        ὑπὸ πλήθους τροφῆς, προηγεῖται δὲ <lb/>τῆς κατ᾿ Ἐρασίστρατον παρεμπτώσεως,
                        ἥτις ἐστὶ συνεκτικὴ <lb/>αἰτία τῶν νοσημάτων πάντων· ἄνευ δὲ τοῦ
                        προηγουμένου <lb/>οὐ γίνεται. τὸ δ᾿ ὑγιεινὸν οὐ μόνον ὡς μέρος ἰατρικῆς,
                        <lb/>ἀλλὰ καὶ ὡς κάλλιον τοῦ θεραπευτικοῦ προτάττεται <lb/>αὐτοῦ. πολὺ γὰρ
                        ἄμεινον τοῦ ἀπαλλάξαι τῆς νόσου τὸ μηδὲ <lb/>τὴν ἀρχὴν ἐᾶσαι νοσῆσαι. ὥσπερ
                        καὶ κυβερνήτῃ αἱρετώτερον <lb/>τὸ πρὶν ἐς χειμῶνα ἐμπεσεῖν διαπεραιώσασθαι ἢ
                            <pb n="693"/> χειμασθέντα καὶ κινδυνεύσαντα ἐκφυγεῖν. διαφέρει δὲ ἐν τῷ
                        <lb/>ὑγιεινῷ πάλιν τὸ ἐν ὑγείᾳ διατηρῆσαι τοῦ προφυλάξαι νόσους
                        <lb/>ἐπιούσας. τὸ μὲν γὰρ διὰ τῆς συνήθους διαίτης περιγίνεται, <lb/>τὸ δὲ
                        ἤδη δεῖται θεραπευτικῶν βοηθημάτων εἰς τὸ <lb/>προκαταλαμβάνεσθαι καὶ
                        προδιαλῦσαι, μέλλουσαν συνίστασθαι <lb/>νόσον. ὅσα γὰρ ἤδη γενόμενα πάθη
                        ἰᾶται, ταῦτα καὶ <lb/>πρὶν ἢ γενέσθαι κωλύει συστῆναι. ὁμοίως δὲ καὶ τὸ
                        ἀναληπτικὸν <lb/>τούτων διαφέρει. ὁ γὰρ ἀναλαμβάνων οὐκέτι μὲν <lb/>παρὰ
                        φύσιν ἔχει, οὔπω δὲ κατὰ φύσιν, ἀλλ᾿ ὁδεύει, ἄρτι <lb/>ἀπαλλαγεὶς τοῦ παρὰ
                        φύσιν, εἰς τὸ κατὰ φύσιν, διόπερ <lb/>ἑτέρας ἀγωγῆς δεῖται, οὔτε
                        θεραπευτικῆς, οὐ γὰρ νοσεῖ, <lb/>οὔτε τῆς ἐπὶ τῶν ὑγιαινόντων, οὔπω γὰρ
                        τελείως ὑγιαίνει. <lb/>διὸ οὐ δύναται ἐπ᾿ αὐτῶν παραλαμβάνεσθαι, οἷα καὶ ὅσα
                        <lb/>ἐπὶ τῶν ὑγιαινόντων. ὁ δὲ σημειωτικὸν μέρος τῆς ἰατρικῆς
                        <lb/>ἀναγκαιότατόν ἐστιν εἰς θεραπείαν τὴν κατὰ δίαιταν. τά τε <lb/>γὰρ
                        προγεγονότα συμπτώματα καὶ τὰ παρόντα πολυπραγμονοῦμεν <lb/>εἰς τὸ εὑρεῖν
                        τὴν αἰτίαν τῆς νόσου. ἀναγκαιότατον ﻿<pb n="694"/> δὲ καὶ εἰς τὸ προγνῶναι,
                        εἴτε ὀλέθριον εἴτε περιεστηκὸς <lb/>εἴη τὸ νόσημα. ὁμοίως δὲ καὶ τὰ κατὰ
                        χειρουργίαν καὶ <lb/>τὰ διὰ φαρμάκων θεραπευόμενα, οὔτε ἄνευ σημειώσεως
                        <lb/>συντελεῖται καὶ τὰ ἐπ᾿ αὐτῶν ὁμοίως δεῖται τῆς προγνωστικῆς
                        <lb/>σημειώσεως πρὸς τὸ εἰδέναι τίνα αὐτῶν ἀθεράπευτά <lb/>ἐστι καὶ τίνα
                        θεραπευτὰ μὲν, βλάπτοντα δὲ μεγάλως, <lb/>ἢ ἀναιροῦντα ἐὰν θεραπευθῇ. τοῦ
                        θεραπευτικοῦ δὲ διαιρουμένου <lb/>εἴς τε δίαιταν καὶ φαρμακείαν καὶ
                        χειρουργίαν, <lb/>δίαιτα μέν ἐστιν ἀγωγὴ διαφορητικῶν καὶ προσθετικῶν
                        <lb/>καὶ συμπεπτικῶν βοηθημάτων, παραλαμβανομένη μὲν <lb/>ἐπὶ τῶν νοσούντων
                        πάντων, τὸ δὲ κῦρος ἔχουσα ἐπὶ τῶν <lb/>πυρεττόντων. χειρουργία δέ ἐστι
                        μόριον τοῦ θεραπευτικοῦ <lb/>διὰ τομῶν καὶ καύσεων καὶ τῆς περὶ τὰ ὀστᾶ
                        διορθώσεως <lb/>ὑγιάζουσα τοὺς ἀνθρώπους. φαρμακεία δέ ἐστιν εἶδος θεραπείας
                        <lb/>διὰ ψιλῶν φαρμάκων τά τε ἐντὸς πάθη καὶ τὰ ἐκτὸς <lb/>ἰωμένη. δεῖ μὲν
                        γὰρ καταλλήλου διαίτης, ποτὲ δὲ καὶ <lb/>χειρουργίας προσδεομένη, ὥσπερ γε ἡ
                        χειρουργία καὶ δίαιτα <pb n="695"/> προσχρῶνται φαρμακείᾳ. ἄνωθεν οὖν ἀπὸ
                        φυσιολογίας ἀρκτέον, <lb/>ἐπειδή περ οὔτε ἐν ὑγιείᾳ συντηρεῖν, οὐδὲ ἐπὶ τῶν
                        <lb/>νοσούντων αἰτιολογεῖν, οὐδὲ σημειοῦσθαι, οὐδὲ θεραπεύειν <lb/>ὀρθῶς
                        δύναιτ᾿ ἄν τις, μὴ ἐπεσκεμμένος ἐκ τίνων στοιχείων <lb/>ὁ ἄνθρωπος συνέστηκε
                        καὶ πῶς τρεπομένων τούτων παρὰ <lb/>τὴν ἐξ ἀρχῆς φύσιν αἱ νόσοι γίνονται.
                    </p></div><div type="textpart" subtype="chapter" n="9"><p>[Περὶ στοιχείων ἐξ ὧν ὁ ἄνθρωπος συνέστηκεν.] <lb/>Συνέστηκε τοίνυν ὁ
                        ἄνθρωπος ἀκολούθως τοῖς <lb/>φυσικοῖς καθ᾿ Ἱπποκράτην ἐκ τῶν κοσμικῶν τῶν
                        πρώτων <lb/>στοιχείων, ἐκ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς· οὐχ ὡς <lb/>ἐκ
                        τούτων αὐτῶν, ἀλλὰ ἐκ τῶν ἀναλόγων αὐτοῖς συνεστῶτος <lb/>τοῦ ἀνθρώπου. ἐν
                        δὲ τῷ διαλύεσθαι εἰς ταῦτα τὰ <lb/>πρῶτα ἀναλύεται, καθὼς αὐτὸς ὁ Ἱπποκράτης
                        ἔφη· καὶ <lb/>πάλιν ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑωϋτοῦ φύσιν ἕκαστον,
                        <lb/>τελευτῶντος τοῦ ἀνθρώπου, τό τε ξηρὸν πρὸς τὸ ξηρὸν καὶ <lb/>τὸ ψυχρὸν
                        πρὸς τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν πρὸς τὸ ὑγρὸν <lb/>καὶ τὸ θερμὸν πρὸς τὸ θερμόν.
                        τοιαύτη δὲ καὶ τῶν ζώων <lb/>ἐστὶν ἡ φύσις καὶ τῶν ἄλλων ἁπάντων. γίνεταί τε
                        ὁμοίως <pb n="696"/> πάντα καὶ τελευτᾷ ὁμοίως. συνίσταται γὰρ αὐτῶν ἡ φύσις
                        <lb/>ἀπὸ τούτων τῶν εἰρημένων καὶ τελευτᾷ κατὰ τὰ εἰρημένα <lb/>εἰς τὸ αὐτό·
                        ὅθεν περ συνέστηκεν ἕκαστον, ἐνταῦθα καὶ <lb/>ἀπεχώρησεν. καθὰ καὶ Ὅμηρος
                        ἔφη, <lb/>Ἀλλ᾿ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. <lb/>δηλῶν τὴν εἰς
                        ταῦτα διάλυσιν. ὡς δὲ ἐκ τῶν δευτέρων καὶ <lb/>ἐγγὺς ὄντων τῇ ἀνθρωπίνῃ
                        φύσει, ἐκ τῶν τεσσάρων χυμῶν, <lb/>αἵματος καὶ φλέγματος καὶ χολῆς ξανθῆς τε
                        καὶ μελαίνης <lb/>συνεστάναι φασὶ τὸν ἄνθρωπον, διότι ἐν τῇ πρώτῃ διαπλάσει
                        <lb/>τοῦ ἐμβρύου, ἔκ τε τοῦ γόνου καὶ τοῦ παρὰ τῆς <lb/>μητρὸς ἐπιῤῥέοντος
                        αἵματος διὰ τοῦ οὐραχοῦ ἡ σύστασις <lb/>γίνεται τοῦ τικτομένου. ἐν δὲ
                        τούτοις ἦσαν οἱ τέσσαρες <lb/>χυμοί. οἱ δὲ ἐκ τῶν τριῶν καὶ συνθέτων τὸν ἤδη
                        <lb/>γενώμενον ἄνθρωπον ἐκ τῶνδέ φασι συγκεῖσθαι, ἔκ τε <lb/>τῶν ὑγρῶν καὶ
                        ξηρῶν καὶ πνευμάτων. καλεῖ δὲ αὐτὰ Ἱπποκράτης <lb/>ἴσχοντα, ἰσχόμενα καὶ
                        ἐνορμῶντα. ἴσχοντα μὲν <lb/>οὖν ἐστιν ὅσα στερεὰ, ὀστᾶ καὶ νεῦρα καὶ φλέβες
                        καὶ ἀρτηρίαι, <pb n="697"/> ἔξ ὧν οἵ τε μύες καὶ αἱ σάρκες καὶ πᾶς ὁ τοῦ
                        σώματος <lb/>ὄγκος πέπλεκται, τῶν τε ἐντὸς καὶ τῶν ἐκτὸς τὰ συγκρίματα.
                        <lb/>ἰσχόμενα δέ ἐστι τὰ ὑγρὰ τὰ ἐν τοῖς ἀγγείοις <lb/>ἐμφερόμενα καὶ κατὰ
                        πᾶν τὸ σῶμα διεσπαρμένα, ἅπερ καλεῖ <lb/>Ἱπποκράτης χυμοὺς τέσσαρας τοὺς
                        προειρημένους. ἐνορμῶντα <lb/>δέ ἐστι τὰ πνεύματα. πνεύματα δὲ κατὰ τοὺς
                        παλαιοὺς δύο <lb/>ἐστὶ, τό τε ψυχικὸν καὶ τὸ φυσικόν. οἱ δὲ Στωϊκοὶ καὶ
                        τρίτον <lb/>εἰσάγουσι τὸ ἑκτικὸν, ὅ καλοῦσιν ἕξιν. καὶ Ἐρασίστρατος <lb/>δὲ
                        ὡς ἀρχὰς καὶ στοιχεῖα ὅλου σώματος ὑποτιθέμενος τὴν <lb/>τριπλοκίαν τῶν
                        ἀγγείων, νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, <lb/>παραλείπει τά τε ὑγρὰ καὶ τὰ
                        πνεύματα. δυσὶ γὰρ ὕλαις <lb/>ταῦτα διοικεῖσθαι λέγει τὸ ζῶον, τῷ μὲν αἵματι
                        ὡς τροφῇ, <lb/>τῷ δὲ πνεύματι ὡς συνεργῷ εἰς τὰς φυσικὰς ἐνεργείας. <lb/>οὐ
                        παραλαμβάνει δὲ αὐτὰς ὡς ἀρχάς. πολλὰ δὲ καὶ <lb/>ἄλλα τῶν σωμάτων εἴδη
                        εὑρίσκεται, οὐκ ἐκ τῆς τριπλοκίας <lb/>συγκείμενα, οἷον εὐθὺς ὁ ἐγκέφαλος
                        καὶ ὁ μυελὸς καὶ πάντα <lb/>τὰ ὀστᾶ. τὸν μὲν οὖν ἐγκέφαλον ἢ τὸν μυελὸν
                        παρέγχυμα <lb/>τροφῆς τολμᾷ λέγειν, ὡς τὴν πιμελὴν, καὶ τοῦ ἥπατος καὶ <pb n="698"/> σπληνὸς καὶ πνεύμονος τὴν σύστασιν. τὰ δὲ ὀστέα οὐδὲ
                        <lb/>παρέγχυμα τῆς τροφῆς δύναιτ᾿ ἂν λέγειν, οὐδ᾿ ἐκ τῶν προειρημένων
                        <lb/>τριγενῶν ἀγγείων πεπλέχθαι. κατὰ δὲ Ἀσκληπιάδην <lb/>στοιχεῖα ἀνθρώπου,
                        ὄγκοι θραυστοὶ καὶ πόροι. κατὰ δὲ <lb/>τὸν Ἀθήναιον στοιχεῖα ἀνθρώπου οὐ τὰ
                        τέσσαρα πρῶτα <lb/>σώματα, πῦρ καὶ ἀὴρ καἰ ὕδωρ καὶ γῆ, ἀλλ᾿ αἱ ποιότητες
                        <lb/>αὐτῶν, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ <lb/>ὑγρὸν, ὧν δύο
                        μὲν τὰ ποιητικὰ αἴτια ὑποτίθεται, τὸ θερμὸν <lb/>καὶ τὸ ψυχρὸν, δύο δὲ τὰ
                        ὑλικὰ, τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, <lb/>καὶ πέμπτον παρεισάγει κατὰ τοὺς Στωϊκοὺς
                        τὸ διῆκον διὰ <lb/>πάντων πνεῦμα, ὑφ᾿ οὗ τὰ πάντα συνέχεσθαι καὶ
                        διοικεῖσθαι. <lb/>Ἱπποκράτης μὲν οὖν διὰ τριῶν κεχώρηκεν, εἰπὼν
                        <lb/>στοιχεῖα ἀνθρώπου ἴσχοντα, ἰσχόμενα, ἐνορμῶντα, δι᾿ ὧν <lb/>τὰ πάντα
                        τῶν μετ᾿ αὐτὸν περιείληφε στοιχεῖα καὶ τὴν κατὰ <lb/>στοιχείων φυσιολογίαν
                        τε καὶ αἰτιολογίαν τῶν παρὰ φύσιν· <lb/>οἱ δὲ μετ᾿ αὐτὸν οὐκ οἶδ᾿ ὅπως μίαν
                        οὖσαν τὴν θείαν ταύτην <lb/>καὶ ἀληθῶς Ἀσκληπιοῦ ἰατρικὴν τριχῇ
                        διανειμάμενοι <lb/>καὶ διασπάσαντες τὰ ἐν αὐτῇ συμφυῆ μέρη, οἱ μὲν μόνοις
                            ﻿<pb n="699"/> τοῖς χυμοῖς τῶν τε κατὰ φύσιν τὴν σύστασιν καὶ τῶν παρὰ
                        <lb/>φύσιν τὴν αἰτίαν ἀνέθεσαν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος. <lb/>οἱ δὲ τὰ
                        στερεὰ σώματα τὰ ἀρχικὰ καὶ στοιχειώδη ὑποθέμενοι, <lb/>τά τε φύσει
                        συνεστῶτα ἐκ τούτων καὶ τῶν νόσων <lb/>τὰς αἰτίας ἐντεῦθεν λαμβάνουσιν, ὡς
                        Ἐρασίστρατος καὶ <lb/>Ἀσκληπιάδης· οἱ δὲ περὶ Ἀθήναιον καὶ Ἀρχιγένην μόνῳ
                        <lb/>τῷ διήκοντι δι᾿ αὐτῶν πνεύματι καὶ τὰ φυσικὰ συνεστάναι <lb/>τε καὶ
                        διοικεῖσθαι καὶ τὰ νοσήματα πάντα, τούτου <lb/>πρωτοπαθοῦντος γίνεσθαι
                        ἀπεφήναντο, ὅθεν καὶ πνευματικοὶ χρηματίζουσι. </p></div><div type="textpart" subtype="chapter" n="10"><p>[Ὀνομασίαι τῶν ἐκτὸς μερῶν τοῦ σώματος.] <lb/>Περὶ δὲ τῶν ἐκτὸς μερῶν τοῦ
                        σώματος ἢ μορίων καὶ τίνες <lb/>αἱ ὀνομασίαι αὐτῶν, πρῶτος μὲν ὁ Ἀριστοτέλης
                        ὑπελάβετο <lb/>διδάξαι τε καὶ συγγράψαι. ἀναγκαῖον δὲ καὶ τοῖς
                        μεταγενεστέροις <lb/>ἰατροῖς ἔδοξε καὶ αὐτοῖς τὰ αὐτὰ πραγματεύεσθαι,
                        <lb/>ὅπως μὴ τὴν χεῖρα ἐπιφέροντες δεικνύωσιν ἕκαστον <lb/>τῶν μερῶν ἢ τῶν
                        μορίων, ἀλλ᾿ ἐκ τῆς ὀνομασίας αὐτάρκη <lb/>ἔχωσι τὴν δήλωσιν αὐτῶν. μάλιστα
                        δὲ τοῦτο οἱ περὶ Ἐρασίστρατον <pb n="700"/> ἐζήλωσαν, ὡς Ἀπολλώνιος ὁ
                        Μεμφίτης καὶ Ξενοφῶν <lb/>ὁ πρὸ αὐτοῦ. διαιροῦσι τοίνυν τὸ ὅλον σῶμά οἱ μὲν
                        <lb/>Αἰγύπτιοι ἰατροὶ εἰς τέσσαρα, κεφαλὴν, χεῖρας, θώρακα καὶ <lb/>σκέλη,
                        οἱ δὲ ἄλλοι εἰς πλείονα καταδιαιροῦντες τὰ προειρημένα <lb/>τέσσαρα εἰς
                        ἕτερα μέρη τοῦ ὅλου, οὐχ ὡς ἐκείνων <lb/>μόρια. κεφαλῆς γοῦν τὸ μὲν πᾶν
                        κύτος μέρος ἂν λέγοιτο <lb/>τοῦ ὅλου σώματος. ταύτης δὲ μόρια τὸ μὲν
                        ἔμπροσθεν ὑπὲρ <lb/>τὰς ὀφρῦς ψιλὸν τριχῶν ἀπὸ ὠτὸς ἐπὶ οὖς μέτωπον
                        καλεῖται, <lb/>τὸ δὲ ἐπάνω τούτου τετριχωμένον βρέγμα. τὰ δὲ <lb/>παρ᾿
                        ἑκάτερα τούτου ἐπάνω τῶν ὤτων κρόταφοι. τὸ δὲ <lb/>ὑπὲρ τὸ βρέγμα κατὰ μέσον
                        τῆς κεφαλῆς κορυφὴ, ἀφ᾿ ἦς <lb/>καὶ δοκεῖ ἄρχεσθαι ἡ ἔκφυσις τῶν τριχῶν, ὡς
                        ἀπὸ κέντρου <lb/>κύκλος. τὸ δὲ μετὰ τὴν κορυφὴν ἐκ τῶν ὄπισθεν ὡς ἐπὶ
                        <lb/>τοὺς τένοντας καταβαῖνον ἰνίον. ἐκ δὲ τῶν ἔμπροσθεν <lb/>πρόσωπον μὲν
                        τὸ ὑπὸ μέτωπον πᾶν λέγεται, περιοριζόμενον <lb/>ὠσὶ καὶ ὀφθαλμοῖς καὶ ῥινὶ
                        καὶ στόματι μέχρι <lb/>γενείου. ἄρχεται δὲ ἀπ᾿ ὀφρύων· καθ᾿ ἃ γὰρ λήγει τὸ
                        μέτωπον <lb/>ἀπὸ τῶν ἄνω κατιὸν, αἱ ὀφρύες διαδέχονται, οἷον <pb n="701"/>
                        πέρατα αὐτοῦ ὑπερέχοντα καὶ τετριχωμένα. καθ᾿ ἃ δὲ παρατείνει <lb/>τὸ
                        μέτωπον ἐπὶ τοὺς κροτάφους, ἐπὶ τοῖς πέρασιν <lb/>αὐτοῦ, τὰ ὦτα τέτακται.
                        τούτων δὲ τὰ μὲν ἀναπεπταμένα <lb/>πτερυγώματα, τὰ δὲ ἀνακεκλασμένα εἰς
                        τοὐπίσω ἐκ τῶν <lb/>ἔμπροσθεν, αὐτοῖς τοῖς ἄκροις ἐπικαμπτόμενα κυβοειδῆ,
                        ὑφ᾿ <lb/>ἃ τὸ μὲν ἡμικύκλιον ἐμπεριφερὲς εἰς ὀξὺ ἐπανεστηκὸς ξυστὴρ
                        <lb/>ὀνομάζεται, τὸ δὲ ὑπὸ τὴν τούτων ὀξύτητα κοῖλον <lb/>κογχίον. τὸ δὲ
                        κατὰ μέσον στρογγύλον τρύπημα ἀκουστικὸς <lb/>πόρος, ὑφ᾿ οὗ λοβίον μέν ἐστι
                        τὸ ἀπηρτημένον τοῦ ὠτὸς <lb/>πιμελῶδες. τὸ δὲ ὑπερκείμενον ἀντιλόβιον. ὑπὸ
                        δὲ τὰς ὀφρῦς <lb/>οἱ ὀφθαλμοί εἰσιν, ἃ καὶ ὄμματα καλεῖται, τὸ πᾶν σχῆμα
                        <lb/>μετὰ τῶν μορίων αὐτῶν. τούτων δὲ τὰ μὲν σκέποντα τὴν <lb/>ἔνδον τῶν
                        χιτώνων σύστασιν βλέφαρα καλεῖται, τὸ μὲν <lb/>ἄνω, τὸ δὲ κάτω, συμβάλλοντα
                        ἀλλήλοις πυκνῶς καὶ ἀκρονυγῶς <lb/>εἰς ἀνάληψιν τῆς ὄψεως καὶ εἰς τὸ
                        ἀπερύκειν τὰ <lb/>πληκτικῶς προσπίπτοντα τοῖς ὀφθαλμοῖς, ἐπ᾿ ἀκριβὲς δὲ
                        <lb/>ὥσπερ ἐν τοῖς ὕπνοις, εἰς ἀποστροφὴν τῆς ὁρατικῆς δυνάμεως. <lb/>πρὸς
                        τὸ καθησυχάσαι τὸν ἄνθρωπον. βλεφάρων δὲ <pb n="702"/> τὰ μὲν πρὸς τοῖς
                        ὀφθαλμοῖς ὅλοις, καθὰ ἡ συμβολὴ αὐτῶν <lb/>πρὸς ἄλληλα γίνεται, ταρσοὶ
                        ὀνομάζονται, ἐξ ὧν ἐκπεφύκασι <lb/>τρίχες, αἳ βλεφαρίδες λέγονται, ἀφ᾿ ὧν
                        πεφύκασι τὰ ὀνόματα <lb/>ἀπενεγκάμεναι. γεγόνασι δὲ πρὸς τὸ ἀπευθύνειν τὸ
                        <lb/>ὁρατικὸν πνεῦμα ἢ, ὥς τινες λέγουσι, τὰς ἔνδοθεν ἐκχεομένας
                        <lb/>ἀκτῖνας εἰς τὸ διορᾷν. ἀμέλει τούτων ἐκπεσουσῶν, κατακλωμένων,
                        <lb/>οὐκέτι ὁμοίως ἐπ᾿ εὐθὺ, οὐδὲ ἐπὶ μακρὸν δύναται <lb/>βλέπειν τὸ ζῶον.
                        τὰ δὲ ἐντὸς τοῦ ὀφθαλμοῦ πέρατα, <lb/>καθ᾿ ἃ αἱ συμφύσεις τῶν βλεφάρων,
                        κανθοὶ καλοῦνται, ὁ <lb/>μὲν πρὸς τὴν ῥῖνα ὁ μέγας, μικρὸς δὲ ὁ πρὸς τὸ οὖς.
                        τὸ <lb/>δὲ μεταξὺ αὐτῶν, τὸ λευκὸν τοῦ ὀφθαλμοῦ, οὖ ἐν μέσῳ ἡ <lb/>ἴρις
                        κύκλος ποικίλος τοῖς χρώμασι, διὸ καὶ ἴρις ἐκλήθη, <lb/>ἀπὸ τῆς πρὸς τὴν
                        ὑπαίθριον ἴριν ἐμφερείας. ταύτης δὲ <lb/>πάλιν τὸ μεσαίτατον κόρη, δι᾿ ἧς τὸ
                        ὁρᾷν συντελεῖται. ἡ <lb/>δὲ ῥὶς μεταξὺ τῶν ὀφθαλμῶν τέτακται, ταύτης δὲ τὰ
                        μὲν <lb/>ἑκατέρωθεν μυκτῆρες ἢ μυξωτῆρες καλοῦνται, δι᾿ <lb/>ὧν ἀναπνεῖ τε
                        καὶ ὀσφραίνεται τὰ ζῶα. μυκτήρων δὲ τὰ <lb/>μὲν ἔξωθεν πτερύγια, τὸ δὲ
                        διορίζον αὐτὰ κίων. ἑκατέρωθεν <pb n="703"/> δὲ τῆς ῥινὸς τὰ μὲν κοῖλα
                        ἰδίως, τὰ ὑπὸ τῆς ὀφθαλμοῖς <lb/>κοῖλα καλεῖται, ἐξ ὧν λέγονταί τινες
                        κοῖλοι. διὰ νόσους δὲ <lb/>ταῦτα ἐπαίρεται ἐξ ἀπεψίας, ἢ δυσαρεστήματος. τὰ
                        δὲ τούτοις <lb/>ἐπανεστῶτα μεταξὺ ῥινὸς καὶ ὤτων μῆλα ὀνομάζεται, <lb/>ἃ
                        τοῖς εὐχρουστέροις καὶ ἐλευθεριωτέροις ἐν τῷ αἰδεῖσθαι <lb/>ἐρυθριᾷ.
                        σιαγόνες δὲ τὰ ὑπὸ τούτων κατιόντα, ὡς ἐπὶ τὸ <lb/>γένειον καὶ ταύτῃ εἰς τὸ
                        ὀξὺ αὐτοῦ ἀπολήγοντα. γένειον δὲ <lb/>πᾶν τὸ ὑποκάτω τοῦ χείλους ἐν
                        περιφερεῖ παραμήκει σχήματι. <lb/>μύσταξ δὲ τὸ ὑπεράνω τοῦ χείλους, ὑπὸ τοὺς
                        μυξωτῆρας, <lb/>ὅπερ Ὅμηρος ὑπήνην ἐκάλεσε. στόμα δὲ τὸ ἀνὰ μέσον <lb/>τῶν
                        χειλῶν, ὑπ᾿ αὐτῶν συνιστάμενον καὶ συνεχόμενον. <lb/>ἔοικε γὰρ ταῦτα οἶον
                        συμπεφυκότα, εἶτα ἀποσχισθέντα τὸ <lb/>στόμα ποιεῖν, διὸ καὶ φαίνεται οἱονεὶ
                        ἄρτι διῃρημένα. τὸ <lb/>δὲ ἐκδεχόμενον τὴν κεφαλὴν μέχρι τῶν ὤμων τὸ μὲν πᾶν
                        <lb/>τράχηλος λέγεται. τούτου δὲ τὰ μὲν ὄπισθεν ἰδίως τένοντες
                        <lb/>ὀνομάζονται. ὑπὸ δὲ τὸν τράχηλον ἑκατέρωθεν οἱ ὦμοί <lb/>εἰσιν
                        ἐπανεστῶτες, ὦν τὸ μὲν ἀνώτατον ἀκρώμιον καλεῖται, <lb/>τὸ δὲ ἀπὸ τούτου εἰς
                        τὸ ἔμπροσθεν κατακλεῖδες· <lb/>μεταξὺ τούτων αἱ σφαγαί. ἀπὸ δὲ τῶν ὤμων αἱ
                            ﻿<pb n="704"/> χεῖρες ἔρχονται παρηρτημέναι ἑκατέρα τῇ καθ᾿ αὑτὴν
                        πλευρᾷ. <lb/>τούτων δὲ τὸ μὲν ἀπὸ τοῦ ὤμου μέχρι ἀγκῶνος βραχίων
                        <lb/>καλεῖται. ἀγκὼν δὲ καθὰ συγκάμπτεται ἡ χεὶρ ὅλη, οὗ <lb/>τὸ ἔξω μέρος
                        κορωνὸν καὶ ὀλέκρανον ὀνομάζεται. τὸ δὲ <lb/>μετὰ τοῦτο πῆχυς, ᾧ καὶ
                        μετροῦσιν οἱ ἄνθρωποι. καθ᾿ ὃ <lb/>δὲ τελευτᾷ ὁ πῆχυς καὶ ἄρθρον ποιεῖ πρὸς
                        ἄκραν χεῖρα, <lb/>καρπὸς καλεῖται καὶ τὸ μετὰ τοῦτο μετακάρπιον. εἶτα
                        κόνδυλοι, <lb/>ὅθεν ἄρχονται οἱ δάκτυλοι. δακτύλων δὲ ὁ μὲν μέγιστος
                        <lb/>ἀντίχειρ καλεῖται, διὰ τὸ ὅλῃ τῇ χειρὶ ἄκρᾳ συνεργοῦντα <lb/>ἴσον αὐτῇ
                        δύνασθαι. ὁ δὲ μετὰ τοῦτον λιχανὸς, ὡς <lb/>ἔοικεν, ἀπὸ τῆς χρείας τοὔνομα
                        ἔχων· ἐφεξῆς ὁ μέσος καὶ <lb/>μετὰ τοῦτον ὁ παραμέσος, ὁ τοῖς ἰατροῖς
                        ἀνακείμενος καὶ <lb/>ἀπ᾿ αὐτῶν τοὔνομα κεκληρωμένος. ὁ δὲ ἐπὶ πᾶσι μικρὸς,
                        <lb/>καθ᾿ ὃ πάντων ἠλάττωται. τὸ μὲν οὖν ἀπὸ τοῦ καρποῦ <lb/>ἄκρα χεὶρ
                        λέγεται. ὑπτιαζούσης δὲ τὸ μὲν κατὰ τὸν ἀντίχειρα <lb/>ἐπανεστηκὸς θέναρ
                        καλεῖται, τὸ δὲ ἀντικείμενον αὐτοῦ <lb/>ὑποθέναρ. τὸ δὲ ὑπὸ τὰς ἐκφύσεις τῶν
                        δακτύλων <lb/>στῆθος χειρός. τὸ δὲ μεταξὺ τούτων ἁπάντων κοῖλον χειρός. <pb n="705"/> ἄνωθεν δὲ τὸ ὑπὸ τὸν τράχηλον πᾶν, ἐκ τῶν ἔμπροσθεν <lb/>μέχρι
                        λαγόνων, θώραξ καλεῖται. τούτου δὲ τὸ μὲν ὑπὸ τὰς <lb/>κλεῖδας ἀμφοτέρωθεν
                        καὶ τὰς χεῖρας, αἱ πλευραὶ, ἐξ ὧν καὶ <lb/>πλευρὸν ἑκάτερον λέγεται, τὸ δὲ
                        μεταξὺ τούτων στῆθος. καὶ <lb/>τὸ μεσαίτατον αὐτοῦ στέρνον, μέχρι τοῦ
                        χόνδρου, ὑφ᾿ ὃν <lb/>τὸ στόμα τῆς κοιλίας· ὁ δὲ τόπος οὕτως καὶ ἔξωθεν
                        λέγεται. <lb/>ἐντεῦθεν δὲ τὸ ἐπιγάστριον ἀνέρχεται. τὰ δὲ ὑπὸ στόμα <lb/>τῆς
                        κοιλίας· κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν εἰκότως ὑποχόνδρια <lb/>καλεῖται, ἐπεὶ
                        κατὰ τὴν εὐθύτητα ὑπὸ τὸν χόνδρον <lb/>ἐστὶ, ὡσανεὶ μετὰ τοῦτον. εἰσὶ δὲ
                        μύες ἡπλωμένοι καὶ ὑπεστρωμένοι <lb/>τῷ περιτοναίῳ, ἔξωθεν δὲ σκεπόμενοι τῷ
                        δέρματι. <lb/>ὁμωνύμως δὲ τούτοις καὶ τὰ ἔνδοθεν σπλάγχνα ὑποχόνδρια
                        <lb/>καλεῖται, ἐπειδὴ καὶ αὐτὰ ὑπὸ τοὺς χόνδρους ἐστὶ τῶν νόθων <lb/>πλευρῶν
                        καὶ οἷον ἐντὸς αὐτῶν. τὰ δὲ ἐκτὸς μέσα, τὰ <lb/>κυρίως λεγόμενα ὑποχόνδρια,
                        τὸ μὲν ἔμπροσθεν τῶν λαγόνων <lb/>περιέχον τὸ ὑποχόνδριον, ἐπιγάστριον, τὸ
                        δὲ ἑκατέρωθεν <lb/>κενεών. τὸ δὲ μεσαίτατον τοῦ λαγόνος ὀμφαλός. τὸ δὲ
                        <lb/>ὑπὸ τοῦτον ἴτρον. εἶτα τὸ ἐφήβαιον, ὃ καὶ ἐπίσειον καλεῖται. <pb n="706"/> εἰς ὃ τελευτᾷ ὁ θώραξ, ἔνθα καὶ τὰ αἰδοῖα τῶν ἀῤῥένων
                        <lb/>τέτακται καὶ τῶν θηλειῶν κατὰ τὴν διάφυσιν τῶν μηρῶν, <lb/>ὅπως
                        κρύπτηται ὑπὸ τούτων. τοῦ μὲν οὖν ἀρσενικοῦ τὸ <lb/>προῦχον καυλός. τὸ δὲ
                        ἄκρον αὐτοῦ βάλανος. καθ᾿ ὃ δὲ <lb/>τετρύπηται πρὸς ἔκκρισιν, ἀπὸ τῆς χρείας
                        οὐρήθρα ὀνομάζεται· <lb/>τὸ δὲ σκέπον τὸ ἄκρον ποσθή. τὸ δὲ κάτω μέρος
                        <lb/>τοῦ καυλοῦ κατὰ μῆκος αὐτοῦ ῥαφή. τὸ δὲ διατεῖνον μέχρι <lb/>τῆς ἕδρας
                        ταῦρος καλεῖται. δίδυμοι δὲ καὶ ὄρχεις ἔνδοθέν <lb/>τε καὶ ἔξωθεν
                        ὀνομάζονται. καὶ ὄσχεον τὸ περὶ τοὺς διδύμους. <lb/>τοῦ δὲ γυναικείου
                        αἰδοίου, οὕτω γὰρ αὐτὸ οἱ παλαιοὶ <lb/>ὠνόμαζον, αὐτὸς μὲν ὁ κόλπος κτεὶς
                        καλεῖται. τὰ δὲ περιέχοντα <lb/>τὸν κόλπον πτερυγώματα. τὸ δὲ μέσον τούτων
                        κατὰ <lb/>τὴν διασχίδα ἐκπεφυκὸς σαρκίδιον, νύμφη, ὃ καὶ διὰ τὸ
                        <lb/>προκύπτειν ἐπὶ πολὺ ἐκτομῆς ἀξιοῦται παρ᾿ Αἰγυπτίοις ἐπὶ <lb/>τῶν
                        παρθένων. κοινῶς δὲ τὸ στόμα τοῦ ἀπευθυσμένου διὰ <lb/>τῆς ἕδρας
                        ἐξερχόμενον, πρὸς τὸ ἐπέχειν ὁπότε βουλόμεθα <lb/>τὰς ἐκκρίσεις, εὐχρηστεῖ·
                        δακτύλιος δὲ ἀπὸ τοῦ σχήματος <lb/>καὶ σφιγκτὴρ ἀπὸ τῆς ἐνεργείας κέκληται.
                        τὸ δὲ ὑπὸ τὸν <pb n="707"/> τράχηλον ἐκ τῶν ὄπισθεν, οὕτως ἔχει διαθέσεως τε
                        καὶ <lb/>ὀνομασίας. τὸ μὲν πᾶν νῶτα καλεῖται. ἐντεῦθεν δὲ τὰ μὲν
                        <lb/>ἑκατέρωθεν ὠμοπλάται, τὸ δὲ μεταξὺ αὐτῶν μετάφρενον, <lb/>ᾧ καὶ
                        στόμαχος ἔνδοθεν ὑπόκειται. τὸ δὲ μεσαίτατον <lb/>τοῦ νώτου παντὸς ἄνωθεν
                        μέχρι γλουτῶν, ῥάχις. ταύτης <lb/>δὲ τὸ μὲν εὐθὺ ὑπὸ τὸ μετάφρενον ἄκνηστιν
                        εἶπεν <lb/>Ὅμηρος, ὃ καὶ διασαφῶν προσέθηκεν, <lb/>— κατ᾿ ἄκνηστιν μέσα
                        νῶτα. <lb/>ἐπεὶ καὶ κατὰ εὐθεῖαν τοῦ μήκους μέσα εἰσὶ τὰ νῶτα καὶ <lb/>τὸ
                        μέσον ἐστὶ τοῦ μεταφρένου καὶ ὀσφύος. διαδέχεται οὖν <lb/>ἡ ὀσφὺς, ἥτις ἰξὺς
                        ὠνόμασται, καθ᾿ ὃ ζωννύμεθα. λήγει <lb/>δὲ αὕτη εἰς τὸ ἱερὸν ὀστοῦν. παρ᾿
                        ἑκάτερα δὲ τούτου τὰ <lb/>ἰσχία ἐστὶ, ἐφ᾿ οἷς οἱ γλουτοί. διὰ τὸ ὀστᾶ εἶναι
                        τὰ ὑποκείμενα <lb/>μέγιστα, ἔνθεν ὑπεστρώθη αὐτοῖς σώματα σαρκώδη. <lb/>ὧν
                        τὰ κυρτώματα ἐκ τοῦ περιφερῆ εἶναι, σφαιρώματα προσαγορεύεται. <lb/>ἐντεῦθεν
                        δὲ ἡνωμένον τὸ σῶμα διχοφυὲς γίνεται. <lb/>διαμερίζεται γὰρ εἰς δύο, ἃ
                        καλεῖται σκέλη, ὧν τὴν διασχίδα, <lb/>διχάλαν οἱ παλαιοὶ λέγουσιν. ταῦτα δὲ
                        ὅλα μὲν μέχρι <pb n="708"/> περάτων, σκέλη λέγεται, τούτων δὲ τὰ μὲν ἀπὸ τῶν
                        <lb/>ἰσχίων εὐθὺς ἐρχόμενα μηροί. καθὸ δὲ μετὰ ταῦτα συμβάλλει <lb/>τὰ κῶλα
                        τοῖς ὑποκάτω καὶ ἄρθρον ποιεῖ, γόνυ καλεῖται. <lb/>οὗ τὰ κατόπιν, ἰγνύα ἢ
                        ἀγκύλη. τὰ δὲ ἐντεῦθεν, <lb/>ἐπὶ τὰ κάτω μέγιστα κῶλα κνῆμαι. ὧν τὸ μὲν
                        ἔμπροσθεν <lb/>ἀντικνήμιον, τὸ δὲ ὄπισθεν γαστροκνήμη. τὰ δὲ πέρατα <lb/>τῶν
                        τῆς κνήμης ὀστῶν εἴς τε τὸ ἔνδον μέρος καὶ εἰς τὸ <lb/>ἔξω ἐξέχοντα, σφυρὰ
                        προσαγορεύεται. τὰ δὲ ἀπὸ τῶν σφυρῶν <lb/>κυρίως πόδες λέγονται. ἀφ᾿ ὧν καὶ
                        ἕτερον μέτρον ἑαυτοῖς <lb/>οἱ ἄνθρωποι εὕραντο, τὸν πόδα ἄραντες. τῶν δὲ
                        ποδῶν <lb/>τὸ μὲν ὄπισθεν πτέρνα ὀνομάζεται. τὸ δὲ ἔμπροσθεν <lb/>ἀπὸ τῶν
                        σφυρῶν μέχρι δακτύλων ταρσὸς καλεῖται. τούτου <lb/>δὲ τὸ μὲν ἔνδοθεν πρὸς
                        ἀλλήλους ἀφορώντων τῶν ποδῶν, <lb/>ὡς ἐπὶ τὸν μέγαν δάκτυλον, ἀρχόμενον ἀπὸ
                        τοῦ ἔσω σφυροῦ, <lb/>πεδίον. τὸ δὲ ὑπὸ τούτου εὐθὺς ἐν μέσῳ κατωτάτω
                        <lb/>τοῦ ποδὸς κοῖλον. τὸ δὲ κατώτατον, ἐφ᾿ ᾧ πατοῦμεν καὶ ᾧ
                        <lb/>ἐπιβαίνομεν, πέλμα. οὗ τὸ μὲν πρὸς τοὺς δακτύλους μετὰ <lb/>τὸ κοῖλον
                        ἐπανεστηκὸς, στῆθος ποδός. εἶτα οἱ δάκτυλοι, ﻿<pb n="709"/> ἰσάριθμοι μὲν
                        τοῖς τῶν χειρῶν, οὐ τυχόντες δὲ τῶν αὐτῶν <lb/>ὀνομάτων, διὰ τὸ μηδὲ τὰς
                        αὐτὰς χρείας ἐπιτελεῖν, πλὴν <lb/>ὅσα ἐκ τῆς κατὰ τὸ μέγεθος διαφορᾶς, ἢ ἐκ
                        τῆς κατὰ τὴν <lb/>θέσιν τάξεως. </p></div></div></body></text></TEI>